← 阿里斯·台德斯

关于附言

§400-401

伊巴密浓达的气节与正当的自夸

说话者援引伊巴密浓达与客布利亚斯等人的言行,论证高昂气节乃是希腊固有的美德,借此为自身正当且无偿的自赞作辩护,并回绝了批评者的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§400

κατʼ εὔνοιαν, καὶ σαυτῷ μὲν ἐκ δειλίας παρρησίαν ποριζόμενος, ἐμοῦ δʼ οὐκ ἀξιῶν τὴν ὀρθὴν καὶ δικαίαν ἐκ φρονήματος εἶναι. ἔτι τοίνυν ἑνὸς ἢ δευτέρου τῶν στρατηγῶν μνησθῆναι βούλομαι. οἶμαι γὰρ οὐ φαυλοτέραν ὠφέλειαν ἐπενεγκεῖν τῇ Θηβαίων πόλει τὴν Ἐπαμεινώνδου τότʼ ἐκείνου φύσιν ἢ σὲ τοῖς σαυτοῦ παρεσχῆσθαι φήσεις. τούτου μὲν γὰρ χωρὶς τῆς ἀπολογίας ἧς ἀρτίως ἐμνήσθην καὶ ἕτερόν ἐστιν ἐπίγραμμα κατηγοροῦν τὸ ἦθος1 ἐν Πελοποννήσῳ, ὃ πρὸς θεῶν εἴ τις ἀπαλείψειεν, ἆρʼ οὐκ ἂν ἀχθεσθείης; ἐγὼ μὲν καὶ σφόδρα ἂν, οἶμαι δὲ καὶ ἕτεροι τῶν κατʼ ἐμὲ, ἀλλʼ οὐ τῶν κατὰ σὲ ἴσως. τί δὴ τοῦτό ἐστι τὸ ἐπίγραμμα ὃ πάντες ᾁδουσιν; "ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δʼ ἱερὰ τέκνα χρόνῳ δέχεται." ἐπανόρθωσον οὖν, εἰ βούλει, καὶ τοῦτο τοῖς σαυτοῦ λόγοις, ὅτι ταυτὶ συνίσασιν ἅπαντες, σὲ δʼ οὐ χρὴ γρύζειν. ᾁδουσι δὲ καὶ Χαβρίου τι ῥῆμα, δοκεῖν ἐμοὶ μετὰ τὴν ἐν Νάξῳ ναυμαχίαν εἰπόντος·2 εἰ δʼ ἄρα καὶ πρὸ τῆς ναυμαχίας, οὐ χεῖρον. ᾐνίττετο δʼ ἁνὴρ εἰς αὑτὸν, ἔφη γὰρ φοβερώτερον εἶναι ἐλάφων στράτευμα λέοντος ἡγουμένου ἢ λεόντων ἐλάφου. οὕτω δή σοι διὰ πάντων ἐπιδέδεικται καὶ ποιητῶν καὶ ῥητόρων καὶ στρατηγῶν καὶ ὧν τι ὄφελος ἐν Ἕλλησιν ἀναγκαῖόν τι κτῆμα καὶ ὥσπερ ἔμφυτον ἡ μεγαλοφροσύνη τοῖς κρείττοσι, καὶ ὁ τοῦ Δημοσθένους λόγος εὖ ἔχων, ὁποῖʼ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. καίτοι θαυμαστὸν ἐν μὲν τοῖς ἄλλοις κατʼ ἀξίαν τῶν ὑπαρχόντων ἐγγίγνεσθαι τὸ φρόνημα, ἐν δὲ τοῖς περὶ αὐτὴν τὴν γνώμην καὶ τοὺς λόγους μὴ πολὺ μᾶλλον οὕτω τοῦτʼ ἔχειν. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ καθάπερ πηγὴ καὶ ὁρμητήριον τοῖς λόγοις τὸ φρόνημά ἐστιν, ὅτῳ περὶ τούτων σχολὴ λογίζεσθαι. δοκεῖ δέ μοι καὶ ὅλως παντὸς τοῦ Ἑλληνικοῦ σύμβολον καὶ ὥσπερ εἰκὼν εἶναι τὸ τοιοῦτον εἶδος τῆς γνώμης. τέχνας μὲν γὰρ καὶ λογισμοὺς τοὺς κατὰ χεῖρα καὶ ὅσα τοιαῦτα κἂν παρὰ τοῖς βαρβάροις πιστεύοι τις ἐγγίγνεσθαι μὴ χείρω, ἡ δὲ τῆς ψυχῆς ῥώμη καὶ τὸ φρονεῖν μετʼ ἐλευθερίας ἀνεπαχθοῦς ἀρχαῖον ἄρʼ ἦν καὶ ἴδιον τῶν Ἑλλήνων ἀγαθόν. θαυμάζω δʼ ὅπως εὖ πεφυκὼς πρὸς τὸ παιδαγωγεῖν οὐχ ὁρᾷς τούτους τοὺς ἀργυρίῳ τὸν ἔπαινον ὠνουμένους οὐ μόνον ἐν ταῖς ἐπιδείξεσιν, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις. καίτοι οὗτοι τί σοι δοκοῦσιν ἕτερον ποιεῖν ἢ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινεῖν; καὶ ταῦτα ἃ μὴ χρή γε καὶ ὃν ἥκιστα ἔδει τρόπον, καὶ πρόσεστι τὸ τὰ ὄντα ἐλάττω ποιεῖν, ἐπιθήκη τις τῆς ἀνοίας. ἐγὼ δὲ τούτων εἰ μή τῳ ἄλλῳ, ἀλλὰ τούτῳ γε, ὡς ἔοικεν, εἰμὶ κομψότερος· προῖκα γὰρ ἐμαυτὸν ἐπαινεῖν ἀξιῶ, καὶ ταῦθʼ ἃ σύνοιδα· ὡς δʼ οὐ πολλάκις αὐτὸ δρῶ, συνίσασιν οὗτοί μοι. ὥστʼ οὐκ ἀναισθησίας μᾶλλον ἢ καὶ σοφίας τινὸς ἐκφέρω δεῖγμα. ὅτι δʼ οὐ ψεύδομαι, τοῦτο καὶ σοὶ συνδοκεῖ. ἓν δέ τί σε λοιπὸν ἐρήσομαι. πρὸς θεῶν εἴ σοι περὶ παίδων εὐχομένῳ τῶν θεῶν εἴποι τις ὡς ἔσονται μὲν, ἔσονται δὲ τούτῳ παραπλήσιοι καὶ τὸ φρόνημα καὶ τοὺς λόγους, ἐμὲ δὴ λέγων, οὐκ ἂν δέξαιο; οἶμαι μὲν κἂν ἐπιδράμοις. εἶθʼ ὧν αὐτὸς, εἰ τύχοις, εὐχῆς ἂν ἐφῖχθαι δόξαις, ταῦθʼ ἡμῖν ὀνειδίζεις; καὶ ὧν χάριν ἂν τοῖς θεοῖς ἔχοις, ταῦθʼ ἡμῖν ἐμέμψω; καὶ οὐδὲ τὴν Περσικήν τε καὶ Λακωνικὴν τάξιν τῆς δίκης ἐτίμησας, οὐδὲ ἔδωκας τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ ἐλάττω τοῖς μείζοσιν; εἰ μὲν οὖν σοι μετρίως ἀπελογησάμεθα· εἰ δὲ μὴ, σκόπει3 ὅ τι χρήσει σαυτῷ. παιδαγωγήσεις δὲ ἡμᾶς οὔτʼ αὐτὸς οὔτε ἕτερος οὐδὲ εἷς· ἱκανὸς γὰρ ὁ προστάτης.

并非出于善意,你自己从懦弱中换取了直言的特权,却不承认我出于高尚气节的直言是正直而公道的。此外,我还想提及一两位将领。因为我认为,昔日伊巴密浓达的天性给忒拜人的城邦带来的益处,绝不下于你所声称给同胞带来的益处。因为除了我刚才提及的那篇辩护辞之外,在伯罗奔尼撒还有另一首昭示其品格的铭文;凭诸神起誓,如果有人将其磨灭,难道你不会感到愤慨吗?我自是会极度愤慨,我想与我同道之人亦会如此,尽管或许与你同道之人未必会。那么,这首众人所传唱的铭文究竟是什么呢? “依仗我们的谋略,斯巴达被剪去了荣光, 而神圣的墨塞涅终在岁月中迎回了自己的子孙。” 那么,若你愿意,就用你自己的话来修正这首诗吧,说众人都深知这些事,而你不该出声。人们还传诵着客布利亚斯的一句话,依我之见,是他于纳克索斯海战之后所说的;但若是在海战之前所说,亦无伤大雅。此人正是在借此暗喻自身;因为他说过,由狮子率领的一群鹿,比由鹿率领的一群狮子更为可怕。由此,通过所有的人——诗人、演说家、将领以及在希腊人中有所建树之士——便向你证明了,高傲的气节对于卓越之人而言乃是不可或缺的财富,且宛若天成;德摩斯梯尼的言论亦是极有道理的,即人们的行事如何,其气节亦必然如何。然而,若在其他事情上气节皆依循现有事物的价值而生,唯独在关涉理智本身与言论之事上,情况却并非更为显著地如此,那才当真是咄咄怪事。因为对于有闲暇对此深思熟虑之人而言,气节正是言论的源泉与出发点,此外无他。而且在我看来,这种心智的类型全然是整个希腊特性的象征,宛如其写照。因为手工技艺、算计以及诸如此类的事物,人们或许会相信即便在蛮族之中亦能产生得毫不逊色;但灵魂的刚毅以及伴随着不招人嫌怨之自由的思想,终究是希腊人自古以来的固有美德。但我感到奇怪的是,你本是生就善于教诲之人,难道竟未曾目睹那些无论在公开宣讲中抑或在剧场里,皆用金钱收买赞誉之徒吗?然而在你看,他们除了自我吹捧之外,又在做些什么呢?而且是在本不该吹捧之事上,以最不相称的手段为之,更有甚者,还折损了自身的家产,这当真是愚昧的附赠品!但我即便在其他方面不如人,至少在这一点上,看来要比他们文雅得多:因为我认为自己理应免费赞美自身,且是就我深知的事实予以赞美;而我并非频繁为之,在座的众人皆可为我作证。因此,我所展现的绝非麻木不仁,反而是一种智慧的明证。至于我并未撒谎,连你亦会赞同。最后我且问你一件事:凭诸神起誓,若你在祈求子嗣之时,诸神中有人对你说,你的确会有子嗣,但无论在气魄还是在言论上,都将与此人——正是在说我——相仿,难道你不会欣然接纳吗?我想你甚至会喜出望外地扑上前去。那么,你若有幸获得便自以为达成了祈愿之事,如今却拿来归咎于我们吗?你本该为此向诸神感恩之事,却拿来责难我们吗?你竟未曾尊重波斯与斯巴达的正义秩序,亦未曾为众多之事宽宥少数之事,为较大之事宽宥较小之事吗?因此,若我们对你的辩驳已然适度,那便罢了;若不然,你且考虑将如何安置自身吧。但无论你抑或任何其他人,皆休想教诲我们;因为我们的庇护者已然足矣。

语法注3 条
  1. 400ἐπίγραμμα κατηγοροῦν τὸ ἦθος

    动词 κατηγορέω 通常意为“控告、谴责”,但在此处用作“昭示、表明、见证”某种品格的正面含义,从后文引用的那首夸耀伊巴密浓达功绩的铭文即可证实这一点。

  2. 400δοκεῖν ἐμοὶ μετὰ τὴν ἐν Νάξῳ ναυμαχίαν εἰπόντος

    短语 δοκεῖν ἐμοί 是作插入语用的绝对不定式,意为“依我之见”。在语法上,属格分词 εἰπόντος 修饰前面的 Χαβρίου,构成“依我之见,由客布利亚斯在纳克索斯海战后所说的名言”之结构。

  3. 401εἰ μὲν οὖν σοι μετρίως ἀπελογησάμεθα· εἰ δὲ μὴ, σκόπει

    这是条件句中一种典型的省略(aposiopesis)用法。与 εἰ μὲν...(如果一方面……)相呼应的归结节(如“便罢了”或“就足够了”)被省略,直接过渡到表示相反情况的 εἰ δὲ μή(若不然……)祈使从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:400-401