← 阿里斯·台德斯

关于附言

§367-368

言辞应得的报偿与自由人的自尊

作者指出真正的理解与敬意才是配得上言辞的酬报,而非巨大的物质财富,并通过引用德尔斐箴言论证:持守与自身真实力量相符的自尊,才是自由人的正当态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§367

ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν,1 ἢ τὸ μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷʼ ἂν τὰ ἡμέτερα εἴη κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου,2 ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι; οὐκ οἶσθʼ ὅτι κἂν τοὺς ἐν Αἰγύπτῳ νομοὺς συνθεὶς κἂν τὴν γῆν τὴν Βαβυλωνίαν προσθεὶς μισθὸν ἐμοὶ διδῷς τούτων τῶν λόγων, ἀνιάσω γάρ σε καὶ νῦν, οὐδέποτʼ ἐγγὺς ἀφίξει τῆς ἀξίας; ἀλλὰ τίς ἡμέτερος μισθὸς καὶ πρέπων ἡμῖν; φιλία, εὔνοια, σύνεσις, μνήμη, μετρία τιμὴ τῶν λόγων, αἰδὼς τοῦ ποιοῦντος τοὺς λόγους. ἐπεὶ δὲ δέδοικας μή τινος αὐθαδείας ἢ ἀλαζονείας ταῦτʼ ἐγγὺς εἶναι δοκῇ, φέρε ἐγώ σε παραμυθήσωμαι. σκόπει δῆτα ἀκούων ὡς ἔχω περὶ τούτων, κἂν λάβῃς ψευδόμενον, τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν,3 καὶ τὴν μαντικὴν διάγραφε. ἐγὼ νομίζω τὸν μὲν τῶν ὑπαρχόντων μεῖζον φρονοῦντα, ἢ καὶ σχηματιζόμενον πρὸς τοὺς πολλοὺς ὡς ἂν ἐκπλήξειεν εἴτε λόγοις εἴτε καὶ πράξεσιν, οὐχ ὑγιαίνειν, ἀλλʼ εἶναι τοῦτον ἐκεῖνον τὸν ἀλαζόνα καὶ γόητα, καὶ ὅ τι τοιοῦτον βούλει καλεῖν· ὅστις δʼ εἰς ὅσον ἥκει δυνάμεως ἐξεπιστάμενος πρὸς τοῦτο καὶ τὴν ἀξίαν φρονεῖ, καὶ μηδὲν πλέον μήτε ζητεῖ μήτε θηρᾶται, τοῦτον ἀκριβῶς τὸν τῆς ἐλευθερίας ὅρον πληροῦν, ὥσπερ γε κἀν χρήμασιν ὅστις μὲν οἶμαι πλείω τῶν ὑπαρχόντων τὸν ὄγκον περιβάλλεται καὶ περινοστῶν σοβεῖ διὰ κενῆς, καὶ τοῦτʼ ἐσπούδακεν ἐξαπατᾶν τοὺς ἐντυγχάνοντας, ἀλαζόνα που καλοῦμεν καὶ βλᾶκα καὶ χαῦνον τοὺς τρόπους· ὁ δʼ αὖ ταπεινότερος ἢ κατὰ τὴν δύναμιν ἀξιῶν φαίνεσθαι καὶ συστέλλων ἑαυτὸν ἐπίτηδες εἰς τοὔλαττον ἑκὼν καὶ προχειρότερος ἐξαρνεῖσθαι τὰ ὄντα ἢ ὁμολογεῖν οὐ μάλα ἐν ἐλευθέροις ἐστὶν, ἢ κἂν εἰ μικροπρεπῆ καὶ γλίσχρον καὶ τοῦ κέρδους ἥττω καλοίης, τυγχάνοις ἂν μᾶλλον τοῦ προσήκοντος. οὕτως οἶμαι καὶ περὶ τῶν λόγων ἔχει, καὶ πάντων ὡς εἰπεῖν τῶν ἐν τῇ φύσει πρὸς τὴν ἀξίαν ἕκαστον κρίνεται· καὶ ὅ γε ἁπλοῦς ἀνὴρ καὶ οὐ πολλαπλοῦς οὗτός ἐστιν, ἐμοὶ δοκεῖν, ὅστις οἶδε μὲν ἐπὶ τοῖς αὐτὸς αὑτοῦ μεῖζον φρονεῖν, οἶδε δὲ ἔλαττον, ἐπαινεῖ δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἂν αὐτὸν προσίηται, ψέγει δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἄν τι τοιοῦτον ἐνευρίσκῃ, μηδὲν τοῦ δοκοῦντος ἀληθοῦς εἶναι προτιθεὶς μηδαμοῦ. σκόπει δὲ κἀνθένδε. ἐμοὶ γὰρ σὺ ἴσως οὔπω ἐνέτυχες· ἐπεὶ ἔγνως ἂν ὅσα ἐπὶ τῶν ἐμαυτοῦ ψέγω. ἃ γὰρ διαγράφω καὶ μεταποιῶ, πῶς οἴει με πρὸς ταῦτα ἔχειν; φημὶ δὲ τοῦ πάντας ἴσον φρονεῖν ἐπὶ τοῖς ἑαυτῶν οὐδὲν εἶναι μᾶλλον κατʼ ἀνθρώπους ἄνισον. ἀλλά μοι δοκεῖ καὶ τὸ γράμμα τὸ θεῖον ἄντικρυς τοῦτο κελεύειν καὶ λέγειν τὸ γνῶθι σεαυτὸν, οὐχ ἁπλῶς οὑτωσὶ, φάθι μηδὲν εἶναι, ἀλλὰ μήτε ὑπερβάλῃς μήτε ἐλλίπῃς. ἐπικυροῖ δὲ τὸ δεύτερον γράμμα καὶ ἐπισφραγίζεται ὅτι οὗτός ἐστιν ὁ νοῦς τοῦ προτέρου· τὸ γὰρ μηδὲν ἄγαν εἰς τοῦτο οἶμαι φέρει. τὴν τοίνυν ἀξίαν ὅ τʼ Ἀπόλλων, ἅτε μάντις καὶ ποιητὴς ὢν καὶ κατʼ ἀμφότερα ἐξηγητὴς τῆς ἀληθείας, παρακελεύεται τιμᾶν, σύ τʼ ἂν εὖ φρονῇς καὶ μὴ θεοῖς ἐχθρὸς ᾖς, σκέψει πανταχοῦ, σκέψει δʼ ὅπως ἁπάντων ὑπαρχόντων οὐ δείξεις ἀτιμάζων, ἀλλʼ ἐπὶ παντὸς ἀεὶ παραλαμβάνων, οὕτω κρινεῖς ἀναφέρων ἐπʼ ἐκεῖνο τὴν γνώμην, τὸ ποῖός τις ἕκαστος ἡμῶν καὶ πόσου τινὸς ἄξιος. τὰ γὰρ αὐτὰ τοῖς μὲν ἄξια, τοῖς δʼ οὔ· οἷον ὅταν μὲν ὁ Θερσίτης λέγῃ "ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν," γέλως ἐστὶν, οἶμαι. σὺ δήσας; εἰ δὲ μὴ σὲ ἕτερος αὐτῶν τῶν Ἀχαιῶν, οὐκ ἀγαπήσεις; οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν;4 ἀλλʼ ὅταν γε Ἀχιλλεὺς, οἶμαι, διηγῆται "δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον," οὐδείς ἐστιν ὅστις ἔτι νεμεσήσει τῶν Ἀχαιῶν. διὰ τί; ὅτι συμβαίνουσιν οἱ λόγοι τοῖς ἔργοις. τρεῖς καὶ εἴκοσι, φησὶ, πόλεις εἷλον. τί οὖν; οὗτος αὐτὸς τὰς ἁπάσας; οὐκ ἔχομεν ἀντειπεῖν. ἀλλʼ οὐ τὰς μὲν ἐν θαλάττῃ, τὰς δὲ πεζὸς,

又或者,设若你挑选出来赐予我们的,乃是昔日卡尔基斯人与埃雷特里亚人曾为之争斗的土地,抑或如神谕所言的“科林斯与西库昂之间的土地”,那又会怎样?既然你仅仅纯粹是为了友谊本身而到场,并享受着最美妙的言辞——设若我们的作品算是最美妙的,除非连这一点也让你感到碍眼——难道你甚至都不曾以酬报的名义交付给我们哪怕这么一点点:即即便我们说出了某种不当的妄语也能予以宽恕吗?难道你不知道,即便你把埃及的所有州郡聚集起来,再加上巴比伦的土地,将此作为这些演说的报酬赐予我——因为我此刻仍要激怒你——你也绝不可能接近其真正的价值?然而,什么是属于我们的、适合于我们的报酬呢?乃是友谊、善意、理解、铭记、对言辞的适度敬重,以及对撰作言辞者的敬意。然而,既然你唯恐这些话看起来近乎某种傲慢或自夸,来吧,让我来宽慰你。 那么,请听听我是如何看待这些事情的,并好好审视;如果你抓到我说谎,正如索福克勒斯所说,你可以断言我“如今毫无智慧”,并请将预言之术也一并勾销。我认为,一个人若自视高于其实际拥有之物,或者为了在众人面前以言论或行动博取惊骇而装腔作势,此人乃是不健康的,而正是那个臭名昭著的吹牛者与骗子,随你怎么称呼他;但一个人若深知自己的力量达到了何种程度,并据此持守与自身价值相称的见识,既不寻求也不追逐任何非分之物,此人便精确地契合了自由人的尺度。正如在钱财上,我认为,凡是摆出超出其实际所有之排场、无端游荡虚张声势、一心致力于欺骗相遇之人者,我们大概会称其为吹牛者、蠢汉和性情浮夸之人;而反之,若有人认为自己应当表现得比其力量所及更为卑下,故意自愿将自己蜷缩得更渺小,且更乐于否认实情而非承认事实,此人绝不能算在自由人之列,或者如果你称其为猥琐、吝啬和屈从于利益者,倒更能切中其恰当的称谓。我认为对于言辞亦是如此,自然界中的几乎一切事物也都是对照其价值来判定的。依我之见,那质朴而不虚饰的人正是这样的人:他懂得在自己的长处上何时应当抱有更高的自尊,也懂得何时应当抱有更低的自尊;如果他认可,他就既赞扬自己的东西也赞扬邻人的东西;如果他在其中发现了缺陷,就既指责自己的东西也指责邻人的东西,绝不在任何地方将任何事物置于那显明为真实的事物之上。再从这一点来考虑:因为你或许还不曾真正深入接触过我,否则你就会知道对于我自己的作品我有多少批评。对于我所勾销和重写的部分,你以为我对它们持何种态度呢?我主张,在人类之中,没有什么比所有人对自己的事物持完全相同的评价更为不平等的了。但依我之见,那神圣的铭文“认识你自己”明确命令并表达的正是这一点,它绝不是简单粗暴地要求“说自己一无是处”,而是“既不可过度,亦不可不足”。而第二条铭文则印证并盖章确认了这正是前者的意旨;因为我认为,“切勿过甚”正是归结于此。既然阿波罗作为预言者和诗人,且在双重身份上皆为真理的诠释者,劝诫人们应当尊重这价值,那么你若心智健全且不与神明为敌,也当处处深思;并且你要深思,在一切前提存在的情况下,如何不表现出轻慢,而是在一切事上始终将其纳入考量,从而将判断引向那个问题来作出裁决:我们每个人究竟是何等样人,配得上多大的价值。因为同样的事物对某些人是相称的,对另一些人则不然;例如当忒耳西忒斯说道: “由我捆绑带来的,或者阿开奥斯人中的其他人所俘获的”,我想这只是一场笑柄:“由你捆绑?如果阿开奥斯人自己当中没有另一个人捆绑你,你难道不该心满意足吗?难道你不知道自己是在冒着脊背挨打的危险胡言乱语吗?”但我想,当阿喀琉斯叙述道: “我确实率领舰队攻陷了人类的十二座城镇, 而徒步,我宣称,在肥沃的特洛伊土地上攻陷了十一座; 从这一切城镇中我掠取了许多精美的珍宝, 并把所有这些带去呈献给阿伽门农”,阿开奥斯人中绝没有任何人会对此感到愤慨。为什么?因为其言辞与事实相符。“二十三座城镇”,他说,“我攻下了”。那又怎样呢?难道是他独自一人攻陷了所有这些城镇吗?我们无法提出反驳。但难道不是一部分由海路,一部分由陆路徒步攻陷的吗?

语法注4 条
  1. 367ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν

    通过连词 ἤ 与前一段落末尾的条件从句 εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼν ...(“设若你挑选出来赐予我们……”)形成并列。关系代词 οὗ 的先行词(如 χωρίον)被省略,指代历史上卡尔基斯与埃雷特里亚争夺的勒兰托斯平原。

  2. 367ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων ... σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου

    时间关系副词 ὅτε 引导一个带有让步或对比意味的从属分句(“既然/正当……之时”),与主句的 σὺ δὲ ...(“你却甚至没有……”)相呼应。其中的 δέ 属于归结性 δέ(apodotic δέ),用于引出位于从句之后的主句。

  3. 367τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν

    短语 τὸ τοῦ Σοφοκλέους(“正如索福克勒斯的那句话”)是一句格言式的省略插入语。随后的不定式 φάσκειν 充当命令式不定式,或者依赖于上下文所隐含的动词(如 ἔξεστι),在语意上与后文的祈使语气 διάγραφε 形成并列指示。

  4. 368οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν;

    介词短语 κατὰ τοῦ νώτου 意为“以脊背挨打为代价”或“在脊背上承受责打”,典出《伊利亚特》卷二中忒耳西忒斯因妄言而被奥德修斯用权杖抽打后背的典故。分词 ληρῶν 则作 γνώσει 的补充成分,意为“意识到自己在胡言乱语”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:367-368