← 阿里斯·台德斯

关于附言

§386-387

艺术家与诗人的自赞及对双重标准的驳斥

说话者列举了帕拉西奥斯、宙克西斯等画家,以及阿里斯托芬等喜剧诗人和伊索克拉底公然赞美自身杰作的事例,以此谴责论敌仅对他一句附带的自负言辞横加指责的双重标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§386

μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον "εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς." εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη;1 ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί; "Ἡράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, δείξας νικάτω·" δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη "οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν," ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.2 καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε "Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,"

……就在近旁,教给我一位画家的这样一首题诗: “即便听闻此言者难以置信,我仍要宣称:如今 这门技艺明确的极境已由我们的双手所探明, 且已树立起不可逾越的 界石;然而凡人之中从未有无可挑剔之物诞生。” 那么,凭宙斯起誓,你既然认为那位画家有资格对自己说出如此过分的夸张之辞并大放厥词——尽管对他而言本可通过技艺在沉默中完成自己的使命——难道一个位列极少数卓越者之一的人(关于我自己的言辞,我此刻不再多说)仅仅在附带说了一句只言片语,在你看来竟成了某种骇人听闻的罪过吗?再听听另一位画家的言论吧,按你的说法,他是个招摇撞骗之徒,但据深谙此道者所言,他的自负并不过分,而是完全得当。他是怎么说的呢? “赫拉克利亚是家乡,名字是宙克西斯;若有哪位凡人 自称掌握了我们技艺的极境, 便让他展示出来取胜吧;”他说:“我想,我们绝不会屈居第二。”这首题诗,他自己并未因其狂妄而退缩,他的同伴在他作诗之后也无人建议他将其抹去。而那位傲慢之徒竟又做出了何等的大胆之举并敢于题写出来!他在绘制了海伦的肖像之后,竟在旁边题上了荷马的诗句: “特洛伊人与胫甲完好的阿开奥斯人 为此等妇人长久忍受苦难,亦不足为怪,”仿佛绘制海伦的肖像与宙斯生下海伦本人竟是同一回事一般。 画家之事我且置之不理;但我曾听闻某位喜剧诗人以令人惊异的方式自吹自擂。然而,若有人问喜剧诗人们究竟因何自命不凡,我想他们大概会说是因为引起了欢笑,正如他们之中的一人在无人发问时便已承认的那样。可是即便如此,这些人也要求将文雅之士的谑语与市井大民的粗话截然区分开来;他们中的一人在戏剧开场时,像先知般自豪地宣谕道: “全体观众必须警醒, 从眼帘上抖落那些朝生暮死诗人的废话,”

§387

ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι "τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν." οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ;3 κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι, "σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι." σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς

仿佛在那一天他真能使所有人变得既聪慧又庄重似的。而在上演了《喀戎篇》后,他又在结尾极其傲慢地题写道: “这些作品乃我们历经两年方勉力琢磨而成,”并宣称让其他诗人们用其一生去模仿吧,言下之意显然是绝无任何人能够企及。他们中的另一人自称怀有赫拉克勒斯般的怒魄去从事最宏大的事业;而且继续往下,他还加上了一句与此呼应的话: “寻得了如此一位除魔驱邪者、这片土地的净化者。” 大地与诸神啊,难道这不是很荒谬吗?阿里斯托芬企图把自己的滑稽笑话比作赫拉克勒斯的丰功伟绩,而严肃演说的作者们——正如他本人也会承认的那样——认为自己的演说值得与他人的演说一较高下,在身为裁判的你眼中倒成了某种狂妄僭越吗?而且那位诗人在别处夸赞自己的一部喜剧时说道: “再三奠酒,指着狄奥尼索斯起誓, 绝无任何人曾听过比这些更美妙的喜剧诗句。” 可是对于一篇献给女神、且在女神相助之下写成的言说,你甚至连不发誓、仅仅口头赞美一句都不允许!其他的人我暂且不提;但为了让你当场抓获自己是个傲慢、诬告且多管闲事之人,请审视究竟是谁如此赞美自己的演说,以至于在演说本文之中便径直谈论起自己,正如喜剧诗人谈论自己的剧作一般:他在开篇前言中许诺,自己的演说将无愧于主题,无愧于自己为之倾注的时光,甚至还补充说无愧于自己迄今为止度过的全部岁月;而在末尾,他更如同将所有人引入一场竞技比试一般向众人挑战,断言无人能够望其项背。然而你究竟会说什么呢?难道那个人有资格对自己的作品抱有更高的自豪,或者说允许他甚至超越应有的限度自夸,而我却连应得的自豪都不配享有?允许他将自己对演说的评价题写入言说文本之中,而我却连在言说之外附带提及一句都不被许可?而且对于喜剧诗人和悲剧诗人而言……

语法注3 条
  1. 386εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη;

    句首的 εἴτʼ 是副词/连词 εἶτα(“那么”、“然而竟”)在元音冲突时的省略形式,引导带有愤慨语气的反问句。全句的核心骨架由 μέν ... δέ 构成的对比结构维系:一方面是“τὸν μὲν δεῖνα ... ἠξίους λέγειν”(你认为某位画家有权自夸),另一方面则是“ἄνθρωπον δὲ ... παραφθέγξασθαι θαυμαστόν τί σοι ... κατεφάνη”(而屈指可数的卓越之人仅稍作附带提及,在你看来竟显得骇人听闻)。

  2. 386ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι

    由 ὥσπερ 引导的宾格绝对结构(accusative absolute)。中性单数分词 ποιοῦν 作非人称/情境性用法,意为“仿佛造成相同效果/同属一事”。其具体内容由紧随其后平行的两个不定式短语“εἰκόνα τε Ἑλένης ποιῆσαι”(制作海伦的画像)与“τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι”(宙斯生下海伦本人)构成等同对照。

  3. 387οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ;

    由非人称句首“οὔκουν δεινόν [ἐστιν]”(“难道不是很荒唐/过分吗?”)所统辖的长大带宾格的不定式结构。全句骨架依托 μέν ... δέ 的对仗展开:“Ἀριστοφάνη μὲν ... ἀπεικάζειν”(一方面阿里斯托芬将自己的笑话比拟……)与“τοὺς δὲ ... ποιητὰς ... ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι”(另一方面严肃演说的作者们认为值得将作品比较竟被视为傲慢)。在后半句中,不定式 δοκεῖν 的主语是整个短语“τοὺς ... ποιητὰς ... ἀξιοῦν παραβαλεῖν”,而 ὑβριστικόν τι 则作其表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:386-387