← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§12-13

悖逆诸神眷顾之德摩斯梯尼的弹劾与奉献动机

辩者将神明对宇宙的统摄与眷顾描绘为终极的公共劳役,激烈谴责德摩斯梯尼支持免税、破坏劳役体制无异于叛逆诸神并当受极刑。随后他驳斥了对方的抗辩,指出建功立业的真正动机是名誉与爱国心而非免税,且古代法律未曾明文规定并不妨碍后世根据需要对法条加以修订与增补。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς1 τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλʼ ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρʼ ἑαυτῶν χορηγεῖν, διʼ ἀλλήλων ἄμφω δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δʼ αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὧραι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν. καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτʼ αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι2 διʼ ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν,3 ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτʼ ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδʼ ἂν εἷς ἔτʼ ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχίᾳ πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δʼ οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵνʼ ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχʼ αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδʼ ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλʼ αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις δωρεῖται, ἀλλʼ οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δʼ εἰ καὶ τοῦτʼ ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθʼ ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον. ἴσως τοίνυν κἀκεῖνο Δημοσθένης ἤ τις ἄλλος ἐρεῖ, ὡς εἰ μέν ἐστι λυσιτελὲς καὶ μάλιστα πολιτείᾳ προσῆκον ἑνὶ μηδενὶ τῶν πάντων ἀτελείας μετεῖναι, τί μὴ μετὰ τῶν ἄλλων καὶ τοῦτο τοῖς παλαιοῖς ὥρισται νόμοις, τὸ κοινῇ συμφέρον σκοποῦσιν; νῦν δʼ οἷς πολλὰ καὶ καλὰ διεξιόντες τοῦτʼ οὐκ ἠξίωσαν λόγου, φαίνονται τοῦθʼ ὡς ἀλυσιτελὲς παρεικότες· εἰ τοίνυν ἃ κελεύουσιν οὗτοι, ταῦτα δεῖ περὶ πλείστου ποιεῖσθαι, καὶ ὧν μνησθέντες οὐκ ἔγνωσαν4 οὐδʼ ἡμᾶς μεμνῆσθαι προσήκει, ἵνα μὴ νόμους τιμῶντες νόμους ἀτιμάζειν δόξωμεν. ἀλλʼ ὦ τᾶν, πρῶτον μὲν οὐ πάνθʼ ἁπλῶς ἃ δεῖ τοῖς νόμοις ἐντέτακται, οὐδὲ διὰ πάντων χωροῦσιν, ὡς μηδὲν ἔξω τῆς τούτων διαγνώμης ἑστάναι, ἀλλʼ ἔσθʼ ἃ καὶ τούτους ἐκφεύγει· ἐξεῖναι γοῦν αὐτῶν ἀφελεῖν καὶ προσθεῖναι, ἐάν τι μὴ καλῶς ἔχον ᾖ, ἐν αὐτοῖς τούτοις εἴρηται· τὸ δʼ ἔστι σφόδρα

如果万物的宰治者诸神与神灵,不仅在最初确立万物时,就为人类生活带来并彰显了这项伟大而令人赞叹的公共劳役,而且甚至如今也绝不在少数地履行着这项劳役:他们时刻如此挂念我们,如此悉心关怀,以至于关乎我们生存与存续的事务绝不以任何方式有所欠缺,反而以远远超出人们所能期望的丰厚,从自身供给恩赐;他们通过彼此彰显这两点:一方面通过这不知疲倦且持续不断的眷顾,表明他们是造物主;另一方面又因成为造物主,表明他们随时随刻都有必然照顾我们,以免失去他们的眷顾,我们便如同一艘缺乏舵手的船只那般归于虚无——然而,德摩斯梯尼啊,当由于免税特权而使公共劳役的职能逐渐式微,且你自身正是这些事的热心支持者时,你以自己的所作所为破坏了诸神所善加确立的事物,并在你的权责范围内倾覆了诸神的恩典,你怎么不是折折实实地在与诸神为敌呢?如果按照你自己的说法,对伪造货币者的惩罚是死刑,那么你因执着于免税特权,既蔑视诸神的规条,又使整个城邦走向败坏,你自己究竟理当受到我们评定何种刑罚呢?“是的,”他说,“因为他们是为了你们以及属于你们的福祉,为了你们日复一日所享受并赖以生存的事物而奋起的;因为如果这项法律继续生效,便再也不会有一人愿意在局势需要时对城邦展现胸襟,并以恰当的方式去追求名誉;而若是取消免税特权,任何人愿意为城邦竭尽热忱的意愿也将彻底随之取消;而这不仅剥夺了我们的利益,更剥夺了我们的荣耀,而你们认为应当为了这些去做、去说一切;因此,如果我们挂念这些,便也必然挂念免税特权。”德摩斯梯尼啊,根本没有任何人像你所说的那样是为了获得免税才投身于名誉之争,而是为了他们自身的名望以及对城邦的热忱与爱慕,这从那些在竭力建功立业之后、根本不愿接受任何赏赐,反而认为仅仅是他们对城邦尽到了如此责任便已足够的人身上,清晰可见;并且从那些获得了城邦赐予为自身效力者的无数其他荣誉、却未被授予免税特权的人身上,同样清晰可见。而且,即便真是如此,城邦的利益也本应被置于首位,而你自己就是这一点的见证者,因为你总是将利益置于一切事物之上,并给予其至高无上的地位;毕竟,我们即便在科尔库拉人处于条约之外的情况下,仍然认定其有利而选他们为同盟,正因为他们力量强大。 因此,德摩斯梯尼或其他人或许还会说:如果没有任何人享有免税特权对城邦而言确是有利且最为合宜的,那么为何着眼于公共利益的古代法律,没有在其他各项规定之中也将此条确立下来呢?但实际上,他们在详述诸多善政美俗之际却并未将此事纳入考量,足见他们是将此事视为无益而予以忽略了;因此,如果我们必须将他们所吩咐的事情视为至高无上,那么凡是他们念及却未予决定的事情,我们也不宜再予提及,以免我们在尊崇法律的同时,反倒显得在亵渎法律。但是,我的朋友啊,首先,并非一切必要之事都毫无遗漏地编入法律之中,法律也并非涵盖万事以致没有任何事物处于其裁决之外,反而有些事情是连法律也无法穷尽的;至少在这些法律自身之中就已说明,如果有任何不妥之处,便准许对其进行删减或增补;而这正是极其

语法注4 条
  1. 12οὐ μόνον οἷς ... ἀλλὰ καὶ νῦν ... οἷς

    这里的 οἷς 是无先行词的关系代词中性复数与格,表示手段或原因(“通过……的方式/缘故”)。前半句的 οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο 与后半句的 οἷς ἡμῶν ... μέλει 形成对称并列,均用以说明诸神向人类施予“公共劳役”的具体方式与依据。

  2. 12τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι

    此处采用了人称结构 δίκαιός εἰμι 搭配不定式,意为“理当……”。τιμᾶσθαι 是雅典法庭的专门术语,此处作被动解,指“被(审判官)判处/量定刑罚”,属格 τίνος 则表示所量定的刑罚内容(刑罚属格),直译为“你自己理应被我们量处何种刑罚”。

  3. 12ναὶ, φησὶν

    修辞学中预提反驳(hypophora)的典型引导句。辩者以此引入论敌(德摩斯梯尼一方)预期的抗辩主张,以便随后展开驳斥;其后由不定式 διαναστῆναι 引导的句群以间接引语的形式概述了对方的论调。

  4. 13ὧν μνησθέντες οὐκ ἔγνωσαν

    关系代词 ὧν 省略了先行词(ταῦτα),其属格形式受分词 μνησθέντες(“提及”,支配属格)所支配;而在逻辑上它同时充当限定动词 ἔγνωσαν(“决议、制定为法律”,通常支配宾格 ἃ)的宾语。全句意为“那些他们虽然念及却未予立法的事务”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:12-13