← 阿里斯·台德斯

关于附言

§388-389

戏剧诗人的自由与居鲁士的先例

演说者驳斥了对手的自相矛盾与恶意,指出剧作家尚被允许在中场自夸,自己一句附带之言却横遭非难。他进而结合适宜的时机、神圣感召及大居鲁士的先例,论证了在激战与沸腾时刻自负的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§388

καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς1 ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δʼ ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλʼ ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις. τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δίʼ αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δʼ αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ λόγου κάλλος, εἰκότως ὑφʼ ἡμῶν ταῦτα ἐλέγετο. ἐπʼ αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην2 ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δʼ οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότʼ ἦσθα σύμψηφος, ἢ ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατʼ ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, ἢ τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, ἢ καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκʼ οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω μέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν3 δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίζοι τις ἄν; σὺ δʼ ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς; φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;4 ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ

人们也会看到,裁判和观众们同样准许那些不得已的角逐者们稍微跑题谈论一下自己;他们常常摘下假面,在所扮演的缪斯戏剧的中途庄重地面向民众演说。然而对于我们,你甚至连这么一点喘息的机会都不予提供,更何况你原本无足轻重,若是能以奴仆的身份列席所发生的一切,便已当知足了。 凭诸神起誓,若有人问你,你究竟会说什么?凭宙斯起誓,难道是说那些话令人反感且粗鄙?那么,若对于大众而言是如此,大众为何不感到不快?若仅仅对你而言是如此,你为何要托庇于大众?因为这所谓的大众,实际上显露出来的几乎只是某一个单独的人——而且是一个心怀嫉妒之人,即便不是嫉妒,至少也是个冷漠之人。况且,如果你自己当时也赞扬了这篇演说,那么所说的话本是合你心意的。因为你绝不至于自认为配分享因我的作品而生的愉悦,却在看到我本人欢欣时将其视为一场灾难吧!但若是演说的美感从你眼前溜走,我们说出这些话便是合情合理的了。那么,对于我随口附带说出的那些话本身,你究竟持何种态度呢?如果连你自己也感到不快,那些话正是为此而说的,好让你烦恼。因为,当你把我因自作而喜悦视作损失时,我若是因你为此痛苦而将其视作收获,又有什么不合理呢?然而,如果你当时认可了所说的话,如今为何又要指责你当年赞同之事?或者当你处于这种状态时,你究竟是在控告两人中的哪一个?因为显然,你指责自己并不亚于指责我。由此可见,此类事情不仅普遍要根据人物及其价值来评判,而且还要根据时机以及每次附加的缘由予以衡量。例如,若有人出于狂妄与傲慢而选用此类言辞,或蓄意侮辱大众并视其一文不值,抑或如我刚才所言出于某种私心——正如我曾见过的某些人那样,高耸着双眉,步态俨如与他们相遇之人的主宰,一生都被粉饰得足以立刻威慑所迎面相撞之人——对于这样的人,我认为愤慨是正当的,当视其为戈耳工头颅的后嗣,并未享受到他们所标榜的言说的至美果实。然而,若有人在平生其他时候所选择的生存方式是如此克制而平易近人,以至于恰恰因此而最为人所知,并以此为他的标志——除非我此刻又在不知不觉中说了什么过分自大之辞而必须请求宽恕——唯有当神明激荡其心之时,他才就自己说出几句话,且无论所言为何,又是在恰逢角逐与时机、按理除言说之外别无他念之时吐露,随后便抽身离去,对此又有谁能予以责备呢?可是凭宙斯起誓,请告诉我,难道你竟有如此多的闲暇,以至于撇下那些幻境,像鸟儿一般专门挑剔细小微贱之物,好让你宛如捡到了横财一样带着毁谤的把柄离去?那么就请说这也是我出于仁爱而为之吧,好让你不至于彻底灰心丧气,反倒有活下去的动力!因为看来你曾领受过某种德尔斐神谕:一旦称赞了所有人,自己便会丧命。因此你反而欠我一份报酬;若你指责此事,倒也算指责得合情合理!难道你对皮提亚女祭司本人及神谕宣讲者,当他们神灵附体脱口而出时,也会严加审视,紧盯着其仪态与眼神,若觉得他们言辞有任何大胆之处,事后便向他们问罪吗?可怜且远离神明的人啊,这一切难道不正是源于当时的狂热时机吗? 我还要提醒你想起色诺芬:他在谈论大居鲁士时说道,居鲁士在平时朴素整洁、举止有礼,最不喜自吹自擂,可一旦步入战场激战发热之际,便绝不说任何卑下之词,亦不退缩收敛,而是极力振奋自己与将士们的气势。此乃理所当然;因为朋友啊,你若从灵魂中拔去了刺激之刺,便等同于剥夺了勇气的滋养之资。请你也用同样的方式来审视我,并加上更重要的一点:看我是不是并非将要参赛,而是已经投身其中、正处于搏杀之时,是不是恰逢其急迫关头,是不是归属于更高之力,是不是在言说沸腾之际,自己先受到驱策,继而以同样的刺激之刺去撼动大众,为了引起专注并造福于听众的共同利益而附带吐露了这些言辞——而这恰恰也是我们在前言中予以赞赏并宣称前言所必需的品质。如果你发现我所说的这些条件确实具备,那你倒敢说一句试试:“此人并不是……”

语法注4 条
  1. 388τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς

    分词 ἐπιχωροῦντας(源自 ἐπιχωρέω,“允许”)所要求的与格补足语,充当不定式 παραβῆναι 的逻辑主语。ἀναγκαῖοι 指代前文提及的悲剧与喜剧表演者,即节日竞技中体制上不可或缺的参演者;同时 παραβῆναι 巧妙地双关了喜剧中的“插话(parabasis)”,指演职人员偏离正剧、径直向观众陈辞的行为。

  2. 388εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν ... ταῦτα παρεφθεγξάμην

    由命令句 ἐξέταζε(“审视/检验”)所统领、由一系列 εἰ 引导的间接疑问/条件从属结构。核心谓语动词 παρεφθεγξάμην(“我附带说出这些话”)受到对比分词(μὴ μέλλων ... ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος)、介词短语以及独立属格句的层层修饰,极力申明该发言是在置身实战、受神力驱动且言辞沸腾的紧急关头所为。

  3. 388ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω μέτριον καὶ κοινὸν ᾕρηται ... τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν;

    超长关系从句(ὅστις ... ἀπηλλάγη)在句首作为主题悬置,随后在主句的反问句 τί τούτῳ ταῦτʼ ὀνειδίζοι τις ἄν; 中由指示代词与格 τούτῳ 予以复指接续。主句谓语为带有 ἄν 的潜能祈愿式 ὀνειδίζοι,通过列举一系列限定前提(平素的谦逊、神意的激发、竞演的热切),强化了指责此种行径的荒谬性。

  4. 389ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;

    表属性或归因的表语属格(predicate genitive),意为“这一切全系当时的时机所致”。承接上文皮提亚女祭司及降神者的狂热状态,将演说者那一刻的慷慨自负归结为“关键时机与灵感时刻(ὁ καιρός)”的必然产物,而非个人自大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:388-389