← 阿里斯·台德斯

关于附言

§392-393

论演说的神圣热忱与梦兆托庇下的融合

讲者援引神圣梦兆,阐明神圣狂热与灵感对于真正雄辩术的不可或缺,将融汇诸般文体风格、奔涌而出的演说家,与仅执着于个别字句而横加指责的狭隘听众进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§392

τοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν,1 ὥσπερ οἱ πρὸς τοὺς ἄλλο τι ὀρέγοντας ἑαυτοῖς βλέποντες, καὶ ταῦθʼ ὅταν ἐξ ὑψηλῶν προτείνωσι, καί τι ἔπος, φησὶ, προέηκεν ὅπερ ἄρρητον οὐ φορητὸν ἦν—φέρει γὰρ ὁ καιρὸς πόλλʼ ἅ τις οὐκ ἂν ἐννοήσειεν ἰδιώτης τῶν τοιούτων ἀγώνων—καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδʼ ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι,2 ἀλλʼ ἡ θέρμη καθάπερ τι φάρμακον μόνη δὴ παραπέμπει καὶ κατευθύνει καθάπερ ναῦν τὸν λόγον καὶ τοῖς ἐναντίοις χώραν οὐ δίδωσιν. ἡνίκʼ ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆς νάρκης νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆς ἀμβλύτητος ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα. ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός.3 ὥστʼ εἰ καὶ μηδένα μηδʼ ἀφʼ ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπʼ αὐτῷ τι φρονήσαντα, μηδʼ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δʼ εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δʼ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλʼ ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλʼ ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρʼ ἐκείνων δεῖται μαθεῖν ὁποῖʼ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόν γε δὴ καθαρῶς ἁπλοῦν καὶ φιλάνθρωπον· εἰ δὲ μὴ, τοὺς πολλοὺς ἐκφεύγειν ἐστὶν ἃ τῶν κρειττόνων μὴ λαθεῖν.4 οἷόν τι λέγω, ἔστι κάλλη περὶ λόγους, ὡσαύτως δὲ περὶ ποίησιν, καί τινες ἰδέαι καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμόμενος κατὰ τοῦτο ηὐδοκίμησεν· Ὅμηρον δὲ, εἰ βούλει, ποιητῶν ἐξαίρει λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, καὶ πρῶτον μὲν τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκριβείας δεῖ, ἐνταῦθα ὥραν προστιθεὶς, οὗ δʼ ἐργασίας, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχειρίζειν, οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν, ἐφʼ ἅπασι δὲ ῥᾳστώνην καὶ δρόμον, καί μοι παρείη περὶ τούτων ἄμεινον σοῦ καὶ τῶν σοὶ προσομοίων ἐπίστασθαι, σκοτοδινιᾷ δὴ πᾶς ἐνταῦθα ἀκροατὴς καὶ οὐκ ἔχει τίς γένηται, ἀλλʼ ὥσπερ ἐν παρατάξει κυκλούμενοι θορυβοῦνται, καὶ ὡς ἕκαστος ἔχει φύσεως ἢ δυνάμεως οὕτως ἐπαινεῖ, ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραία. ὁ δὲ ῥήτωρ ὑπὲρ αὐτῶν ῥήγνυται. τί φῄς; οὐχ ὁρᾷς τὸ ἀγώνισμα οὐδὲ ἀπὸ πολλοῦ, ἀλλʼ εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος5 καὶ πάσαις ἅμα ταῖς ἁρμονίαις χρωμένου κάθησαι πρὸς ἑνός τινος τῶν δακτύλων κίνησιν βλέπων, ὥσπερ ἂν εἰ καὶ ἐν λύρᾳ ἢ κιθάρᾳ πάντων ὁμοῦ δεικνυμένων μιᾶς χορδῆς ἤχου δοκοίης ἀκούειν. διδάσκει σε ὁ ῥήτωρ, ἄλλου μὲν οὐδενὸς ἕνεκα, ἴχνος δέ τι θεῖον σώζων ἐν αὑτῷ καὶ προνοούμενος καὶ σοῦ καὶ ἑτέρων, μάλιστα δὲ αὐτῆς τῆς φύσεως τῶν λόγων, ὅπως αὐτῶν τὰ σπέρματα εἰς γνῶσιν ἐλθόντα σωθείη κατὰ τὸ δυνατόν. ταῦτʼ ἐστὶν, ὦ τἀμὰ μὲν εἰδὼς, τὰ σαυτοῦ δʼ ἀγνοῶν, ἃ κἀμὲ πρώην ἐκίνησε. σὺ δὲ τὸν νόμον μεταβάλλεις καὶ τὴν τάξιν ἐναλλάττεις, ἣν ἡ φύσις κατέδειξεν οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις

除了言说本身及其掌管者之外,既不看眼前之物,也不看缺失之物,正如同那些注视着向自己奉献别样事物之人,尤其是当他们从高处伸出时更是如此;而且正如〔诗人〕所说:“他吐出了某种不说出来便难以忍受的词句”——因为关键时机所带来的许多事物,是此类竞技的外行无论如何也无法意料到的——并且,若松懈心智或屈意迎合听众,便不可能保全言说本应具备的针砭刺戟;相反,唯有狂热宛如某种灵药,护送着言说并如驾舟般径直引导它,不给对立之物留下任何余地。然而一旦这种狂热消退,言说的力量便随之衰竭,麻木占据上风,这般的演说家势必被迟钝所冷却而向下坠落,犹如一只垂下双翼的雄鹰。 我还可以向你复述一个神圣的故事,是我不久前在夜间从某位更高存在那里听来的,讲述神圣狂乱究竟是何物。那番话大抵如下:他说,心智首先必须脱离惯常与凡俗之物而萌动,一旦萌动并俯视大众之后,就必须与神灵交往并超然绝伦。教导者又说:“这两者都绝非怪事;因为俯视众人,他与神相交;而既与神相交,他便超然绝伦。”这便是从诗人们所谓的“神圣之夜”为你带来的纪念,它经由角门而来,却确实比任何象牙都更为明亮。因此,即便我们无法从任何单一门类中举出一个以此为荣之人,即便言说中的这种激越之情并非不可或缺,而只是神明如今将我们引至这般境地,我们也决计不会将这份首领尊荣视作一场不幸。然而你却责难这一言辞的表征本身!或者凭众神起誓,最优秀的听众并非那过度节制之人,而是那懂得受感动、能够与所讲之话相呼应之人。而最卓越的演说家难道不是那最为炽烈、自身最先领悟己意之人,反而是那屈从于听众、抑或需要从听众那里获悉自己所讲为何物之人吗? 且请你也思量此事。我断言,正是为了言说本身,纯洁质朴且关爱世人的演说家往往必须有所脱稿附言;否则,那些绝不该瞒过更高存在的事物,就会从大众眼皮底下溜走。我的意思是:在言说中有种种美,在诗歌中亦是如此,更有彼此相距悬殊或相近的各色文体风格;要一举兼备这一切绝非易事,然而每个人各自截取其一部分,便能凭此赢得盛誉——如果你愿意,尽可将荷马排除在诗人评述之外。因此,倘若有人将遍历所有这些优美并在此类言说中融合所有调性作为角逐的目标:首先根据时机赋予恰如其分的人格特质,继而安排文体的搭配,在需要精审之处增添华美,在需要工力之处增添速度,为繁冗注入明晰,在崇高之处施以优雅,在需要独创构思之处给予得当处置,在需要大胆之处赋予稳固,并在这一切之上施以轻捷与奔流之势——但愿我能被赐予比你及与你相似之人更能透彻理解这些奥妙的能力!——那么在此时,任何听众都会感到目眩神迷、不知所措,反倒如同在阵列中遭到包围的兵士般惶惑骚动,并依凭各自的天资或能力加以赞扬:有人称赞词句的精准,有人称赞心智的敏妙,有人则称赞其华丽。而演说家则为他们拼尽全力。你说什么?你甚至未能从远处看清这场竞技,反而正如俗语所说,在我分别吹奏两支管乐并同时运用所有和声之际,你却坐在一旁,只盯着某一只手指的动作,正如在里拉琴或基萨拉琴上所有琴弦同时展现之际,你似乎只听见单单一根琴弦的声响。演说家教导你,别无他求,只因他在自身中守护着某种神圣的痕迹,并为你及他人着想,尤其是为言说本身的本性着想,好让它们的种子进入人们的认知,并尽可能得到保全。你这只知晓我的底细却对自身一无所知的人啊,正是这些东西前些日子打动了我;然而你却在篡改法则,颠倒自然不仅在人类中、亦在万物中所彰显的秩序。

语法注5 条
  1. 392τοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν

    承接前一语段末尾的 ἀλλʼ ἢ πρὸς αὐτούς,作为介词 πρός 的宾语,与 αὐτούς 构成同位语。

  2. 392καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδʼ ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι

    无人称动词 οὐκ ἔστιν(“不可能……”)统领不定式 διασώσασθαι;分词 ἀνέντα 与 ὑποθέντα 采用宾格,与不定式隐含的逻辑主语一致。关系从句 ὃ προσήκει 修饰先行词 κέντρον(“言说应有的刺戟/要点”)。

  3. 392διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός

    化用荷马《奥德赛》第19卷中“真梦出角门,假梦出象牙门”的典故。该分词短语修饰 ἀπομνημονεύματα,意指这一来自神圣之夜的启示经由角门而来,却比任何虚饰的象牙更为光辉璀璨。

  4. 393εἰ δὲ μὴ, τοὺς πολλοὺς ἐκφεύγειν ἐστὶν ἃ τῶν κρειττόνων μὴ λαθεῖν

    εἰ δὲ μή 意为“否则”。ἐστίν 作无人称用法,后接不定式 ἐκφεύγειν(“结果是……逃脱了”)。关系从句 ἃ τῶν κρειττόνων μὴ λαθεῖν 作为从属成分,意为“那些不该瞒过更高存在的事物”。

  5. 393εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος

    插入语 φησί(“正如所言/他说”)切入属格绝对构式(ἐμοῦ... αὐλοῦντος)。此处指古希腊双管笛(aulos)的高超技艺,即两支管子各自独立吹奏不同声部。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:392-393