- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:398-399
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引梭伦的诗句与柏拉图《淮德罗篇》的篇章驳斥批评者,论证真正的智者与立法者公开夸耀并自赞其卓越乃是正当的美德体现,并告诫批评者休要横加干涉。
ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο.1 ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω,2 φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων; "εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις. τῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος." ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε. εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. ἐκεῖνα δʼ αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δʼ αὖ νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται. ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ,3 ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι
断不至于带来如此巨大的克制。唯有当你自己亦获得了同样的言论力量——我料想这对你绝非易事——,且随后被人们看到对自己怀有更为谦和的心态时,你方能驳倒我。但若你自己尚在行乞,缺乏日常温饱,两眼紧盯着两三个奥波尔,却对那位写下“金银的耗费亦不得受阻”的君王横加控告,宣称这些是傲慢与言辞的浮夸,那你不仅匮乏金钱,更同样匮乏智慧。那么,梭伦又是怎么说的呢? “因为我若依从了 那时令反对者满意的事, 或者继而依从了对方意欲行使的举动, 这座城邦便会丧失众多男儿。 正因如此,我在四面受敌的混战之中, 犹如置身于群犬之中的恶狼般周旋防卫。” 你难道看不出梭伦亦在自我夸耀,且比你更为自负吗?因为我想,他认为这些为自己所作的颂辞,对于成为他人的典范是大有裨益的。正因如此,那位将手插在袍服里的男子才高扬其声,理直气壮地妆点自己的功绩。因为我想,他认为手放进袍内是应当的,头却不必低下。来吧,既然你过于胆怯——我姑且不说你是过于鲁莽——,我便再借由另一位至为闻名的人物来安慰你。此人所言甚至超越了梭伦的言论。且看: “至于那至高无上的天外之境,此世的诗人中从未有人歌颂过,将来亦绝无可能予以相称的歌颂;然而其情形乃是如此。” 你可见他如何扫清了所有嫉妒者,畅快地书写自己的天性,正如确证手头论说者所理当为之的那样,表明唯有更高神明的灵感方能令人傲视凡俗大众。难道你觉得这些话语与十字路口的俗语相仿吗?那么,在完成了关于爱欲的论说之后,他后来又漏掉了关于自身的哪句美言,或者说最美妙的事物中有何者是他未曾提及的?首先,关于他如何正确地探寻真理,他是通过懂得将事物一方面加以汇聚、另一方面依循理性加以切分而道出的;其次,他道出了自己如何井然有序地安排论说;而最至关重要的是,他对自身的崇高气度深感自豪,以至于竟直截了当地攻击对手说道——除非你当真是个无知小儿,竟然认为那些词句属于淮德罗,而非柏拉图借淮德罗之口而言: “我对你的论说赞叹已久,你将它雕琢得比先前那篇不知优美多少,以至于我都唯恐吕西亚斯若愿再撰一篇与之抗衡,在我看来会显得卑微渺小。” 对于那些话,你又当作何解释呢?“哎呀,你竟说阿刻罗俄斯的宁芙们与赫耳墨斯之子潘神在论说上比刻法洛斯之子吕西亚斯要高超得多!”难道你觉得此人借由所有颂赞加诸于自身的话语——只要你并未生就米达斯的长耳,而那人正曾借着将米达斯的铭文比作同伴的论说来加以嘲讽——,不是依循所有的美德而发的吗?必然如此;他正是这般详述自身的。因为我想,知晓自身价值乃明智而克制者的本分,将应得之物归予自己与他人乃正义者的本分,而无惧于说出真相乃勇敢者的本分。反之,横加愤怨的人,除非能证明言论与说话者并不相符且招致了大于事实的名声,否则自然会陷入与这些相反的一切之中。 至于其他成千上万的话语,我且略过不表。然而既然我提到了梭伦及其对自己城邦体制的论述,且来看看此人亦在他所立的法律本身之中又说了些什么。“知晓这些事,对于立法者而言比对所有的诗人都更为合适。”那么,难道你看不出他正公然宣告自己是全体诗人中首屈一指、最具智慧的人吗?这必然带有强大的必然性。因为当自称是立法者的人,正是那位声称诗人们——而且是全体诗人们——应当向立法者退让的人时,岂不正是归结于我刚才所说的话吗?那么,通过这一切,你可曾思量过在此事上你与那人之间相距有多么悬殊?因此,要么你去控告希腊人中所有的卓越之辈,要么今后对我们也宽和一些吧;你一方面为我担惊受怕,另一方面却不审视自身,自以为是出于善意而向我直抒己见,却不容许我对这些人直言不讳。
- 398ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο
承接前一段落末尾条件从句(分词短语 ἄλλος δʼ ἂν ... εἰσενεγκάμενος)的反事实虚拟主句(ἄν 搭配直陈式过去完成/不定过去时)。位于句首的 ἄν 明确指示了该反事实结构的延续。
- 398μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω
第三人称单数完成时被动态祈使语气(κεκωλύσθω)。此处是以直接引语的形式直接嵌入了王室法令或铭文的正式用语。
- 399ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ
表示命令或劝告的不定式(用作祈使语气的代用不定式)。它通过 ἢ ... ἤ(“要么……要么……”)与前项直截了当的祈使语气 κατηγόρει 并列,承担相同的祈使功能。
