← 阿里斯·台德斯

关于附言

§369-370

自我赞颂的传统与荷马赫西俄德的先例

演说者指出为自身成就自豪乃是古希腊的传统,并通过奥德修斯对忒耳西忒斯与阿喀琉斯的不同对待,以及赫西俄德在《神统记》序诗中公然自我赞颂的例子,为自己的言论进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§369

καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δʼ ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατʼ ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτʼ ἄλλο τελεσθείη ποτʼ ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθʼ ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγει "αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν." καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστʼ οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην, εἶτα οὐ καρτερεῖ, ἀλλʼ ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν "αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν," ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾁδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας.1 καὶ οὐ μόνον λαβεῖν φησι παρʼ αὐτῶν τὴν ᾠδὴν, ἀλλʼ ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δίʼ ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν. οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει.2 ὅσῳ δὲ ἡμεῖς ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. ὁ μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ· ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται ὁ Ἡσίοδος οὐδʼ ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλʼ οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρʼ αὐτῶν. τοῦτο δʼ αὐτῷ τι βούλεται πλέον ἢ νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει, "νῦν δέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι." κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς.3 ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; δρέψασθαι θηητόν· ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλʼ ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησιν ἐνέπνευσαν δέ μοι αὐδήν. καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δʼ ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γʼ ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶν ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. τοῦτο δʼ ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν. φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως; "ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης," [ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ] "τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων."

听众们也一同知晓他由海路攻克了这么多城镇,由陆路攻克了那么多城镇;因此这一切都是真实的。“而且我对公众事业表现得最竭尽全力,”他说。只要没有人能证明他不是最竭尽全力之人,他就绝非胡言乱语。正因如此,同一个人奥德修斯,对前者施以鞭笞,对后者则俯身祈求。因此,为了让你明白,为自己的成就感到自豪全然是一种古老的、希腊人的习俗,而且若无这种自负,人类之中无论值得铭记的事功、卓越的言辞还是任何其他事物都绝不可能成就,请听听有多少以及何等样的事例从你眼前漏过。我看来将使我的言辞与昨天的言辞成为孪生兄弟,因为答辩所依凭的见解几乎完全相同。至于荷马在吩咐传令侍者进来时显得为自己说了多少话,你既然记得,那我便将那些略过不提。尽管那些诗句几乎直截了当地表明:荷马认定自己乃是诗人中最卓越的。荷马对你而言便算揭过了。但请也审视一下赫西俄德的自负,设若你此前未曾察觉。因为他在开始撰作《神统记》并赞颂缪斯诸神时,随即说道: “她们昔日曾将美妙的歌声传授给赫西俄德。” 他是如此傲慢不逊,以至于甚至不曾等待把呈献给女神们的序诗唱完,而是在述说缪斯赞颂宙斯与“勒托、伊阿珀托斯以及诡计多端的克洛诺斯”时,便按捺不住,几乎就在诸神的名号之间说道: “她们昔日曾将美妙的歌声传授给赫西俄德,”仿佛若不把这也视为缪斯的功绩——正如赞颂诸神一般,将赫西俄德造就成一位诗人——她们所受赞誉的份额就会遭受某种损失似的。他不仅声称从她们那里获得了歌声,甚至还补充说那是“美妙的”——指着宙斯起誓,你或许会说,他这是稳妥地将自己归于缪斯名下! 难道我们受促动而说出的言语,不也是归功于缪斯和女神(雅典娜)吗?无论如何,如果你还记得的话,我们曾说过,女神预先指示的原话中,有些正是我们明确记诵出来的,除非你的异议横加阻挠。然而,既然你苦苦相逼,且来看看我们比赫西俄德适度多少。他在给女神们作颂歌的中途插进了这句诗,可以说是对自己的一篇颂词;而我们则是在将献给女神的演辞纯粹纯洁地完成之后,才顺带道出了少许未经写下、关于我们自己的言论。赫西俄德并不只是仅仅这样说过从缪斯那里获得了歌声便告了结,也不满足于先前关于歌声是美妙的这一补充,相反,他是如此自负且热衷名誉,以至于甚至声称从她们那里获得了一根权杖。而这对他而言,其含义远比一个慵懒的听众所能领会的更为深远。请回忆一下荷马关于权杖是怎么说的: “如今阿开奥斯人的子孙、 执掌司法的审判者们在掌中握持着它。” “而我,”赫西俄德说,“凭着缪斯的赐予,也是他们中的一员。”而在极尽尊荣地夸耀自身时,他又说了什么呢? “折下令人赞叹的一枝”;仿佛他获得的绝非寻常的小树枝,而是在众多的枝条中,最引人瞩目的一枝成了属于赫西俄德的权杖。他的傲慢甚至并未停留于此,而是仿佛故意要让你气炸一般,继续补充道: “她们向我吹入了声音。” 诗行虽然结束了,但颂词却丝毫没有结束,他反而又补充了“神圣的”,并且更妙的是,正如那些在各方面都极度繁缛的智者一样,他又说道: “以便让我歌颂未来之事与过去之事。” 这又是什么意思呢?他说缪斯歌颂未来之事与过去之事,这乃是她们的本性。“因此我也,”他说,“歌颂与缪斯所歌颂的完全相同的事物。”那么,如果你认为应当勾销赫西俄德的这些诗行,我们也将接受你的责难。但想必你首先得表明,你自己配得上这些诗篇。 来吧,让我们再次回到他们所谈论的那些英雄身上。荷马让阿喀琉斯在谈及自身时,除了其他话语之外,特别是断然这样说道,难道在你看来不是人类中最清晰无误的吗? “但我却坐于船旁,成为大地上无用的累赘,”(“无论你愿意,”他说,“还是不愿意;即使局势败坏得比现在还要糟糕”)“尽管我乃是披青铜铠甲的阿开奥斯人中无人能及之人。”

语法注3 条
  1. 369μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας

    由连词 ὡς 引导的分词结构(分词 ἀπολλυμένην 修饰宾格短语 μοῖράν τινα),表示主语(赫西俄德)的主观动机或假定借口,意为“仿佛若不承认使赫西俄德成为诗人也是缪斯的功劳,她们所受的赞誉就会有所损失似的”。

  2. 369εἰ μὴ τὸ σὸν κωλύει

    中性定冠词加物主代词 τὸ σόν 构成名词化短语,属于习语,意为“你的情况”、“你的反对”或“你那一方”。在此条件从句中意为“除非你的异议横加阻挠”。

  3. 370κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς

    宾格短语 τὸ τῶν Μουσῶν μέρος 用作副词性修饰(关系宾格),意为“就缪斯的分内而言”或“凭着缪斯的赐予”。部分属格 τούτων 受 εἷς 支配,指代刚引用的荷马诗句中的 δικασπόλοι(判官们)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:369-370