- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:376-377
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过荷马笔下的宙斯威吓诸神、阿波罗的神谕以及萨福和阿尔克曼的诗句论证:自夸唯有在虚妄时才应受谴责,只要所述为真,为自己辩护与宣示优越便完全正当。
αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δʼ ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπʼ ἀνθρώπων εἶναι, ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν.1 ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτʼ εἰς τὸ κοινὸν ἀπειλεῖ "γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων," ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι·2 καὶ τἀπὶ τούτοις, "εἰ δʼ ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες, σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ἀλλʼ οὐκ ἄν μʼ ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλʼ ὅτε κεν καὶ ʼγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων·" καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γʼ ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἥραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ3 μηδὲ γελάσας εἴπῃς, τί δʼ οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτʼ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλʼ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλʼ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται. ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δʼ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλʼ ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τʼ Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθʼ οὗτος διὰ ποιητοῦ λέγων, ἀλλʼ ὡς θέμις αὐτῷ "οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμοὺς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω." τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλʼ ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδʼ ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν.4 ὡς ὅ γε ἀψευδὴς οὔθʼ ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθʼ αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδʼ ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν. καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατʼ ἀρχὰς ὁ ποιητὴς, ἵνʼ ἐνεργὸς ὑπʼ αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶν
诗人们自己在他们当中最赞颂的人物亦是如此。如果有人问你,你是指责那些对自己说假话的人,还是指责那些无论如何谈论自己的人:如果你说是前者,那就请证明我们在这些事上说了谎;但如果是指责一切谈论、只要有人出声就加以责难,那你就该考虑如何对待这第二种立场了。因为凡是你认为在凡人之间是可耻的事,你都不能否认它们距离适合于神明更为遥远。而凡是你认为不适合任何一位神明的事,完全不宜适合于诸神中最优秀的那一位(宙斯)。那么,荷马为何把宙斯塑造成对自己说了如此之多、如此夸大的言辞,把其他诸神像小孩子一样吓得目瞪口呆呢?首先是在诸神的集会上,当他向全体发出威吓时: “那时他将知道,我在所有神明中是多么强有力,”——即那个违抗命令的人;以及随后的诗句: “来吧,神明们,试试看,好让你们全都知晓: 从天上垂下一根金绳, 所有的男神和所有的女神,全都抓紧它; 但你们绝不能把宙斯、至高无上的谋划者, 从天上拽落到平原,即使你们费尽全力。 然而一旦我也心甘情愿地想要拖拽, 我连同大地本身与大海本身都能一起拽起; 我在诸神之上、在凡人之上竟至于如此遥遥领先;”而且宙斯说这些话,想必是在明知底细的诸神面前说的。因为神明绝非那时才第一次得知宙斯比他们更强。那么,他在对赫拉发怒时,或在任何藉口下所说出的其他这类言辞,又有谁能轻易列举得完呢?你可别在这里跟我耍小聪明,也别笑着说:“在那些最伟大的事物中,有什么会不配于宙斯呢?”因为争论的要点不在这里;而是在于,如果对于在任何事情上、在任何程度上出类拔萃者而言,都不适合谈论自己或自傲,而只要知情者明白就已足够,那么最不适合为自己说话的恰恰是宙斯。因为他握有最至高无上的权力,所有人都知晓,且所有人都知晓这一点宙斯自己也心知肚明。 那么,选一种你用来诬蔑我的方式吧:是说我不配说出那些自知比听众高出一筹的人所会说的言辞呢,还是根本不许有任何直言不讳?而且,你甚至不能说,这样的事对我而言带来羞耻,但荷马将其归于宙斯时却没有羞耻。相反,显而易见的是,宙斯为了万物的得救而向诸神宣示真理,荷马也是将这些言辞视作恰当而如此创作的;阿波罗本人在神谕中也表现出类似的情形,这位神明不再是通过诗人讲话,而是如其本分那样自己说道: “我知道沙粒的数目和大海的度量, 我理解哑者的心意,也听得见不言者的声音。” 因为对于对自己说出真理而言,还有谁比知晓并宣说关于万物的真理之人更合适呢?因此,凡人中凡是蒙神喜悦、出类拔萃于同辈的人,都不以说出真理为耻;相反,他们认为正是因窘迫与匮乏之缘故而撒下许多谎言的流浪者,造出了你所避忌的这个名称——“骗子”,而说真话的人自然与骗子截然相反。在法律中也规定不得恶语中伤,但这并非毫无限制,而是指不得说虚假之词。因此,正如在针对他人的言辞中,可怕的不是恶言本身,而是虚假之词;同样,如果有人对自己加以赞扬,只要不存在虚假之辞,就不应受到公正的指责。因为真实无妄的人既不会不正当地毁谤他人,在有必要赞扬自己时也不会退缩避讳。我想你也曾听闻萨福向某些被认为幸福的妇人夸耀,说缪斯确实使她成为受祝福的和令人羡慕的人,即使死后也不会被遗忘。你也曾听闻那位拉科尼亚人(阿尔克曼)在谈及自己和歌队时说道: “缪斯高声唱道,那声音清越的塞壬。” 然而,关于我自己和我自己的言论,我何曾吐露过这类话语呢?我是把它们比作了塞壬的歌声,还是说,要求以书对照书进行检验,比起宣称自己的声音与缪斯的声音相似来,反倒更为傲慢?此外还要加上这一点:诗人起初祈求缪斯自身,好让自己能受到她的激励,随后仿佛出神一般说道……
- 376ταῦτʼ οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν
在带有否定的动词(οὐκ ἂν ἔχοις εἰπεῖν,“你不能说”)之后接 μὴ οὐ + 不定词(ἀπέχειν)的双重否定结构,表达肯定含义:“你不能否认它们距离适合于神明甚远”。
- 376γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων, / ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι
前半诗句引自《伊利亚特》第8卷第17行;其后带有冠词的分词短语 ὁ ἀπειθῶν... 为作者在引文后以散文补充的内容,用以充当动词 γνώσεται 的主语(“那时他将知道,我在所有神明中是多么强有力——即那个违抗命令的人”)。
- 376καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ
由 ὅπως μή 搭配虚拟式(γένῃ)构成的独立禁令/警告句(省略了主动词 ὅρα 等)。与格 μοι 为伦理与格,带有一种生动的口语和辩论口吻(“别在这里跟我耍小聪明”)。
- 377ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν
连词 ἕως 搭配现在时直陈式(ἄπεστι),表示“只要……(时间或条件限度)”。ἄπεστι 的主语是带有中性冠词的不定词短语 τὸ τὰ ψευδῆ λέγειν(“说虚假之词”)。
