← 阿里斯·台德斯

关于附言

§396-397

自身的虔敬谦逊与征引梭伦诗句

讲者引述自己求治于阿斯克勒庇俄斯神庙及对待同窗谦逊有礼的往事,借“摩摩斯挑剔阿佛洛狄忒之履”的寓言痛斥对方的无知与僭越,并征引立法者梭伦自我赞颂的诗篇来为自己的言论辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§396

ὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν,1 ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπʼ ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, διʼ ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δʼ ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δʼ εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρου "τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·" καὶ "ὧδʼ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·" καὶ "Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ," στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν.2 αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ. μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν,3 ἀλλʼ ἵνʼ εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ Ἀφροδίτης λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε, ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστʼ ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦτα "ἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσʼ, ἄλλα δʼ οὐ μάτην ἔρδον." ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοις "συμμαρτυροίη ταῦτʼ ἂν ἐν δίκῃ χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δʼ Ἀθήνας πατρίδʼ εἰς θεόκτιτον ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δʼ ἀναγκαίης ὕπο χρησμὸν λέγοντας γλῶσσαν οὐκέτʼ Ἀττικὴν ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους, τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας ἠδὲ δεσπότας τρομευμένους ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην. θεσμοὺς δʼ ὁμοίους τῷ κακῷ τε κἀγαθῷ εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην ἔγραψα. κέντρον δʼ ἄλλος ὡς ἐγὼ λαβὼν κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ οὐκ ἂν κατέσχε θυμόν." τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δʼ ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκ

引介者自认为更懂得那个人应当说些什么、说到何种程度,而那个人自己也赞同退让,以免将所有事物混为一谈而招致讥笑。事实上,当我自身肉体遭受打击时,我并未向医者作卑屈的祈求,尽管托众神之福,我结识了最为优秀的医者作为朋友,我却避难于阿斯克勒庇俄斯神庙,因为我认为,若应得救,通过神明得救更为崇高;若不可行,那便是死去的适宜时刻。我的同窗学友们也能证明我的本性。因为甚至当我还是孩童时,先生若问起我所知晓的事,一旦有其他人抢先作答,我便绝不再发一言,免得让人觉得我是在拾人牙慧。如今在阿斯克勒庇俄斯神庙中情形亦是相似。因为真相自当在你们面前道出,至于将其视作更好还是更糟,各人尽可随己意评判。因为我对那里的同窗素来乃至如今皆抱持这样的态度:凡不肯起身让座者,我决不怨恨;但若有人起身让座,我若不谦退让座,便会深感惭愧。然而你若是以统治者的身份来到此地,就请说服众人证明此等席位理当归你而非我们;但若你将领袖之位让予他人,便请牢记荷马的诗句: “朋友,静静坐着,遵从我的言辞;”以及 “志气豪壮的特洛伊人啊,就依我所说的那样定当;”还有 “帕特洛克罗斯独自一人坐在他对面,默不作声,”切勿越过将领擅自发号施令。因为这对双方而言,无论对你还是对将领,都是可耻的。 我再补充几句便收场。我特意拉长这番话,并非因为这些论据中哪怕任何一条不足以说明问题,而是为了让你明白,有多少条反驳证明你的无知,而你又是对多少事物目无所见、耳无所闻地如同一个彻底的未受启蒙的外人般闯入此地。然而你身为秘仪参入者,竟敢审问密仪祭司?刚受启蒙的参入者位序本在资深参入者之下,如今你初次列名于参入者之中,竟来评判引道师?在我看来,你不过是在重演摩摩斯与阿佛洛狄忒的古老寓言。据说阿佛洛狄忒盛装端坐,摩摩斯因找不到任何可挑剔之处而气急败坏,最终他避开女神本身,转而嘲笑她的凉鞋。以至于结果双方皆是如此:既未让阿佛洛狄忒蒙受恶名,摩摩斯亦未曾说出得体的高见。你同样是对剧场舞台赞叹不已,却对侧幕横加指责,抛开正经言说不顾,专盯枝节旁白。你竟如此悖离正轨!那么,为了让你知道即便立法者中最享盛名的梭伦亦曾作枝节旁白,且听听他的诗句。然而他在胆大与傲慢上已远超于我——因为依你的指责,这些名目安在他身上正合适——,我不过是在文稿之外胡言乱语,且是被言说的奔涌所驱使;而那位梭伦却是蓄意创作了一部书卷,正如我们为雅典娜作书一般,他是为自己及其城邦体制而作,他在其中除了其他诸事外,还如此说道: “在众神相助下出人意料地成全了某些事,另一些作为亦未曾徒然。” 你可见这有多么傲慢,多么不合你的规劝?这还是在四音步诗中;而在抑扬格三音步诗中他更写道: “在光阴审判的法庭之上,对此能作出 最佳作证的,当是奥林匹斯诸神最伟大的母亲、 黑色的土地;我曾将插立于各处的 界石拔起,令先前为奴的大地如今得享自由。 我更将许多被贩卖至外邦的人接引回天造的神圣故土雅典, 他们有的屈遭不义,有的罪当其罚, 还有些人迫于无奈口说神谕, 在异邦各处漂泊中 不再操用阿提卡的言语; 而对那些在此地忍受可耻奴役、 在主人面前战战兢兢的人们, 我赐予了他们自由。凭着权柄, 我将强力与正义结合在一起, 成就了这一切,并如诺言般贯彻到底。 我为卑微者与尊贵者设立一视同仁的法令, 将平正的公理施诸于每一个人, 铭刻成典。若是换了他人如我这般执掌权杖, 那心术不正而贪婪之人, 定然无法抑制自己的意气。” 不妨就权当梭伦是在为我们代言吧;若是换作旁人将这根权杖带入言说之中,定然无法……

语法注3 条
  1. 396ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν

    承接前文動詞 συνεχώρει(同意、退让)的不定式短语,由 ἀλλά 引出,延续 ᾤετο 表达的意愿或规范,意指“宁可不要把所有事物混淆在一起”,以避免招致嘲弄。

  2. 396στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν

    介词 παρά 接宾格(τὸν στρατηγόν)在此表示“违背”或“僭越、越过”。与命令式 στρατήγει 及否定词 μή 连用,意为“切勿越过将领擅自发号施令/与将领分庭抗礼”。

  3. 396οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὄν

    双重否定结构,οὐχ ὡς οὐ(并非因为不……)后接中性分词 ἱκανὸν ὄν(独立对格用法),用于否定某种假定的理由:“并非因为这些理由中的任何一条本身不足以说明问题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:396-397