- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:371
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用荷马诗句,驳斥了拙劣文法学家的断句,并通过荷马在论及年龄与卓越性时的用词惯例,论证奥德修斯确曾自信地宣称在心智上“大大地”胜过阿喀琉斯。
νὴ Δία ἀλλʼ ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων ὦ Ἀχιλεῦ Πηλέως υἱὲ, εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην, καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει,1 οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δʼ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν.2 ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ "κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε ἔγχει" τὸ πρότερον· εἶτα, "ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην πολλόν." ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δʼ ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτʼ ἀντʼ ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι,3 εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος "ἀλλὰ Ζεὺς πρότερος γεγόνει," τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾁδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν "ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος." τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλʼ ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα, "ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρʼ Ἀχιλεὺς μήνιεν." εἶτα πῶς; "ὁ γὰρ πολὺ φέρτερος ἦεν." τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν
“指着宙斯起誓,阿喀琉斯不过是在耍年轻人意气!”然而,正值健壮晚年的奥德修斯又说了什么呢?而且这还是当着阿喀琉斯本人的面说的: “佩琉斯之子阿喀琉斯啊, 设若你自以为在别的事物上更胜一筹,我便认同, 但我在心智上却能胜过你,”并且他还补充道:“大大地”。事情绝非像那些拙劣的文法学者糟蹋这句诗那样;他们把“大大地”从前面的句子割裂开来,拉扯到后续的词句中,而它恰处于诗行之首引领着后者。但在我看来,这些人对于言辞简直一无所知。因为此处存在着直截了当的对照;他说: “你在枪术上比我更强、更卓越, 绝非一点点” ——这是前半部分;接着是: “但我在心智上却能胜过你, 大大地。” 且听听它们是如何形成对照的。那里的“在枪术上”,对应这里的“在心智上”;而原先的“绝非一点点”,则由此处的“大大地”取而代之;正如他调换用词并说成:“在战争之事上你远胜于我,而在这些〔心智之事〕上我胜过你绝非一点点”。如果你愿意,我还可以引导你去看不容置疑的证据。因为荷马就年龄而言,至少就眼下所能回忆起的而言,完全不用这类补充语,但对于卓越性的评判,他却屡屡使用。我所说的正如以下例子:他在谈论宙斯和波塞冬时无疑说过: “然而宙斯降生在先,”仅此而已,并未加上“大大地”。尽管即便他不加,从他〔荷马〕自身的〔言辞〕以及其他事物中也显而易见他先降生极久。因为荷马总是向着他歌咏:“众神与人类之父”。因此他岂能不是众生中远为年长者?又如在另一处,荷马说道: “英雄普罗特西拉奥斯, 降生更早,同时也更勇敢。” 仅仅是说更早,但究竟早多少,他并未说明。然而每当他评判卓越性时,便会加上“大大地”、“极为”这一类的词: “此外,特拉蒙之子埃阿斯是凡人中最为出类拔萃者, 只要阿喀琉斯还在愤怒。” 接着又是怎样呢? “因为后者要强大得多。” 荷马正是将这种惯常的习惯转用到了奥德修斯身上,认为奥德修斯这样说也是恰当的:“我在见识上远胜于你”。而我想,奥德修斯也是底气十足地加上了这一词;因为他深知就连那位……本人……
- 371οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει
此处是由双重否定(οὐδὲ ... οὐχ οὕτως ἔχει)构成的强调句式,意为“事情绝非像拙劣的文法学家糟蹋诗句那样”。开头的 οὐδὲ γάρ 引导强烈的否定陈述,在插入比较从句 ὥσπερ... 之后,由主句谓语 οὐχ οὕτως ἔχει 再次强化否定语气。
- 371ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν
关系代词 ὧν 的先行词是前面的 τὰ ἑξῆς(“后续词句”),因动词 ἡγεῖται 要求属格补足语而作属格。整句意为“在诗行之首,[πολλόν]引领着那些后续词句”,指文法学者把 πολλόν 划归下一行诗(ἐπεὶ πρότερος...)开头的做法。
- 371ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι
结合了限制性关系从句(ὅσα γε)与限定性绝对不定式(ὡς ... μεμνῆσθαι)的习惯表达,意为“至少在眼下所能回忆起的范围内”。完成时不定式 μεμνῆσθαι 具有现在时意义(“记得”、“回忆”)。
