← 阿里斯·台德斯

关于附言

§390-391

英雄的狂烈与激发演说者的神圣灵感

演说者援引荷马史诗中赫克托耳与阿喀琉斯受神灵驱策的狂烈战意,论证投身于神圣言说的演说者同样必然受到阿波罗与缪斯的热烈灵感所激发,从而驳斥了对手狭隘的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§390

ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς, ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος "μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης, ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο·" καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δίʼ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δʼ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος; "ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς, τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος ἄτλητον· ὁ δʼ ἄρα Τρωσὶν μενεαίνων δύσατο δῶρα θεοῦ." ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν ἆσσον ἴθι καὶ δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα;1 ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς σύμβολον, ὧν δʼ ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δʼ αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφʼ ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθʼ ὅτι ὥσπερ τὰ παρʼ Ἡφαίστου ὅπλα αὐτὰ καθʼ αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφʼ αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ διʼ ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετʼ εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδʼ εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλʼ ἢ πρὸς αὐτοὺς2

此人并非无神相助而这般狂乱,而是有雅典娜亲临,至高的节制之德皆已奉献于她。你想必也听过荷马谈及那些角逐者: “他狂乱着,正如持矛的阿瑞斯,或毁灭之火 在深山密林之中狂烈燃烧, 泡沫出现在他的嘴角周围;”而且你知道接下来的诗句,姑且随你的意。凭宙斯起誓,难道你会说此人是个蛮族人,无法克制自己?但对于另一位、阿开奥斯人中最俊美的那位,我们该怎么说呢?在放弃了愤怒之后,诗人又是如何为他披上战甲的,难道你不记得了吗? “在他们中间,神一样的阿喀琉斯正在武装, 他的牙齿格格作响,双眼 闪烁如火焰的光芒,心中 沉落着难以忍受的悲痛;他怀着对特洛伊人的狂怒, 穿上了神明赐予的甲胄。” 你看到诗人将这一切一并赋予了这个人:牙齿的咬击声、眼中的烈焰、对敌人的怒火、对不幸的哀痛、在战友面前的威严仪态。确实,厄倪俄与厄倪阿利俄斯的舞者们便是以这种方式立定,既不能让心智沉静,更绝不能让双手安息;他们的嘴唇以及身体的各个部位都在以某种奇异的动作抽动,悲痛、愤怒、渴望与算计的奇妙融合笼罩着他们。即便他们进入言谈,在行动的间歇中也会说出这样的话: “靠近些吧”以及 “可怜之人的子嗣竟敢迎击我的威力。” 那么,对于赫尔墨斯与缪斯们的舞者——众神之王宙斯命带翼言辞的美丽与大胆环绕其身者——你难道要求他们像厄伦波伊人那样目光向下盯着地面来展示自己的作品,与驮驴毫无区别,介于清醒与沉睡之间;还是要求他们显现得丝毫不比受科律班忒斯或某种炽热神灵附体之人迟钝,反倒让所发生的一切与歌调一同律动?对于狄俄墨得斯的头盔与盾牌如荷马所言喷吐火焰,你并未责怪,反而赞叹不已并视其为伟大功业的象征;然而对于那些女神自其头顶本身释放火焰的人,你难道连宽恕都不肯给予吗?你会说哪一场战斗有如此炽烈的狂热在引领,能如引领充满生命力且真实的言说那样呢?或许真如大流士所言,火整饬了万物——这话出自智者之口甚于出自掌权者之口——但言说的真正源泉只有一个,即来自宙斯的真正神圣的天火;置身于此火之下,受过秘仪启蒙并被推向大庭广众之人绝无可能沉睡。然而在那种时刻,你却要求他注视着你和你的眼神,像个孩童一样提心吊胆,唯恐嘟哝出任何会引起你不快的话。你所设限的不是冬日溪流,而是尼罗河,而且它在拥有浩瀚体量的同时亦具备匀称的节度!难道你不知道,那位诗人将来自赫淮斯托斯的兵器描绘成仿佛能够自行运动吗?我以为阿波罗的箭矢也曾在与他同仇敌忾时自行鸣响。同样,在关于神明言说的竞技中,当言说本身自行运转时,许多诸如此类的辞句便如脱口而出般喷涌,此时言说便产生了一种必然的、随着其冲势而来的呼啸之声,宛如带着锐响疾驰的利箭。因此我担心我是在对着聋子说话,并在某种程度上将秘仪展示给未受启蒙之人而泄露了圣仪;然而,正如神话中隐秘的话语一样,这话是对有能力聆听之人说的,对你而言则别无深意。因为我是说,每当神之光芒环绕,正如俗话所说借由战车——诗人赋予缪斯们的那种战车——如闪电般划过,并如从阿波罗泉源中汲取的一剂饮露般攫住演说者的灵魂时,它便立刻以欢欣伴随着紧绷之力与狂热充盈其身,抬起他的双眼向上,使发丝直立;这样的人,无论你愿称他为舞者还是巴克科斯狂徒,既不看眼前之物,也不看缺失之物,唯独只注视着他们自身,

语法注3 条
  1. 390πότερα εἰς γῆν κάτω βλέποντας ... ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα;

    由 πότερα ... ἤ ... 引导的二选一疑问句。句首宾格短语 τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς(赫尔墨斯与缪斯们的舞者)作为全句的话题宾格(兼不定式逻辑主语),在动词 ἀξιώσεις 统领下形成两项对立:前半部分的 [αὐτοὺς] ἐπιδείκνυσθαι(垂首展示作品)与 ἤ 之后的 [αὐτοὺς] μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι ... ἀλλʼ ... κινεῖσθαι(展现不逊于附体者的狂热并随歌起舞)。

  2. 391ἀλλʼ ἢ πρὸς αὐτοὺς

    固定习语 ἀλλʼ ἤ(除……之外),呼应前文的否定词 οὐδʼ εἰς ἓν ἄλλο(不看任何别的东西)。虽然此句在本段落末尾中断,但构文上清晰地表达出排他性限定,即仅将目光投向他们自身(πρὸς αὐτοὺς)。

  3. 390οὐχ ὅδʼ ἄνευ θεοῦ τάδε μαίνεται

    直接承接前一段落末尾的主句动词 τόλμησον εἰπεῖν(“那你倒敢说一句试试”)的直接引语。此句化用了荷马《伊利亚特》第5卷第185行(οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται),并与随后的属格独立结构 ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς 形成对照。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:390-391