← 阿里斯·台德斯

关于附言

§365-366

对匿名批评演说插话者的反驳

演说者针对一位通过中介批评其演说中插话的匿名论敌展开反驳,通过逻辑推导确立演说家完全有权认识并论述自己的作品与为人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§365

δεινοί τινες εἰσὶ νουθετεῖν ἑτέρους ἀφέντες ἑαυτούς. καὶ εἰ μέν γε ἐκ τοῦ εὐθέος προσιόντες ἐποίουν αὐτὸ, κέρδος ἦν ἄν. ἢ γὰρ ἐπείσθη τις ἂν, ἢ πείσας ἀπήλλακτο. νῦν δʼ ἑτέρους διακόνους ὑποβαλλόμενοι τῆς συμβουλῆς ὡς ἀληθῶς σκιαμαχεῖν ἀναγκάζουσι. καὶ τὰ προοίμια δὲ δεινῶς ἐκ κύκλου αὐτῶν ὡς μὲν ἔχω πρὸς αὐτὸν εὐνοίας, ὅτι μὲν εἷς εἰμι τῶν φιλούντων τὰ τοιαῦτα. ταῦτα δʼ ἐστὶ πλεῖν ἢ ναυτιᾶν. καὶ τοίνυν καὶ πρώην τις τὸ αὐτὸ πρόβλημα ποιησάμενος ἀπαγγέλλειν ἑνὶ τῶν ἐμῶν ἐκέλευε πρός με ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην1 μεταξὺ τοῦ ἐγκωμίου καὶ τῶν λόγων τῶν εἰς τὴν θεόν· οὐ γὰρ εἰκὸς ἄρα εἶναι περὶ αὑτοῦ καὶ τῶν αὑτοῦ τι λέγειν τινὰ, ἄλλως τε καὶ ἐν τοῖς ἀκριβῶς εἰδόσι, πάντως δὲ εἰδέναι πάντας περὶ τῶν λόγων τῶν ἡμετέρων ὅσον τε ὑπερέχουσι, τουτὶ γὰρ προσετίθει, καὶ ὅτι εἴ τι ἄλλο ἄλλῳ, καὶ τοῦτο ἡμῖν ἀπείργασται· πολλὰ τοιαῦτα ἐχαρίζετο, τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς.2 φέρε δὴ καὶ πρὸς τοῦτον ἀποκρινώμεθα, ἐπειδή γε καὶ ὁ χθιζὸς ἡμῖν ἑστιάτωρ ἔχει τὴν ἀξίαν. πόθεν οὖν ἂν αὐτὸν ἐπιχειρήσαιμεν ἀρξάμενοι μεταπαιδεύειν, ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα ὥστε καὶ ἑτέρους ἐπιχειρεῖν νουθετεῖν οὑτωσὶ ῥᾳδίως; ἐγὼ μὲν ὑπὸ σπουδῆς μοι δοκῶ τὸ τελευταῖον πρῶτον ποιήσειν, παρέξομαι γὰρ αὐτὸν καθʼ αὑτοῦ μάρτυρα, ὅτι συκοφαντεῖ. καὶ δὴ παρέστω μὲν ἁνὴρ, εἴτʼ οὖν πάρεστιν εἴτε μὴ, οὐ γὰρ οἶδά γε αὐτὸν ὅστις ὢν τυγχάνει, οὔκουν ἔγωγε οὐδʼ αὐτὸν ὅλως, ἀποκρινέσθω δὲ ὡς παρών. τὸ δὲ ἐρώτημα τοιοῦτον, ὦ ἄριστε ἀνδρῶν, ὅτι μὲν συγχωρεῖς ποιεῖν λόγους, εὖ ποιεῖς· τοσοῦτον δʼ ἡμῖν εἰπὲ, πότερον συγχωρεῖς μὲν ποιεῖν αὐτοὺς, γιγνώσκειν δʼ οὐκ ἐπιτρέπεις περὶ αὐτῶν τούτων ἅ τις ποιεῖ· καὶ τί γένοιτʼ ἂν χάριεν τοῦ ποιοῦντος μὲν, οὐ γιγνώσκοντος δὲ ὃ ποιεῖ; ἆρʼ οὖν γιγνώσκειν μέν ἐστι περὶ τῶν πραγμάτων, φρονεῖν δὲ ὑπὲρ ὧν γιγνώσκει τις οὐκ ἔστιν; ἀλλὰ μὴν τοῦτό γε αἴνιγμα καὶ πέρα γε ἴσως αἰνίγματος ἂν εἴη. οὐκοῦν περὶ ὧν φρονεῖν, περὶ τούτων καὶ λέγειν φασὶ δεῖν οἱ σοφοὶ, εἰ μή τι σὺ κἀνταῦθα ἕτερον λέγεις. σκόπει τοίνυν ὡς τὸ πᾶν ὡμολόγηκας ἓν τὸ πρῶτον δούς. εἰ γὰρ ἓν μὲν τῶν καλῶν κατʼ αὐτόν σε τὸ τοὺς λόγους ποιεῖν, ποιεῖν δὲ ἀμήχανον καλῶς ὁτιοῦν μὴ γιγνώσκοντα περὶ αὐτοῦ, ἀλλὰ μὴν περὶ ὧν γε γιγνώσκειν, περὶ τούτων ἀνάγκη καὶ φρονεῖν, περὶ δʼ ὧν φρονεῖν, καὶ λέγειν, δέδωκας περὶ ὧν τις ποιεῖ, περὶ τούτων χρῆναι καὶ λέγειν. νὴ Δίʼ ἀλλʼ ἐν εἰδόσιν ἦν τὰ λεγόμενα. τί δῆτʼ ἂν ἐποίησας, ἢ οὐ κατηγόρησας ἂν εἴ μʼ ἔλαβες ψευδόμενον, ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθʼ ὡς οὐ προσήκοντα ᾐτιάσω;3 καὶ ὡς ἔοικεν, ἂν μὲν Δημοσθένη, ἢ Μιλτιάδην, ἢ Θεμιστοκλέα, ἢ τὸν ὁμώνυμον ὑποκρίνωμαι, τότε μὲν πολὺ σοῦ κατʼ αὐτόν σε ἀμείνων εἰμὶ γνῶναι τοὺς ἑκάστῳ προσήκοντας λόγους· οὓς δʼ ἐμοὶ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν προσήκει ποιεῖσθαι λόγους, τούτους δὲ σὺ καλλίων εἰδέναι; καὶ πῶς ἂν σοὶ παριεὶς εἰδέναι βέλτιον ὀρθῶς ἂν φρονοίην; καὶ μὴν τὸ μὲν ἐκείνων ἦθος εἰκάσαι δεῖ με, τὸ δʼ ἐμαυτοῦ σαφῶς, οἶμαι, ἐπίσταμαι. καὶ νῦν εἰ μὲν περὶ τῆς Ἀθηνᾶς αὐτῆς ἐχρῆν εἰπεῖν, ἐγὼ βελτίων ἦν σοῦ γνῶναι τοῖς σοῖς λόγοις, ἃ δʼ ὑπὲρ τῶν λόγων τῶν εἰς τὴν Ἀθηνᾶν σὺ κρείττων ἐμοῦ; καὶ τοὺς μὲν ἄλλους ἐπίστασθαι φῂς αὐτὰ, αὐτὸν δέ με οὐκ ἐᾷς; καὶ σὺ μὲν ἡμῖν ἐπιτιμᾷς, ἐμοὶ δʼ οὐκ ἐξέσται τοῖς οἷος εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα;4 καὶ σὺ μὲν ὢν ἀκροατὴς μετείληφας ῥήτορος σχῆμα, τὸν δὲ ῥήτορα ἀξιοῖς ἡσυχίαν ἄγειν εἰς τὰ οἰκεῖα, καὶ ὑπὲρ μὲν ἄλλων λέγειν, ὑπὲρ δʼ ἑαυτοῦ σιγᾶν; τί δῆτʼ ἂν, εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼν "ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς"

有些人擅长训诫他人而置自己于不顾。如果他们确实当面直接前来这样做,倒也算是一种收获;因为要么有人会被说服,要么在说服他们之后就能将其打发。但如今,他们推出其他人作为其建议的传达者,着实是在强迫人们与阴影搏斗。而且他们的开场白迂回得可怕: “我对他是多么怀有善意”,“我是爱戴他的人之一”,等等之类。这些话简直是让人晕船呕吐,而非让人航行。前不久就有人以同样的东西作掩护,命我的一个亲信转告我,说我在对女神的颂词与演说之间插进来的附带之辞显然不当;因为据说任何人谈论自己和自己的私事都是不合情理的,尤其是在那些明察秋毫的人面前;而所有人无论如何都知道我们的演说有多么卓越——因为他还补充了这一点——并且如果另有别的事为别人所成就,那么这件事也已为我们所成就;他奉上了许多诸如此类的恭维,为的是让我们接受指责。来吧,我们也向这个人作答,既然昨天的宴请者也已得到了应有的处置。那么,面对一个如此自负、在智慧上走得如此之远,以至于如此轻率地着手训诫他人的人,我们究竟当从何处着手重新教育他呢? 我出于心切,自以为要倒果为因、先做最后的事了,因为我要提出他本人作为反戈其自身的证人,证明他是在诬陷。姑且让这位先生到场吧,无论他实际上是否在场——因为我不知道他究竟是谁,我也根本不认识他——但他应当如同在场一般作答。问题如下: “最优秀的人啊,你既然赞同撰作演说,这很好;但请告诉我们这一点:你究竟是赞同撰作它们,却不准对一个人所撰作的这些事本身有所认识?而对于一个撰作却不知道自己所作何物的人来说,又能有什么优美可言呢?难道关于事物可以有认识,而对一个人所认识的事情却不能有明达的见解?然而这着实成了一个谜,甚至可能超越了谜的范围。因此,智者们说,凡是能有见解的事物,就应当谈论这些事物,除非你在这里又另有一套说法。 那么请看,你既已承认了第一个前提,就如何承认了全部。因为按照你的说法,撰作演说既是一件美事,而在对一件事物缺乏认识的情况下就不可能很好地撰作任何东西,况且凡是有认识的事物,就必然对这些事物也有见解,而对有见解的事物,也就必然要谈论,那么你就已经承认了:对于一个人所撰作的事物,就应当谈论这些事物。 ‘天哪,可是所说的内容是在知情人面前说的!’那么,如果你抓到我说了谎,你又会做什么呢?难道你不会控告我吗?你既然声称所有人都是我这些事的见证人,却又指责这些内容是不恰当的。看来,如果我扮演狄摩西尼、米勒提亚德、地米斯托克利或者那位与我同名的人,那么按照你自己的说法,我在辨识适合每个人的言辞方面远胜于你;但至于适合我谈论自己和自己事务的言辞,你反而更懂得吗?如果我向你让步、承认你懂得更多,我又怎能说是明智呢?再者,他们的性格我必须加以揣度,而我自己的性格,我想我自己是清楚明白的。如今,如果本该谈论雅典娜本身,照你的说法我比你更善于辨识,但关于献给雅典娜的言辞,你难道比我更高明吗?你声称别人都懂得这些,却不容许我自己懂得吗?你指责我们,而我却不能指责像你这样的人,而且这还是为了使其反省?你身为听众,却抢占了演说家的姿态,反倒要求演说家在涉及自身的事情上保持沉默,为别人说话,却对自己闭口不谈?设若你挑选出来赐予我们的,乃是 ‘可爱卡吕冬的最丰饶的平原所在之地’, 那又会怎样呢?”

语法注4 条
  1. 365ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην

    引导间接引语的 ὡς 与语气词 ἄρα 连用,表示他人转述的主张或指责(“据说”、“声称”)。动词 παραφθεγξαίμην 是在历史时态(ἐκέλευε)之后的斜接希求法(optativus obliquus)。

  2. 365τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς

    带冠词不定式的属格 τοῦ παραδέξασθαι 表示目的(“为了让我们接受指责”)。ἡμᾶς 是不定式 παραδέξασθαι 的逻辑主语(宾格)。

  3. 366ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθʼ ὡς οὐ προσήκοντα ᾐτιάσω

    由 ὅς γε(带说明性/因果性语气词)引导的关系从句中,先行词 ταῦθʼ 被置于从句之后,而关系代词 ὧν 作为 μάρτυρας 的属格补足语被前置。基本骨架为:ᾐτιάσω ταῦτα ὡς οὐ προσήκοντα, ὧν φῄς ἅπαντας μάρτυρας εἶναι(“你把所有人都作为见证人的那些事物,反而指责为是不恰当的”)。

  4. 366ἐμοὶ δʼ οὐκ ἐξέσται τοῖς οἷος εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα;

    短语 τοῖς οἷος εἶ σὺ 是惯用的格吸引现象,相当于 τοιούτοις οἷος εἶ σύ(“对像你这样的人”)。语法上承接前分句中的动词 ἐπιτιμᾷς(要求与格),省略了不定式 ἐπιτιμᾶν:“而我却不被允许[指责]像你这样的人,而且还是为了使其警省?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg049.humanitext-grc2:365-366