← 阿里斯·台德斯

关于附言

§384-385

苏格拉底等先贤的正当自夸与直言

演说者列举了苏格拉底、伊菲克拉特斯和埃帕米农达等人的言行,阐明伟人皆以正当的豪气与直言(parrhesia)谈论自身,以此论证针对自己的指责是毫无道理的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§384

αἰτίας;1 εἰ μὲν γὰρ κἀκείνῳ ταῦτʼ ὠνείδιζες, πόρρωθεν συκοφάντης εἶ, εἰ δʼ ἐκεῖνόν γʼ ἂν ἀφῆκας, τοῖς αὐτοῖς ἐμὲ συκοφαντεῖς. δοκεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα οὐκ ἔξω τῆς Δημοσθένους γνώμης ἔχειν τὴν ἐπιγραφὴν, ὃ νῦν ἀναγιγνώσκομεν ἐν Κεραμεικῷ. ἐμοὶ μὲν οὖν ἐξήρκει, ἐπειδή γε καὶ ῥητόρων ἐμνήσθην, τάττοις γὰρ ἄν που καὶ ἡμᾶς ἐνταῦθα χοροῦ· οὐ μὴν ἀλλʼ ὑπέρ γε τῆς ἀληθείας διὰ πάντων ἐθέλω τὸν λόγον ἐξακριβῶσαι, ὅπως καὶ γνῷς οἷος ὢν ἐμὲ νουθετεῖς, τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν.2 σκόπει δὴ καὶ ἑτέραν ἀπολογίαν ἀνδρὸς σοφοῦ, ὃς τοσοῦτον ἀπέχει τοῦ κομπάζειν ὥστε καὶ τοὺς σοφιστὰς ἤλεγχε περιιὼν ὡς μάτην θρασυνομένους. λέγει τοίνυν τοῖς Ἀθηναίοις ἀπειλῶν ὡς, ἐὰν αὐτὸν ἀποκτείνωσιν, ἕτερον τοιοῦτον οὐχ εὑρήσουσι. καὶ ταῦτα εἰς ἀξιόχρεων ἀναφέρει τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐγὼ οἶμαι, φησὶν, οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. τοιαῦτʼ ἄττα ἐστὶν ἐν ἀπολογίᾳ Σωκράτους. καὶ γάρ τοι καὶ ἑάλω διὰ ταῦτα, φαίης ἄν. καὶ μετέγνωσάν γε οἱ καταγνόντες, φαῖεν ἂν οἵ γε ἀπʼ ἐκείνων. νὴ Δίʼ ἀλλʼ οὐκ εἶπε τούτους τοὺς λόγους Σωκράτης αὐτός. ἔστω τοῦτο. ἀλλʼ εἰ τὰ μάλιστα αὐτὸς μὲν μὴ εἶπεν, ἕτερος δὲ ὁμότιμος εἴρηκεν ὡς ἐκείνῳ προσήκοντας, εἰς ταυτὸν ἀφικνεῖται. φημὶ δʼ ἐγὼ καὶ διὰ βίου Σωκράτη μεγαλαυχεῖσθαι, καὶ εἰ τοὺς πολλοὺς λέληθεν. ἢ τί νομίζεις εἶναι τὴν πολλὴν εἰρωνείαν αὐτοῦ; ἐγὼ μὲν ἡγοῦμαι ὅτι τοῖς πολλοῖς ἐκεῖνος ὥσπερ παισὶ διελέγετο, ὡς ἀληθῶς προσπαίζων τε καὶ ὡς εὐηθικοῖς οὕτω προσφερόμενος. οὐκοῦν ὅτε σπουδῇ μὲν οὐκ ἐθαύμαζεν, οὐτʼ ἔφασκεν, οὐδʼ αὖ διενοεῖτο περὶ ἑαυτοῦ ὡς τῷ ὄντι οὐδενὸς ἀξίου, φαίνεται δʼ ὅμως τοῖς ῥήμασι τούτοις χρώμενος, ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γʼ ἄν τις οὑτωσὶ συμβαίνειν;3 καὶ δὴ τὸν μὲν Σωκράτη, εἰ βούλει, παρίημι, τὸν δὲ Ἰφικράτη σκόπει, ἄνδρα οὐ μεθόριον ῥήτορος καὶ στρατηγοῦ, ἀλλʼ ἀμφοτέρων ἐφικνούμενον. ἆρʼ οὖν διῆλθές ποτʼ αὐτοῦ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς δωρεᾶς; καίτοι τίθει μὲν, εἰ βούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δʼ Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, ὃ δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς,4 καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώτους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν, ἢ ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστʼ ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε ὁ Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, ἢ πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρʼ οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δʼ ὑπὲρ τῆς ψυχῆς ὑπʼ Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δʼ αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, ἢ οὔ; ἐπειδὴ ἀπέφησεν ὁ Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπʼ ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον. ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, ὃ πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν; ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο

免除罪责?因为如果你当时也以此斥责他,那你便自始至终是个诬告者;但如果你本会免除他的罪责,那你如今便是因完全相同的事情在诬告我。在我看来,我们如今在凯拉米克斯所读到的那篇铭文,其题刻亦不违背德摩斯梯尼的本意。对我而言,既然已经提到了演说家们,这本已足够,因为你或许也会将我们列入那一行列之中;然而,为了真理,我愿意通过一切事例将这一论点彻底阐明,好让你明白你究竟是何等样人竟来训诫我——正如谚语告诫你的那样,去『放你的山羊』吧。 现在且看另一位智者的辩护,他是如此远离夸诞,以至于四处巡游反驳智者们徒具虚妄的狂妄。他竟然带着威胁对雅典人说,如果他们杀了他,就再也找不到另一个像他这样的人了。而且他把这归因于一位无可置疑的证人——德尔斐的神。他说:『依我看,在这座城邦里,对你们而言还从未有过比我对神的侍奉更大的恩惠。』苏格拉底的申辩篇中便有此类言辞。『正是由于这些话,他才被定罪的,』你或许会说;而那些人的后代则会说:『判他有罪的人后来都后悔了。』『凭宙斯起誓,但这些话并非苏格拉底本人所说!』就算如此吧。然而,即便他本人完全没有说过,而由另一位地位相当之人认为适合于他而代其道出,其结论亦是相同的。况且我断言,苏格拉底终其一生都是极其自负的,哪怕寻常大众未曾察觉。否则,你以为他那众所周知的反讽究竟算什么?依我之见,他与大众交谈如同与孩童对话,实则是戏弄他们,视他们为愚钝之徒。因此,既然他并非真正钦佩,亦未宣称、更未打心底认为自己真的一文不值,却显然仍在使用这些言辞,难道不就只剩下这般解释——正如人们所能指出的那样——即相对于他自己而言,众人才是一文不值吗?那么,苏格拉底我就暂且不提,只要你愿意;但请审视伊菲克拉特斯,他绝非介于演说家与将军之间者,而是兼通二者之人。你可曾通读过他那篇《论赐赠的辩护》?不过,只要你愿意,你大可将那篇演说视作吕西亚斯的作品;若你更倾向于此,亦可将其视作伊菲克拉特斯本人的。在整场辩论中,没有任何东西像那种豪气一样显赫,而正是这种豪气使该篇演说优于吕西亚斯的寻常作品。因为他向雅典人说了其他许多绝非符合你的心胸的言辞,并且说道:『如果你们有七位像我这样的将军,拉刻代蒙早已化为无人之境。』在提及被雅典人奉为万般恩人中最首要者的哈尔莫狄奥斯和阿里斯托盖顿之后,他说假使生活在他们那个时代,他要么会将他们收为部属,要么会被他们招揽共事。他又说:『雅典的男人们,你们以为来自你们的这些铭文和石碑对我而言是何等尊荣之事,但对我而言,伯罗奔尼撒早已伫立着一座耸入云霄的石碑,昭示着我的武德卓越。』他的直言不讳达到了这般地步,以至于他将自己与双方的将军——无论是同胞城邦的将领,还是敌方的将领——一一作比。然而凭诸神起誓,假使伊菲克拉特斯当时准备辩护时将你留在身边作为谋士,你究竟会建议他用这种方式辩护,还是会建议他跪倒在地哀求审判官呢?难道他在为赐赠之事辩护时表现得具有某种直言豪气,而在被阿里斯托丰指控面临生死存亡的危险时,就改变立场了吗?不,在那件事上他也坚守了自己的本性。据说,他质问阿里斯托丰道:『你若亲自掌控这些舰队,你会背叛它们,还是不会?』当阿里斯托丰否认后,他便说:『那么,你身为阿里斯托丰尚且不会背叛,难道伊菲克拉特斯反倒会背叛吗?』那么,再引述他的一句话,我便转向其他话题。据说当他在埃及布阵、战事一触即发之际,他对身旁的人说,他其他一切都准备得相当充分,唯独缺少一件最重要的东西。有人问他这是什么意思,他回答道:『敌人还不知道伊菲克拉特斯的名字,而这正是我在希腊面对危难时最大的法宝。』我还听说,埃帕米农达对底比斯人的辩护甚至比伊菲克拉特斯的辩护更为非同凡响;而对这些事情,谁又会感到惊愕呢? 然而前几天,一位像这样坐着的同伴对我……

语法注4 条
  1. 384αἰτίας

    充当分离属格,依附于上一段落末尾的动词 ἠφίεις(ἀφίημι 的未完成过去时),意为“免除其罪责/指控”。

  2. 384τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν

    独立属格结构。“放山羊”(αἰπολεῖν)典出希腊谚语,意指“安守本分”或“回去干你卑微的本行”。

  3. 384ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γʼ ἄν τις οὑτωσὶ συμβαίνειν;

    由惯用句型 ἄλλο τι ἤ(“难道不是……吗/无非是……”)与主动词 περιλείπεται(“剩下”)结合,并插入潜在祈愿式 φαίη γʼ ἄν τις(“人们自可这样说”)构成的复杂句。ὡς οὐδενὸς ἀξίων ὄντων 为表示主观判断的独立属格(“既然大众与他自身相比一文不值”),修饰不定词 συμβαίνειν(“出现这种局面”)。

  4. 385οὐ τῆς σῆς ψυχῆς

    性质属格,修饰前面的 ἄλλα,意为“不符合你的胸襟/气度的(言辞)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:384-385