← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§14-15

公共劳役的本质与克特西普斯案的矛盾

演说者论证了公共劳役是超越成文法且不可或缺的自然职责,并揭露德摩斯梯尼自身践行劳役却仅为娈童克特西普斯而维护免税特权的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι.1 ἔπειτα, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μηδʼ εἱστισοῦν τοῦτʼ ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλʼ εἰ2 καὶ κάλλιστα καὶ δικαιότατα ἔχει, καὶ ταύτῃ τὰς ψήφους τίθεσθαι. οὕτω δʼ ἀεὶ καὶ κάλλιστα ἔχει αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, ἔκ τε ὧν αὐτὸς ἔφην ἔκ τε ὧν ὁ πολὺς καὶ παντοδαπὸς ἔδειξε χρόνος, ὥστε δέδοικα μὴ καὶ τῶν νόμων αὐτῶν τιμιώτερον δόξῃ αὐτῷ τε τούτῳ καὶ τῷ πρεσβύτερον εἶναι καὶ πρὶν ἢ νόμους γενέσθαι τοῦτʼ ἐν ἀνθρώποις ἐνεῖναι. ἔτι τοίνυν οὐ πᾶν ὃ τούτοις παρεῖται, τοῦτʼ ἤδη καὶ φαῦλον εὐθὺς, οὐδὲ παρὰ τοῦτο τῶν ἀπειρημένων κεχρῆσθαι, ἀλλʼ ὃ λυμαίνεσθαι τοῖς πράγμασι πέφυκεν ἀτεχνῶς καὶ προσεγκαλοῦντας ἅπαντας ἴσχει, ὥσπερ αὖ τοὐναντίον πολλοῦ τινος ἄξιον· ὅθεν ἡμῖν περίεστι κέρδος, ἐάν τε φάσκωσι τοῦθʼ οἱ νόμοι ἐάν τε καὶ μή. εἰ δὲ ταῦθʼ οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτʼ ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθʼ αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλʼ ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθʼ ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδʼ ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν. καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ διʼ ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ πρεσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν, καὶ οὔτε πώποτʼ αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον3 τουτονί. ἄνευ δὲ τούτων εἰ κατʼ αὐτοῦ τοῦτʼ ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δʼ οὒ, ἀλλʼ ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτʼ οἶμαι βελτίω ταῦτʼ εἶναι καὶ χείρω καὶ αὐτὰ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτʼ ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστʼ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστʼ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως

这正有力地印证了那些坚称法律并未涵盖万事之人的观点。其次,雅典人啊,我们所应当考察的,并不是没有任何一条法律曾提到过这一点,而是它自身是否处于最为崇高、最为正当的状态,并以此投下你们的选票。而无论就其自身而言,还是与其他事物相比,它始终处于最为崇高的状态,这无论从我自己所陈述的事实,还是从漫长而多样的岁月所展现的历史中,都已昭然若揭;以至于我甚至担心,正因如此,又因它更为古老且在法律出现之前就已存在于人类之中,它会被认为比法律本身更为尊贵。再者,凡是被法律遗漏的事物,绝非因此就立刻成为低劣之物,也不因这一点就当被归入禁止之列;相反,唯有那些生来就会彻底败坏事务、令所有人齐加指责的事物才属低劣;同样,相反地,凡能为我们带来益处的事物,无论法律是否明言赞同,都具有极高的价值。 如果这些事情确是如此,且我们必须在一切事务中寻求有利之所在,那么每当对任何事物进行审查时,若舍弃探究其性质究竟如何,转而搬出法律来谈,便是多此一举了。因为雅典人啊,确实可以发现某些法律毫无益处——尽管在其他方面仍保持着法律的体统——而某些处于法律之外的事物,对我们良好福祉的促进作用却丝毫不亚于法律;并且我们必须选择这些事物,认定其优于那些无益的法规。因为正如耕作、植树与从事技艺,绝非因为法律最初未曾发明它们,我们便必须因此远离它们;反而是因为唯有这些维持着人类的生活,掌控着我们各项事务的基础,且没有这些就根本无法生存和活着。正因如此,我们才认为应当把注意力优先放在这些事情上,而不以任何方式背离它们,只要我们一心挂念自身的存续而不想公开自取灭亡。那么,如果践行公共劳役同那些事情一样并未载入法律,甚至同饮食、睡眠以及一切最普遍且受自然律支配的事物一样,又有什么可奇怪的呢?不仅如此,雅典人啊,若有人细加审查,便会发现所有的法律对待公共劳役的真实态度正是如此:它们不仅凭借平日所劝告的内容、以及使国制处于最佳状态的考量,极其充分地号召其他人投入其中,甚至法律自身也通过践行这些职能,可以说,正是列于履行劳役者之中。 又何必单提法律呢?就连德摩斯梯尼本人——通过维护免税特权而与公共劳役为敌的他——也最充分地证实了这一点:他时而面向民众发表演说、起草法令并提出建言,时而担任使节、充当歌队领班,并通过所有这些行为履行公共劳役;他自己从未请求过免税特权,也从未就此发表过任何演说,唯独在眼下为了他自己与沙布里阿斯的儿子——眼前的这位克特西普斯——才如此行事。除这些之外,如果你认为“未被写入法律”这一点足以构成对其有力的攻击,那你就是在不知不觉中同样将你的娈童置于这些判决之下了。你凭什么依据这一点指责劳役多于指责你的免税呢?因为绝非一个是依法而行,另一个不是,而是二者同样游离于法律之外;我认为,绝不因这一点它们就无论在自身还是彼此对照中变得更好或更差;因为在其他方面,公共劳役之伟大远远超出免税特权,以至于根本无法相提并论。因为前者既极具正当性,又对城邦最为有利,并且是城邦所享有的最美好运势的最大起因,而且自古以来经历一切岁月始终占据主导;而免税特权不仅是昨天或前天才被发明出来的,而且对城邦而言根本没有任何意义,正如我所说,唯独只给享用它的人带来好处,对城邦而言却完全相反;因此,所有人合情合理地在此基础上对它们作出判定:一者是如此……

语法注3 条
  1. 14διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι

    接续上一段落末尾的 τὸ δʼ ἔστι σφόδρα。分词 διατεινομένων 作为表示特征或立场的表语属格(所有/特质属格),意为“这极其有力地印证了/属于那些坚称……之人”。否定词 μή 修饰不定词短语 διὰ πάντων ἀφῖχθαι。

  2. 14οὐχ ὅτι μηδʼ εἱστισοῦν τοῦτʼ ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλʼ εἰ

    由否定分句 οὐχ ὅτι... 与后文的对立分句 ἀλλʼ εἰ... 构成的呼应句式。二者均作 σκοπεῖσθαι δεῖ 的考察对象,前者排除了无足轻重的否定事实(没有法律提及此事),后者确立了真正的判断标准(其自身是否崇高与正当)。

  3. 15τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον

    一种极具讽刺意味的修辞表达,将单一名词 παῖδα 同时与生父沙布里阿斯(Χαβρίου)以及作为监护人或有私情传闻的德摩斯梯尼自身(ἑαυτοῦ)相连(“他自己与沙布里阿斯的儿子”),并在下文中呼应了将克特西普斯戏称为德摩斯梯尼的“娈童”(σὰ παιδικά)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:14-15