- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:382-383
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了修昔底德笔下的伯里克利、阿尔喀比亚德与赫尔谟克拉底,以及德摩斯梯尼在《金冠辞》中的雄辩自白,论证卓越领袖与演说家表露自负实属理所应当,绝非无理的狂妄。
τῶν ἐν τῇ πόλει, πάντων δʼ ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, ὦ Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δʼ, ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δʼ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδʼ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδʼ ἀποκρύψαι,1 ἀλλὰ δέον παραιτεῖσθαι2 καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι ἢ τὸ ἐξ ἀρχῆς τοῦθʼ ὑμᾶς ἔπεισα, ἢ περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλʼ ἀντὶ τοῦ ταῦθʼ οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, ὦ Θουκυδίδη, ἢ Περικλέους ἦν; ἕτερος δʼ αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, ὦ Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο· ὃς σοῦ γε οὐδʼ ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. ὁ δʼ ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα· ἀλλʼ ὅρα τὰς ὑπερβολάς· ἰέναι δʼ ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δʼ ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ ὁ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος. φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμην —ὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμην—μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα3—ἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν· ὁ δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ ὁ τῶν Ἀθηναίων δῆμος, ἀλλʼ ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους· οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴν εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητʼ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας,4 τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ. καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. ὁ δʼ ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθʼ ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδʼ ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἢ ἐκεῖνόν γʼ ἂν ἠφίεις
当城中之人因瘟疫而死绝,所有人都在围攻他、并将他视作灾难的唯一祸首而群情激愤之时,他亲自走上前来,说了这番话:“雅典人啊,我早已料到会有此局面,你们发怒是不讲道理的。”因为他说:“我在各个方面都比你们所有人更卓越”,俨然一位荷马史诗中的宙斯。若论其他事情,人们或许还不至于如此惊愕;但是,宙斯与诸神啊!他身为演说家与将军,在公民大会上发言,而且正因这份能言善辩而遭民众猜忌,他却不仅没有将这一点视作不利因素加以提防与隐瞒,反而在应当谢罪并说出换作任何常人都会说的这番话——“雅典的男人们,请不要以为我是凭借言辞的机巧才在最初说服了你们,或是要求你们对眼前的局势保持乐观”——之时,他非但没有如此卖弄巧辞、掩饰遮掩,反而宣称自己在这一方面与其他美德一道超越常人,声称自己在言语上最为雄辩,而且这番话竟是放在演说的开篇——因为我想我几乎就是这般记忆的——这难道不令人称奇吗?那么修昔底德啊,这究竟是你的意思,还是伯里克利的意思?又有一人在同一位创作者的作品中说道:“雅典人啊,由我来统领乃是理所应当的——因为必须由此开端——既然,”他说——因为请添上〔这句〕——“指责我的并非像你这般的人,而是尼基阿斯。”在我看来,尼基阿斯即便被迫,恐怕也绝不屑于提及你的名字。而在叙拉古向民众发表演说的赫尔谟克拉底,难道在你看来不也是个彻头彻尾的吹嘘者吗?不管怎样,他极力拔高自己与叙拉古人,命令他们在西西里境外迎击雅典人,声称要向雅典人表明“这里的居民既非爱奥尼亚人,亦非赫勒斯滂人”。这些言辞尚算温和;但请看更过分之处:他竟要求迎战敌人时“不仅要抱有豪气,更要抱有蔑视”。而你却连“豪气”都给剥夺了。他要求人们蔑视危难,而依我之见,你却是从自己做起,要求连理智也全然不要有了。 来吧,正如审视一匹马的马具一般,再来考察一下另一位人物的装饰吧。因为我认为,关于德摩斯梯尼的著作,即使别的你未曾涉猎,但那篇流芳百世的《金冠辞》你总该读过。那么,正如所见你仅仅敬仰其盛名的德摩斯梯尼,在该处说道:“然而我自己深信不疑——或许是麻木不仁,但终究深信不疑,”——看他两次重复“深信不疑”是如何激怒你的——“若论起草提案,绝无任何人能比我起草得更精妙”——而我不过是就自己起草之文以及当时所展现之物略微提及,且那还是依凭彰显神谕的诸神之护佑;但他进一步补充道:“无论是采取行动还是出使各邦,绝无任何人比我行动或出使得更热忱、更公允。正因如此,我在一切事务中皆自列于前列。”随后,当信件被宣读完毕,他便说道:“是谁将菲利普逼至这般境地?并非雅典的民众,而是我的治邦方略,埃斯基涅斯!那人发出了这等声音,尽管在此之前他曾对这座城邦扬起诸多狂妄大胆的言辞。”大致如此吧,因为那些字句我也无法分毫不差地记诵。然而,比这些更为光彩夺目、且在演说末尾已然带有伯里克利风范的,乃是如下言辞: “如果在各希腊城邦的对应职位上,只要有一位像我在你们当中这般的人;或者说,只要色萨利有一人,阿卡迪亚有一人与我同心同德,那么无论是温泉关以外还是关内的希腊人,都绝不会遭受眼前的灾祸;所有人都会成为自由与自治之人,在毫无恐惧的平安与幸福中定居各自的祖国,并因我之故,将如此众多、如此伟大的福祉归谢于你们及其他雅典人。” 想必在当时,一些渺小而不幸之人听到德摩斯梯尼这番言论亦会愤愤不平,痛斥他为狂妄自大之徒。但随后的历史证明,这一切毫无夸大之词,单单产生这样一位人物,对全希腊而言便已是充沛的收获。因此,你绝无法与他争夺魁首,亦无法与那些你认为我的言论只需与其相提并论者争锋。请凭诸神起誓回答我这个问题:假使你与那人生活在同一时代,你究竟也会对德摩斯梯尼提出完全相同的指责,还是会对他网开一面呢?
- 382τὸ δʼ, ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δʼ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδʼ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδʼ ἀποκρύψαι
带冠词不定式短语 τὸ ... φυλάξασθαι μηδʼ ἀποκρύψαι 在构词上承接前文 ἧττον ἄν τις θαυμάσειε 中隐含的惊叹/宾格支配结构。分词 ὄντα、λέγοντα 及形容词 ὕποπτον 作为宾格主语的同位修饰语,其后插入了长句(δέον παραιτεῖσθαι...),最终在逻辑上贯通至核心动词 φάσκει προέχειν。
- 382δέον παραιτεῖσθαι
δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,构成宾格独立分词结构(accusativus absolutus),在此表达转折或对照:“本来理应请求包涵……”。
- 383μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα
此为间接引语中 ἄν 与不定过去时不定式(γράψαι)连用的潜在结构,对应直接引语中的愿望语气加 ἄν(οὐδεὶς ἂν γράψειε)。分词 γράφοντα 修饰主格对格代词 μηδένα,带有条件或状语性质:“若论起草法案,绝无任何人比我提得更好”。
- 383εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητʼ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας
这是过去相反事实的虚拟条件句(条件从句用 εἰ 搭配直陈式过去时 ἐγένετο 与 ἔσχεν)。归结从句由两部分形成鲜明对比:前一半使用完成过去时加 ἄν(ἐκέχρητʼ ἂν),表示过去已告终结的相反状态(“本不会蒙受此难”);后一半则用未完成过去时加 ἄν(ᾤκουν ἄν),表达持续的与事实相反的存续状态(“本会在祖国安居”)。
