← 阿里斯·台德斯

关于附言

§394-395

自然的等级秩序与演说的真诚激情

演说家阐发了优者居先引导、劣者顺从跟随的自然秩序,并以此确立演说家与听众的关系,力辩自己的激昂陈词源于言说本性的驱策与至诚,绝非出于智者的虚饰作态或敛财之图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§394

ζώοις, αὕτη δʼ ἐστὶν ἀκούειν τοῦ βελτίονος, καὶ νομίζεις τὸν ἀετὸν οἷόν τʼ εἶναι τὸ ἴσον κινεῖσθαι τῷ κολοιῷ, οὗ καὶ προσιόντος ἔτι πόρρωθεν δήλη τοῖς ὁρᾶν καὶ ἀκούειν δυναμένοις ἡ ἀλκὴ σχίζοντος τὸν ἀέρα, ὥσπερ ὅταν ναῦται τῇ κώπῃ τὴν θάλατταν. δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἷα δράσει, μὴ ὅτι μασσῶν.1 σὺ δʼ ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα· ἐκείνων δʼ οὐκ ἤκουσας "ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται, ὁ δʼ ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων." ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφʼ ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπʼ ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὥρα σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δʼ ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι· εἰ δʼ ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἷός τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆς ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην,2 τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα; ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπʼ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπʼ ἔσχατον δʼ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δʼ οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλʼ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλʼ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτʼ ἔλεγον. ὥστʼ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον;3 ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς, ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτʼ αὐτὸς δηχθείς. ταῦτα δʼ ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγʼ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς

动物之中所确立的秩序,这秩序便是顺从更优秀者;而你竟以为雄鹰能够与寒鸦同等行动?雄鹰尚在远处飞临之际,它劈裂长空的威力便已昭示给那些能视能听之人,正如同水手们以桨劈开大海一般。雄狮在咆哮之时也同样清楚显露其将有何作为,更不用说当它撕咬猎物时了。然而你却既要求骏马的驰骋,又要求驴子的头形——这全然是无法相容之事!难道你未曾听闻那些诗句:“鬃毛在肩头飞扬,他依仗着自己的神采,双膝轻捷地将他带向马群惯常的驻地与牧场”。对驴子而言,足以自傲的便不过是卸下那为日常生计替主人四处驮运的重负,它所挨的鞭笞甚至多过所走的步数。然而我方才真如顺流而下一般被言说本身所裹挟。因此我且回到那个论点:你妄图篡改自然的法则,而那法则要求人们容忍优胜者的超拔,并仰望领袖而生活。将领回望士兵是可耻的,军队仰望将领方为美德;正如依我之见,舞者仰望领舞者,水手仰望舵手,民众仰望长官,听众仰望演说家一样。倘若你如今已从听众蜕变为演说家,那便是你接管讲席之时;但若你只是个渺小之人,只领受些微末之物而在这些事上消磨光阴,我便对你无可称赞之辞。不过,我想就方才提及的动机缘由作进一步审视,因为你也会承认,大多数事物正是依此评判的。因为,若我是为了诱引少年,抑或为了欺瞒不幸的父亲们以诱使他们为我奉上酬劳,才如此庄严地拔高这些言辞;若不仅是前日,而在以往任何时候,我曾屈服于任何此类企图而讲过或做过任何或大或小之事,你尽可随意处置我,我绝不推卸。但如果我的心境只是顺从言说的本性在运转并向前推进,如同聆听他人的言辞般倾听自己的言说,或者说在这一方面我完全处于劣势且受到束缚,无法如巴克科斯狂欢者般纵情欢呼并毫无惧色地享用欢愉——倘若这卷书是出自他人之手,我纵使雀跃起舞也决不至感到羞耻!——那你为何抛开对我自制力的惊叹,反倒责难那些绝不属于我的事物呢?那么我还要作更大程度的让步:权当这一切从未发生。凭众神起誓,你能说我行事全然毫无必要,只是循着智者的习气与虚骄,为了排场而无端卖弄这些吗?难道众人不知晓我与这些行径有多么殊途吗?我们的做派难道不是全然不同吗?难道你们所有人没有亲眼见到这些言说已竭尽所能抵达真实的极限,难道大家没有见到关于它们的一切筹划都达到了真实的极致吗?我何时曾故意逾越节度去操弄手势,或做出某种嘴唇的动作?又有何种令人反感的服饰装扮?诚然有些人曾用斗篷掩藏自身,或许是按照自身的身价行事;但我却不曾如此,尽管我比寻常人更需要遮蔽,我却避开了这层掩饰。我可曾造作过任何其他此类虚饰?我可曾如某些人那样折身起舞?他人的恶劣与我何干?我竟有如此之多的闲暇吗?对我而言,若能专心于言说本身与必要之事度过此生,不给自己招致外来的祸患,便已足矣。因此,我正是受言说之灼热点燃而讲出这番话的。所以,即便如你所言绝不可胡言乱语,但若此种情形乃是出自言说奔涌之势,那么提出那不可能办到的规劝又有何益?这正如有人在海上被狂风卷走,而你却在岸上对他说“瞧,我正静静坐着”,以此命令他保持镇定驻留原地一般。在我看来,你正如谚语所云,自己从未被蝰蛇咬过,却去指责被蝰蛇咬伤之人。佩阿斯之子菲罗克忒忒斯若听见你这番话,也是断断无法容忍的。然而,你或许以为我是那些智者中的一员,需要引介者在旁加以提点规劝且理当如此。至少我曾经亲眼见过一位智者在演讲中途,被其引介者强行引带出场,以至于...

语法注3 条
  1. 394μὴ ὅτι μασσῶν

    惯用的省略句式(相当于拉丁语 ne dicam),意为“更不用说”、“且不说”。此处接现在分词 μασσῶν(撕咬、咀嚼),与前文的“仅凭咆哮便已昭然若揭”(ἐπιβρυχώμενος)构成递进对比(a fortiori),即“咆哮时尚且如此,更不用说在撕咬猎物之时了”。

  2. 395ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην

    与事实相反的虚拟条件句(反事实条件句)。由 ὥσπερ ἂν εἰ 引出假设从句并搭配直陈式过去时 ἦν,主句则使用 ἄν 搭配未完成过去时 ᾐσχυνόμην,表达“倘若那卷书本是别人的,我即便雀跃欢呼也不会觉得羞愧”,以此衬托作者在自身言说的神圣威严面前所感受到的敬畏与自制。

  3. 395τί τῆς ἀδυνάτου συμβουλῆς πλέον;

    由疑问代词 τί 与中性比较级 πλέον 以及比较属格(τῆς ἀδυνάτου συμβουλῆς)构成的惯用修辞反问句,字面意思是“从这不可能办到的规劝中还能多得什么?”,即“提出这般无法实现的规劝究竟有何益处?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:394-395