← 阿里斯·台德斯

关于附言

§380-381

题铭、历史学家与伯里克利对自豪的印证

作者援引诸多战胜题铭与诗句以证明自豪与彰显功业的正当性,进而指出希罗多德、修昔底德等历史学家乃至伯里克利的言行中同样贯穿着这种崇高的自信与抱负。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§380

Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον.1 ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι; "Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι, ἔκτειναν Μήδων ἐννέα μυριάδας·" καὶ "ἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·" καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλον "ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει, οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου." καὶ πρό γε τούτων "ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων, "οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον.2 σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά· "μυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτορες." ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσιν "ἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας. ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε." ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασον "ἁ Μοῦσα γὰρ οὐκ ἀπόρως γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται πάντα θεριζομένα." ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγειν ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δʼ ἐπειδὰν λέγῃ "μή μοι καταπαύετʼ, ἐπεί περ ἤρξατο τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός; νὴ Δίʼ ἀλλʼ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν." σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατʼ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται. εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτʼ ἔστι. περιέρχεται δʼ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται3 τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δʼ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατʼ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατʼ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλʼ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γʼ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳ

“……抑或‘从波斯人那里’,抑或‘拉刻代蒙人从某某那里’,抑或随它是何内容,难道非得把题铭全都刮掉不可吗?”难道在你看来,诸如此类的诗句也是某种自夸吗? “雅典人在马拉松作为希腊人的先锋作战, 斩杀了九万米底亚人;”还有: “凡在拜占庭周围战死者,守卫着 鱼产丰饶之地的尚武英豪;”以及所有那些我认为比你的演说更优美的题铭,尤其是这一首更是如此: “自大海将欧洲与亚洲分开、 狂暴的阿瑞斯主宰凡人诸邦以来, 在陆地与海洋上同时,地上之人中 从未有过如此辉煌的伟绩。 因为他们不仅在陆地上歼灭了众多米底亚人, 更在茫茫大海上捕获了一百艘满载兵士的 腓尼基战船;亚洲在他们手下哀号不已, 在战威中被双手狠狠重击。” 而在这些之前还有: “制服了波俄提亚人与哈尔基斯人的部族, 雅典人的子弟……” 我想题铭是这样说的,此外还有许多。你也许会说:“凭宙斯起誓,但这些都是阿提卡式的,未免火气太旺。”然而,我们在言辞的志向追求上并不属于其他部族(而是同承阿提卡风尚),这对所有人都是显而易见的。如果你愿意,不妨考察一下多利斯人和拉哥尼亚人的题铭: “曾在此处,面对三百万敌众, 来自伯罗奔尼撒的四千勇士浴血奋战。” 难道这些就不是自夸,而且是莫大的自夸,外加显而易见的傲慢吗?他们声称:“我们虽只有四千人,却抗击了三百万敌人。”另一些人则说道: “当全希腊命悬剃刀之刃时, 我们以己之性命将其自奴役中拯救,长眠于此; 我们把所有的哀痛套在波斯人的心头, 作为苦难海战的永恒纪念。 萨拉米斯收纳了我们的白骨;而家乡科林斯 立下这块碑铭,以酬谢我们的功德。” 所以,照你的逻辑,现在正是你嘲讽他们为“不知安分的已死之饶舌鬼”的时候了!而一位具有西摩尼德斯风骨的人定会反驳你:“朋友,你虽活着,却比地下那些死者躺得还要死绝。”来吧,再考察一下这些诗句: “因为缪斯并非束手无策地 仅仅品尝眼前之物,而是巡行四方, 收割一切。” 难道你看不出诗人是在明白地赞美自己,自诩在作乐赋诗上富有才华与手段吗?而当他说道: “请不要停下,既然发音悦耳的多弦短笛 已经奏起了至为怡人的旋律”时,又当如何呢? 你也许会说:“凭宙斯起誓,但只有诗人们才抱有这般自负。”那么就请看看那些演说家们吧——由于你在天性上极类他们,你声称自己唯独赞赏他们。不过在此之前,我更想先考察一下介于诗人和演说家之间的人。 “这是哈利卡纳苏斯人希罗多德的研究成果展示,以免人类所发生的事随时间而湮灭,亦免得希腊人与异邦人所彰显的伟大奇绝之功业沦于无名。” 好吧,最优秀的希罗多德啊,难道你认为希腊人与异邦人的功业是名留青史还是彻底朽灭,全系于你以及你的文字吗?希罗多德说:“若非你已完全沉睡,那确实正是如此。”在我看来,这番话暗中刺激了另一个人(修昔底德)。无论如何,他因不知如何自处而推崇那场战争;我想他之所以将选票投给那场战争(判定其为最重大),无非是想借此表明自己才是历史家中最值得称道之人。这就是我所说的他那热切用心的核心所在。他极为巧妙地展开这一议题,如你大概会以为的那样,贬低了更早时期的历次战争。然而这无非是在向希罗多德、赫拉尼科斯之流、赫卡泰奥斯之流以及所有人表明:“在判断力上我首先高出你们一筹;至少我挑选了最为重大的事件,书写这些事并为之立传,而其余大部分不过是小儿科。”修昔底德心中怀有骄矜之气,这从他的整部著作中都能发现。首先,在他的著作中各城邦登台演说之人大体上都分有这种神气,随后个别人物亦然。谁人不知他笔下的伯里克利是何等样人——若你当真听说过伯里克利之名的话。伯里克利并非在闲聊中随意脱口而出——正如你刚才从我们身上剥夺这种权利那样——而是在他自己与全体民众皆陷入重大危机的关头,倘若是你,在那等关头定会劝他甚至摆上求告的橄榄枝,当时国土正遭受战火摧残,民众正因瘟疫而死绝……

语法注3 条
  1. 380ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον

    承接前一段落末尾“Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ”的未尽之意。在并列了若干由介词 ἀπό 引出的来源短语后,以 ἢ ... ἢ 构成选择问句:“抑或随其内容如何,抑或是必须把题铭刮除抹去(τοὐπίγραμμα ἐξαλειπτέον)”。接尾辞为 -τέον 的动词性形容词用于无人称句,表示必须或应当。

  2. 380ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον.

    主句省略了系动词(ἅπασι πρόδηλον [ἐστί]),ὡς 引导的名词性从句作其主语。短语 εἰς ... τελεῖν 为惯用表达,意为“被归入……之列”或“属于……族类/群体”,在此表明在言辞的志趣取向上(τῇ προαιρέσει τῶν λόγων),作者等人绝不属于除阿提卡人之外的其他族群(即自居为阿提卡风尚的正统)。

  3. 381ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται

    成语性结构 οὐδὲν ἕτερον ἀλλʼ ἤ(意为“无非是……”、“除……之外别无他物”)。在连词 ἀλλʼ ἤ 之后直接接限定动词直陈式现在时 ἐνδείκνυται,整句骨架意为“这些作为无非是他向某人表明……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:380-381