← 阿里斯·台德斯

关于附言

§374-375

论荷马史诗中涅斯托尔等人自我赞扬的正当性

作者考察了荷马史诗中涅斯托尔、厄佩奥斯和奥德修斯的自我赞扬,论证这些夸耀并非出于傲慢,而是基于对自身实力的准确自知,以及教导、激发或有益于听众的实际考量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§374

ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον1 τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα,2 λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ "πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν, Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη, Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·" τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα. εἰ δʼ αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας, "ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω, σὺν δʼ ὀστέʼ ἀράξω." κηδεμόνες δέ οἱ παρέστων, φησὶν, "οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα." ἆρʼ οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος;3 ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτʼ ἔλεγεν εἰς τοὺς ἄλλους οὐδʼ αὐθαδείᾳ δυσχερεῖ, ἀλλʼ ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ "ἀτὰρ μεγάθυμος Ἐπειὸς χειρὶ λαβὼν ὤρθωσεν," ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτʼ ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθʼ ὅσης ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν; "ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν· ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι." καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ "ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές." τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει "πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι, πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν· δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ." ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ "εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει·" εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν.4 οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ

至于我们那位智者(涅斯托尔)对急切巡视阵列的阿伽门农作出的答复,我就略过不提了。然而最妙趣横生的是:当阿喀琉斯为帕特罗克洛斯举办竞技会、众人各自在不同的项目中夺冠时,他自己却无力参加任何竞技;但是,正如俗话所说,由于年老,对于那些他昔日曾获胜的事项如今已无能为力,他却仿佛在这一方面大有作为似地说话,并对阿开奥斯人说了这样的话——虽然不是原原本本用这些字眼,而是大致摆出这样的姿态——他说:“你们每个人,有的在赛跑中获胜或将要获胜,有的或许在摔跤中,另一个则在别的事情上;而我 ‘曾击败拳击手、奥诺普斯之子克吕托墨得斯, 并在摔跤中击败了挺身向我挑战的普勒戎人安开奥斯, 在赛跑中跑赢了勇健的伊菲克洛斯, 在投枪中超越了费琉斯和波吕多洛斯。’ 即便我屈服于衰老,我也比当今的胜利者优秀得多。” 或者如果你愿意,再看看那位来自福基斯(注:此处指厄佩奥斯)的拳击手的傲慢何其巨大: “谁若要带走那尊双耳杯,就走近前来; 但我声明,谁也休想牵走这头骡子。 因为我明确宣告,且必定予以实现: 我定要撕裂他的皮肉,砸碎他的骨头。” 他说,且让看护他的人在旁侍候,“他们好把我手下被制服的他抬出去。” 难道他只是出言恐吓而没有兑现吗?绝非如此,他不过是预告了自己所要施行的事。因此我认为,这绝非狂妄。然而荷马仿佛陪伴着他、甚至在为他辩护似地——指出他对其他人说出这些话并非出于任何恶意或令人厌恶的自负,而只是如实展现了他对自己实力的认知——荷马说,他确实如预先宣告的那样击倒了对方,但当他看到那一击击中要害时,他自己立刻成为了欧律阿洛斯的看护人之一。因为诗人说: “然而心胸博大的厄佩奥斯 用手扶起他,使其站立,”正是用击倒他的同一只手。正因如此,奥德修斯在淮阿喀亚人之中也毫无隐瞒,当他在淮阿喀亚人的竞技中受到青年欧律阿洛斯的激怒时,他丝毫不放过对自己的赞颂,讲述着伴随着怎样的身体青春与美貌,言辞的魅力及其美貌更能超拔出众,足以与之匹敌。难道你以为他这些话不是针对自己说的吗? “但神明以言辞装点其形貌;人们心怀喜悦地 注视着他,而他以温和的谦逊 沉稳地演说,在聚集的人群中格外显赫; 当他在城中走过,人们视他如同神明。” 而且,他把这些话指向自己,从那另一个相对的表述中也昭然若揭。因为他说: “如此,你的容貌也固然出众。” 因为在两样品质中,他把其中一样给予对方,而把另一样、即余下的留给了自己。而他详述这些,绝非出于傲慢,智慧的有益之士、阿开奥斯人的崇高荣耀啊,也不是任由怒火支配而徒然空谈,而是为了规劝那位在奢靡中长大、远未领悟真理的青年。而且看来这起了成效。因为不久之后那青年就悔改了,改变了先前的称呼,称他为父亲,并前来求和。继而,在谈到自己在竞技中的本领时,他就像《伊利亚特》中的涅斯托尔一样直截了当,逐一罗列自己所擅长的项目,说道: “因为在凡人所有的一切竞技中,我绝非弱手。 我熟知如何抚弄那张打磨光滑的良弓; 在敌人的阵群中射箭,我定会率先命中敌手, 即使有极多的同伴 侍立在身旁并向敌人放箭; 而在标枪方面,我掷出的距离无人能用箭射及。” 这些话是在淮阿喀亚人的众目睽睽之下、甚至在他告诉他们自己名字之前所说的。而在宴席上被问及名字时,他说: “我是拉埃尔特斯之子奥德修斯,我以诸般计谋 闻名于世,我的声誉远达苍穹;”因为他深知,如果淮阿喀亚人以为他是寻常众人之一,与预先在心中认定如今正与自己交谈的是希腊人中最优秀者相比,他们听取他话语的态度是绝不相同的。因此,既然他连造福他人也〔不以为耻〕,他就不以赞美自己为耻。 诗人们自己如此以自己为傲,他们所讲述的人物亦是如此,而那些最……

语法注4 条
  1. 374ἀλλὰ τὸ πάντων ἥδιστον

    句首的“ἀλλὰ τὸ πάντων ἥδιστον”(但最妙趣横生的是)作为独立宾格或提引后文话题的主格短语,用来领起随后的整段叙述。整句话紧接着由带有解释性连词 γάρ 的从句(τοῦ γὰρ Ἀχιλλέως διατιθέντος...)展开,构成了一种破格句法(anacoluthon),重点在于强调随后奇妙例证的提出。

  2. 374τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα

    副词性宾格短语“τὸ λεγόμενον δὴ τουτὶ”(正如这句俗话所说)作为插入成分修饰分词“οὐδὲν ἔτι ὢν”(不再有任何作为)。“εἰς ταῦτα”中的 ταῦτα 是关系代词“ἃ”的先行词,二者共同构成限定范围的介词短语,意为“关于他昔日曾获胜的那些项目”。

  3. 374οὔκουν θρασύτης, οἶμαι, ταῦτʼ ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος

    紧接在“οὔκουν θρασύτης...”之后的句子中,主语“Ὅμηρος”(荷马)由两个并列分词“παρακολουθῶν”和“ἀπολογούμενος”修饰。尽管中间插入了由 ὅτι 引导的解释从句(指出他并非出于恶意等),但主语的核心谓语动词在后文由“φησιν”(述说)承接,骨架为“Ὅμηρος... κόψαι μέν φησιν αὐτὸν”(荷马说他确实击倒了对方)。

  4. 375εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν

    连词“εἴπερ γε”(既然/如果确实)引出一个论据性条件,分词短语“μηδʼ ἑτέρους ὠφελῶν”与前面的“ἑαυτὸν ἐπαινῶν”(赞扬自己)形成对照。此处承前省略了主句动词“ᾐσχύνετο”(即 εἴπερ γε μηδʼ [ᾐσχύνετο] ἑτέρους ὠφελῶν),补充性分词“ὠφελῶν”与“ἐπαινῶν”并列,意为“既然他连造福他人也〔不以为耻〕”,否定词 μηδʼ(μηδέ)用于条件从句中对省略动词的否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:374-375