- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:378-379
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者引用阿尔克曼、品达罗斯与西摩尼德斯的诗句,指出伟大的诗人、竞技胜者以及树立战功者皆曾自豪地宣扬自身,以此为自己的自负与直言进行辩护。
ὅτι τοῦτο ἐκεῖνο1 χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δʼ ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτʼ ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπʼ αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρʼ ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστʼ ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτʼ εἶναι, λυσιτελεῖν δʼ αὐτοῖς καὶ μακρὰν, ὡς ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδʼ οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλʼ αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δʼ αὐτὸς ἡμῖν τίς εἶναι φήσεις; "φέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ, μαθόντες λάβροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον2 Διὸς πρὸς ὄρνιχα θεῖον." οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δʼ ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων. οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπʼ ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρων "κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς οἷα τειχίζομεν ἤδη ποικίλον κόσμον αὐδάεντα λόγων." Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμος "καὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον ἐπασκήσει θεῶν καὶ κατʼ ἀνθρώπων ἀγυιάς·" ὥσπερ οὐκ ἀρκοῦν εἰ3 κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας διʼ ἐκεῖνον τὴν τῶν Θηβαίων πόλιν εἰς τὸ λοιπόν. ἑτέρωθι δὲ ἔτι λαμπρότερον "πρὸς Ὀλυμπίου Διός σε χρυσέα κλυτόμαντι Πυθοῖ λίσσομαι Χαρίτεσσί τε καὶ σὺν Ἀφροδίτᾳ ἐν ζαθέῳ με δέξαι χώρῳ ἀοίδιμον Πιερίδων προφάταν." ὁρᾷς ὡς εὐχόμενος μεταξὺ οὐ κατέσχεν ἑαυτὸν, ἀλλὰ κἀνταῦθα ἐσεμνολογήσατο. καίτοι τίς ἂν ἦν τυχὼν τῶν ἐκ τῆς εὐχῆς; ὃς εὐθὺς ἀρχόμενος τῆς εὐχῆς τοσοῦτον ἐφʼ αὑτῷ φρονεῖ εἰπὼν εἰς αὑτόν; μυρίους τοίνυν ἑτέρους ἔχων εἰπεῖν οὐδὲ πολλοῦ τινος ἀξίους ἀνθρώπους ἐπαρθέντας ἐφʼ αὑτοῖς φρονῆσαι, ἐξεπίτηδες παραλείπω, δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἴη τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς.4 ἀλλὰ τήν γε τοῦ Σιμωνίδου σωφροσύνην οἶσθα, εἰ δὲ μὴ, ἀλλʼ ἕτεροι ἴσασιν, ὡς ἕν τι τῶν ἀγαθῶν ἐστι τῶν ἐκείνου τὸ γνωριμώτατον σχεδὸν καὶ περὶ τὴν ποίησιν καὶ περὶ αὐτὸν τὸν βίον. οὗτος τοίνυν ἁνὴρ φανεῖταί σοι καὶ αὐτὸς μειρακιευόμενος καὶ τὸ λεγόμενον δὴ τοῦτο ἐπὶ γήραος οὐδῷ γευόμενος τῆς ἀλαζονίας. ἐτόλμησε γοῦν εἰπεῖν "μνήμῃ δʼ οὔτινα φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν." ταυτὶ γὰρ οὐχ ἕτερος δή που περὶ τοῦ Σιμωνίδου λέγει, ἀλλʼ αὐτὸς εἰς ἑαυτὸν πεποίηκεν. ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν "ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος," ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν· ὥστε οὐ μειρακιεύομαι, ἀλλὰ τἀληθὲς εἴρηκα. τὸ δὲ πάντων μέγιστον, καὶ γὰρ Σιμωνίδης καὶ Πίνδαρος ἀμφότεροι φανοῦνται σφίσιν αὐτοῖς ἐπινίκους πεποιηκότες ἐκ τοῦ εὐθέος ὥσπερ ἄλλοις τισίν. οὐ γάρ πώ σε ἤνεγκεν ἡ γῆ, ἀλλʼ ἔτι τοῖς ἐλευθέροις ἦν ἄδεια τῶν τοιούτων. ἐπιτιμήσαις δʼ ἂν οὕτω καὶ τοῖς ἀθληταῖς αὐτοῖς τοῖς τοὺς ἐπινίκους παρὰ τῶν ποιητῶν λαμβάνουσι. καὶ γὰρ οὗτοι τρόπον τινὰ ἑαυτοὺς ἐγκωμιάζουσι, παρακαλοῦντές τε τοὺς ποιητὰς καὶ διδόντες ἀργύριον, καὶ τελευτῶντες παραλαβόντες τὸν ἐπίνικον, ᾁδοντες ἑαυτοὺς ὑπʼ αὐλοῦ καὶ χοροῦ. κατηγορήσαις δʼ ἂν ἀλαζονίαν καὶ τῶν τὰ τρόπαια ἱστάντων, ὡς ἔοικεν. ἔξεστι γοῦν καὶ πρὸς τούτους λέγειν, ἄνθρωποι, τί ζητεῖτε; ἐξαρκεῖ νενικηκέναι. τί δέ σοι βούλεται τὸ παράγραμμα; Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ
也就是那句老话:“歌队本身取代了缪斯”。如果诗人是在没有缪斯的情况下吐露了这番话,我的立场并不分担罪责,因为我本就把言辞中的优美之物归功于那位女神;但如果是缪斯在受到祈请并降临之后将这些意念带入他的脑海,那么显而易见,对于生活在缪斯羽翼之下的人们而言,直言不讳地抒发这番自负,也是为缪斯所认可的。此外在另一处,他炫耀自己在多少人当中享有盛名,列举了如此之多且如此奇特的族群,以致直到如今那些可怜的文法学者们仍在探寻这些族群到底身处世上何方;对他们而言,与其在“影足族”上进行无休止的研究,倒不如踏上遥远的旅途更划算。而在另一处,他变得如此狂热通神,以致你会说他甚至不仅是字面意义上的受神感召,而是恰如机械降神一般自己说道:“告诉我这些吧,终有一死的凡人种族。”凭诸神起誓,你自己对我们又会自称是何人呢? “来吧,如果你真能做到,也认出这些言辞吧: 通过学习而聒噪凶猛, 满嘴多舌,如乌鸦般徒劳鸣噪, 面对宙斯的神鸟(雄鹰)。” 难道在这里,这位诗人——无论他是谁——不正是把其他诗人称为乌鸦,而将自己比作抗衡他们的雄鹰吗?那么,他不正是自认为胜过其他诗人,恰如雄鹰胜过乌鸦一样吗?此外,当他面对听众中的某人,看到那人在打瞌睡、不知道自己与何人在一起时,他便如此作诗道: “而在凶猛的狐狸背后,我作为黄褐色的雄狮伏卧着。” 因为你总不至于说,连品达罗斯也是受到我的劝说才把这些东西写进自己的诗作中去的吧!那么,再听听其他的吧: “已为神圣的歌声筑起了黄金的基石, 正如我们现在修筑起多样而 发声的言辞之饰。” 凭赫拉克勒斯起誓,这些诗句在用词上绝非无可挑剔,但他仍然为之感到自豪,视其丝毫不亚于琼浆玉液,并且宣称这言辞之饰: “纵使底比斯已名扬天下,仍将在诸神 与凡人的街巷中, 更加将其妆点;”仿佛仅在凡人之间妆点还不够,倒好像从此往后连诸神也因他的缘故而更加尊崇底比斯人的城邦似的。而在另一处,则更为灿烂地说道: “凭奥林匹斯宙斯之名, 以预言闻名的黄金皮托啊, 我同美惠三女神并阿佛洛狄忒一同祈求你: 在神圣的处所接纳我吧,作为皮埃里亚诸女神那 值得歌咏的代言人。” 你看到他在祈祷之中都不曾克制自己,反而在那里也夸耀了自己。然而,倘若他获得了祈祷所求之物,又会是何等模样呢?他刚一开始祈祷,就谈及自己并如此自豪。虽然我还能指出无数并不值一提的人也是自负骄傲,但我故意略去不提,生怕把论辩引向反面,仿佛用这类事物装点自己也是卑微之人的特征似的。不过西摩尼德斯的节制你是知道的,即便你不知,别人也是知晓的,这是他在诗作以及生活本身中几乎最为人熟知的优秀品质之一。然而,甚至这个人也会在你看来显得像个年轻小伙子一般,正如俗话所说,“在老年的门槛上”品尝到了自夸的滋味。他竟敢说道: “论记忆,我断言无人能与西摩尼德斯匹敌;”因为这绝非别人关于西摩尼德斯所说的话,而是他自己针对自己所作的诗句。为了不让人觉得他是在年轻炫耀时说出这番话的,他补充道: “莱奥普雷佩斯八十岁的儿子,”仿佛在表明并宣称:“这是我到了八十岁时对自己所思考、宣说并宣告的事;因此我并非少不更事,而是说出了真情。”最重要的是,西摩尼德斯和品达罗斯两人都会显出是直接为自己作了胜利颂歌,就像为其他人所作的一样。因为那时大地尚未孕育出你这样的人,自由人对于这类事情依然享有自由。按照你的逻辑,你同样也可以去指责那些从诗人那里接受胜利颂歌的竞技家们自己。因为他们在某种程度上也是在赞美自己:既延请诗人并付给金钱,最后又接受颂歌,在笛声和歌队伴奏下歌颂自己。而且看来你还会控告那些树立战功纪念碑的人是自夸。因为人们尽可以对他们也说:“人们啊,你们在追求什么?获胜已经足够了。你们那铭文是什么意思?‘雅典人从底比斯人那里……’抑或……”
- 378τοῦτο ἐκεῖνο
俗语惯用表达,意为“这正是所谓的那回事”或“正应了那句话”。在此指代前文语境中歌队本身取代并代表缪斯的众所周知的情形。
- 378γαρύετον
引自品达罗斯《奥林匹亚胜利颂》第2首第87行中的第三人称双数现在时动词,指两只乌鸦(比喻竞争对手诗人)徒劳聒噪。品达罗斯在此打破常规,以双数动词接复数主语 κόρακες。
- 378ὥσπερ οὐκ ἀρκοῦν εἰ
无人称动词 ἀρκεῖ 的中性宾格分词构成的宾格绝对结构(无人称绝对结构)。与 ὥσπερ 连用,表示主观推测或虚拟理由:“仿佛仅在……还不够似的”。
- 379δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἴη τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς
由表示担忧的分词 δεδοικώς 引导的 μή + 虚拟语气(περιστήσω)从句,其后接解释性的 ὡς + 祈愿语气(εἴη)从句。εἴη 的主语是带冠词不定式短语 τὸ ... κοσμεῖν ἑαυτούς,属格 καὶ φαύλων 为表特征的属格(“也是卑劣之辈的特质”)。
