- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:372-373
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出阿喀琉斯、奥德修斯与涅斯托尔三人都清楚认识并如实陈述自己的长短处,并论证即使是年迈的涅斯托尔大肆吹嘘往昔勇武,也是为了激励阿开奥斯人而特意采取的修辞策略。
Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην,1 ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι "ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι." ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον. τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ "δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·" οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι2 ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς "καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ," ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον "καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί." δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι τηλόθεν ἐξ Ἀπίης γαίης, ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ, φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο καὶ μαχόμην ἔφη κατʼ ἐμαυτόν, οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶ τούτους ἀξιοῖ συγχωρεῖν, ἄντικρυς εἰς ταυτὸν ἰὼν τῷ Ὀδυσσεῖ τῷ λέγοντι πρὸς τὸν Ἀχιλλέα ὅτι χείρων μὲν εἴη αἰχμὴν ἐκείνου, γνῶναι δʼ ἃ χρὴ βελτίων, ὥσπερ πρότερον καὶ3 αὐτῷ τῷ Ἀχιλλεῖ περὶ αὑτοῦ συνεδόκει. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ μία τις γνώμη τῶν τριῶν φαίνεται κατʼ αὐτό γε τοῦτο, τοῦ νεανίου, τοῦ ὠμογέροντος, τοῦ γέροντος, φρονεῖν περὶ αὑτοῦ καὶ λέγειν πρὸς ἀξίαν τῶν ὑπαρχόντων. λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ Ἕκτορος οὐδὲν ἀλλʼ ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται· ἐνταῦθα δὲ καὶ ὡς κατὰ χεῖρα κράτιστος γεγονὼς διαλέγεται, καὶ ἐστὶ φορητὸς οὐδαμῶς, ἀρξάμενος ἀπὸ τοῦ εἴθʼ ὣς ἡβώοιμι ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο. τὸ δὲ δὴ πέρας τῆς ἀλαζονίας, οὐδὲ γὰρ οὐδʼ ἀπέχρησεν αὐτῷ εἰπεῖν ὅτι ἀπέκτεινε τὸν ἀντίπαλον, ἀλλʼ ὥσπερ αὑτῷ τὸν ἐπίνικον ποιῶν "τὸν δὴ μήκιστον, φησὶ, καὶ κάρτιστον κτάνον ἄνδρα· πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα," τῆς αὐτῆς ὁδοῦ δηλῶν ὅτι καὶ ἑτέρους ἀπεκτονὼς εἴη συχνοὺς καὶ μεγάλους καὶ καλούς. ἀλλʼ ὦ τᾶν ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται,4 ἀλλὰ παροξυντικὰ εἰς τοὺς Ἀχαιοὺς ἐξεπίτηδες λέγῃ. καὶ ὅτι ἔτυχε τοῦ σκοποῦ καὶ ἥψατο αὐτῶν μαρτυρεῖ ὁ πάντα ταῦτα συγγράψας ποιητής. ἐπὶ γὰρ τῇ δημηγορίᾳ τοῦτο ἐπιτίθησιν, "ὣς νείκεσσʼ ὁ γέρων, οἱ δʼ ἐννέα πάντες ἀνέσταν." καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ ἐν ταῖς ἰδίαις συνουσίαις ἀλαζών τίς σοι φανεῖται, ὅς γε καὶ τὸν Πάτροκλον πεμφθέντα ὑπὸ τοῦ Ἀχιλλέως ὡς αὐτὸν, ὅπως ἔροιτο ὅντινα ἄγει καὶ οὕτω σφόδρα ἠπειγμένον ὥστε μηδʼ ἀναπαύσασθαι βούλεσθαι διὰ τὸ ὀκνεῖν μὴ αἰτιάσαιτο αὐτὸν Ἀχιλλεὺς, ἀλλʼ ἐξεπίτηδες καθέζεσθαί τε κελεύει καὶ ἀκροᾶσθαι τῶν λόγων, καὶ πάλιν ἀπʼ ἀρχῆς τινος ὁμοίας ἀρξάμενος καὶ τὴν ἥβην τὴν ἀρχαίαν ποθήσας τε καὶ ἀνακαλέσας διήγησίν τινα περαίνει μακρὰν, ἧς τὰ μὲν ἄλλα καὶ μνησθῆναι χαλεπὸν, τὸ δὲ ὑβριστικώτατον αὐτῷ τῶν ἐπῶν καὶ οὐδέν τι τοῖς ἐμοῖς ῥήμασι προσεοικὸς, ἃ πρώην παρεφθεγξάμην, "πάντες δʼ εὐχετόωντο θεῶν Διὶ, Νέστορί τʼ ἀνδρῶν."
因为奥德修斯知道,阿喀琉斯本人绝不会去装作或夸耀自己做不到的事情。因为我刚才提到的阿喀琉斯直言不讳的那些话,本身就与奥德修斯的话有着某种孪生般的契合,既然阿喀琉斯自己也是这样划定界限的,他说: “在战争中;但在民会中,其他人也更优秀。” 因此,奥德修斯握有阿喀琉斯本人的判定作为凭据,并且深知对方绝不会心怀不悦地倾听真话——因为愿意讲真话和愿意听真话本是同一种人的品质——于是他说:“在那些事情上你远胜于我,而在这些事情上我也同样胜过你。” 更为妙绝的是:涅斯托尔甚至已不再是一个健壮的古稀之人,而是如此年老熟透,以致于在他面前 “已有两代能言的人类消逝,他们昔日曾与他一同成长、出生, 如今他已在第三代人中称王;”依你来裁判,他会显得如此狂妄地耍年轻人意气,以至于世上再没有比他更饶舌、更自负的造物了。因为他从不曾满足于赞美自己一次就作罢,而是在任何地方都始终如一。首先,他在劝解诸位君王时,声称自己结交的人绝非当今之人可比,而是所有人中远为最强大者,借着他们来抬高自己;以至于他对此毫不隐瞒,而是直截了当地说: “而且他们确实领会我的谋略,遵从我的言语,”尽管身为如此非凡的人物,他说道!而更夸张的是: “我确实与他们同处,是从皮洛斯赶来, 从远方的阿庇亚大地而来;因为是他们亲自召唤了我。” 这两处增补——既是他们亲自派人召请并恳求他,又加上“从远方的阿庇亚大地而来”——仿佛显得他是如此极具名望和令人赞叹。设若你要说那句“而我独自一人奋战”是明智而有分寸的,我也认同,而且我从未赞许过狂妄之徒;但这与前面的话同样出自同一种智巧,二者都以某种方式符合真实,并契合我的论点。因为在他逊色于那些人的方面,他说“而我奋战”,是“独自一人”;但在他既胜过那些人、又胜过他与之交谈的眼前众人的方面,他说自己受到那些人的推重,并要求眼前的人予以认同——这径直走向了与那位对阿喀琉斯说话的奥德修斯完全相同的境地,奥德修斯当时说自己在枪术上逊于阿喀琉斯,但在明晓所当知之事上更胜一筹,正如此前阿喀琉斯关于自身与他的看法一致那样。因为在此事上,在对自己有所认识并按照自身的实际价值说话这一点上,青年、壮健的老人和耄耋老人这三者所表现出来的,无非是同一种见识。至少,这位最年长者本人在向阿开奥斯人发表鼓动演说、劝他们接受赫克托耳的挑战时,通篇除了自我吹捧之外别无他物;在这里他甚至把自己说成在武力上也是最强的一位,简直让人无法忍受,开篇便是: “但愿我能像昔日在水流湍急的凯拉冬河畔作战时那样年轻。” 而狂妄的顶峰则是:对他而言,光说自己斩杀了对手甚至都不足以为快,反而仿佛在为自己谱写胜利之歌一般,他说: “我斩杀的那人确实身材最高、武力最强; 他庞大的身躯横七竖八地倒在各处,”顺便表明自己还斩杀过其他许多高大俊美的勇士。然而,我的朋友,请审视一下,他如此夸耀是否并非漫无目的,而是故意说出这些话来激发阿开奥斯人的斗志。至于他达到了目的并打动了他们,记载这一切的诗人可以作证。因为在演说之后,诗人加上了这句: “老人如此斥责,九位勇士全都站了起来。” 而且涅斯托尔不仅在公开场合是这副模样,在私下交往中他也同样会向你展现为一个自夸者;甚至当帕特罗克洛斯被阿喀琉斯派到他那里去打探带回的是谁、且因害怕阿喀琉斯责怪而急迫得甚至不愿坐下休息时,涅斯托尔却故意命令他坐下倾听自己的长篇大论,并且又从类似的开端讲起,缅怀呼唤自己昔日的青春,作了一番冗长的叙述,其中其余的内容甚至难以尽述,但他诗句中最傲慢、且与我前些日子顺口说出的话毫不相称的一句则是: “众人在诸神中向宙斯祈祷,在凡人中向涅斯托尔祈祷。”
- 372αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην
关系代名词 ὧν 指代先行指示代词 ταῦτα(中性复数主格,作单数动词 εἶχεν 的主语),并受表记忆、提及的动词 ἐμνήσθην 支配而呈属格。
- 372δόξει σοὶ κριτῇ μειρακιεύεσθαι
短语 σοὶ κριτῇ 充当判断者与格(dativus iudicantis),意为“在你这位裁判眼中”或“依你判定”。它与主动词 δόξει 及不定式 μειρακιεύεσθαι 共同构成主干。
- 373καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ
句式 καὶ μὴ ὅτι... ἀλλὰ καί... 属于固定惯用表达,相当于“不仅……而且……”(μὴ ὅτι 省略了类似 λέγε 的动词,意为“且不说……”)。它将涅斯托尔的表现从公开场合(ἐν τῷ δημοσίῳ)推进到私人交往(ἐν ταῖς ἰδίαις συνουσίαις)。
- 373ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται
由命令式 ὅρα 引出的 μὴ οὐ + 虚拟式结构,用以表达委婉的审慎肯定推测(“请审视一下他是否并非……”)。此处意在引导读者认识到涅斯托尔的自夸并非盲目,而是有意为之。
