← 阿里斯·台德斯

埃及演说

§357-358

驳吸水说与尼罗河泛滥诸说的相互否定

作者批判性地考察并驳斥了将尼罗河泛滥归因于受热吸水的假说,指出诸如季风、雨雪、日光等各种对立学说因相互驳斥而暴露出纯属虚构,并主张对不可知之事保持审慎怀疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§357

θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα.1 ἑτέρων δʼ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι.2 ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτʼ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον3 τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι; οὐκοῦν ὁπότʼ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφʼ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν; ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθʼ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστʼ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω· τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ** ἔχει λόγον ταῦτα συγχωρεῖν; ποῦ γὰρ ἔτι καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθʼ ἡμέραν ἑκάστην ἐπιδιδόασιν; οὐκοῦν ἢ ἅμα τʼ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα; εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι· εἰ δʼ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον.4 ὥστʼ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.

讲述某种淡水之海与河马,以及海流入河中,诸如此类的催眠药。而另一些人则提出了相互混杂的说法;因为其中的一部分不需先知,而另一部分即使任何先知也无法令人信服。尼罗河的源头位于最炎热的地区,这若是从南方发源而来便是显而易见的。但他声称,这些源头在夏季被晒热,便将附近的湿气吸向自身,由于大量水流汇集而充盈,而这便是河流的涨水。然而我并不说炎热地区的所有河流都理应遭受这完全相同的遭遇,但若一方面声称源头位于最炎热的地区,另一方面却不认为其邻近的水体也处于其他同等炎热的地区,这岂不是荒谬至极吗?因此,既然它们处于相似的地区,必然承受相同的遭遇。那么,尼罗河的源头将其他水体吸向自身的道理,怎么会比其他水体本身需要来自那里的注入更具情理呢?再者,如果所有水体都比这些源头更为匮乏,首先所有的水在夏季必然比在冬季更为减少;其次,因炎热而彼此分离并各自孤立,它们将无法彼此救济。因此,它们理应趋向减少而下沉,而非升高水位。况且,就算有人姑且承认源头因干燥而将邻近的湿气吸向自身为真而不加争辩;然而不仅吸收足以填满原初水量的水,而且富余如此之多以致将尼罗河一路送至大海,如此超越其他河流,以及比这更为重大的……承认这些难道合乎道理吗?因为若是它们每天都以如此巨大的规模、持续如此长的时间增长,我们究竟还能在何处说它们依然被热气蒸发殆尽呢?因此,要么它们立刻被耗尽而无法排出洪流,要么若是它们留存如此多的水量,又怎会因干燥而吸水呢?因为即使最初吸取了水分,一旦充满理应停止;而如果太阳再次将其蒸发,它们本不可能溢至高处,因为正因如此,如同诗人们所说的陶瓮一般,注入之水总会从下方漏失。因此,它们在大部分时间里理应是减少的,而非持续不断地壮大。

§358

ἄλλος δὲ ἄλλο τι ληρεῖ, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντες οὗτοι λόγον εἰπεῖν ἕκαστος ἐζητηκέναι καὶ τοσοῦτον ἀπέχειν τοῦ τἀληθῆ λέγειν ὥστε καὶ συνειδότες αὐτῶν οἱ πλείους ὅτι ψεύδονται φιλονεικεῖν πρὸς ἃ ὑπέθεντο, εἶθʼ ὥσπερ ἐν σκότῳ τοξεύοντες ἄλλος ἄλλοθεν διαμαρτάνειν. ἐγὼ δʼ οὐχ οὕτω σοφὸν εἶναι νομίζω περὶ τῶν ἀδήλων φροντίζειν, οὐδὲ σκαιότητα ἔχειν εἴ τις ἀφίσταται, ὡς τὸ τοῖς ὑπὲρ τῶν ἀδήλων ἰσχυριζομένοις μὴ ῥᾳδίως πιστεύειν νοῦν ἔχοντος εἶναι τίθεμαι. εἰ δὲ δεῖ κοινὸν ἐπὶ πᾶσιν εἰπεῖν, λέγω πρὸς μὲν τοὺς διὰ τῶν ἐτησίων ψευδομένους ὅτι τοῦ χειμῶνος πολλῷ μείζους καὶ βιαιότεροι βορέαι συνείρουσι καὶ νέφη πάντα κινοῦσι, κινοῦντες δʼ ἐλαύνουσι κατὰ φύσιν πρὸς μεσημβρίαν. καὶ τότε καὶ πρότερον πᾶν ἔστʼ εἰπεῖν ἢ ὅτι χειμῶνος ποτὲ ὁ Νεῖλος ηὐξήθη. καίτοι τί μᾶλλον τοῦ θέρους ηὔξετʼ ἂν ἢ τοῦ χειμῶνος, εἴπερ ἐκ τῶν ἀνέμων εἶχε τὴν ἀρχήν; πρὸς δὲ δὴ πάντας ἐφεξῆς ἐκεῖνο λέγω ὅτι πάντες ὑπʼ ἀλλήλων ἐλέγχονται νέοι ὄντες ἐν τοῖς λόγοις. ὅταν γὰρ οἱ μὲν ἐκ τῶν πνευμάτων, οἱ δʼ ἐξ ὑετῶν, οἱ δʼ ἐκ χιόνος, οἱ δὲ τὸν ἥλιον τοῦ χειμῶνος εἶναι τὸν τήκοντα, οἱ δὲ τὸν ἥλιον τοῦ θέρους τὸν ἀπελαύνοντα τὸ ὕδωρ, οἱ δʼ ὅθεν ἄν τις βούληται φάσκειν γίγνεσθαι τὴν ἀνάβασιν, πάντες δὲ εἰκάζωσιν, εἰδῇ δὲ μηδεὶς, οὐ μόνον ἐκ τῶν καθʼ ἕκαστον ἐλέγχονται δήπουθεν, ἀλλὰ καὶ πάντες κοινῇ περὶ ἀλλήλους ὅτι οὐ τἀληθὲς εὑρήκασιν, ἀλλʼ ἕκαστος λόγον εἰπεῖν βεβούληται. καὶ νῦν ἐγὼ κινδυνεύω δοκῶν ἅπασιν ἀντιλέγειν ἅπαντας ἔχειν τούτου μάρτυρας. οἷς γὰρ ἕκαστοι τοὺς ἑτέρους ἐλέγχουσι, ταῦτʼ ἐμοὶ πρὸς ἅπαντάς ἐστιν. ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ.5 ὥστʼ οὐ μόνον ἐκ τοῦ βελτίονος, ἀλλὰ καὶ τοῦ πολλαπλασίου, σύμψηφός εἰμι καὶ καθʼ ἕνα ἑκάστῳ καὶ πᾶσι κοινῇ· ἕκαστος γὰρ αὐτῶν ἅμα τʼ αὐτὸς τὴν αὑτοῦ φέρει καὶ πᾶσι τοῖς ἄλλοις ἀνταγωνίζεται. εἰ δὲ μὴ ἐλάττω προσεξεύρομεν ἡμεῖς ἢ ʼκεῖνοι προκατεχρήσαντο, οὐκ ἴσως ἄξιοι μέμψεως. καὶ μὴν οὐδʼ Ὅμηρος ἀξιόπιστος, λέγων "ἂψ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο." ἐγὼ γὰρ ὡς μὲν ἅπαντά τις ἂν προσθείη τε καὶ χρὴ Διὶ,

另有人胡诌其他说法,但在我看来,这些人似乎每一个人都只求立下一说,而远离讲出真理,以致他们多数人即便明知自己撒谎,仍为自己的预设偏执争辩,随后便如在黑暗中放箭一般,各自在不同方向上脱靶。我并不认为对不可知之事殚精竭虑是多么明智,若有人避开也不觉得有何愚钝;相反,我以为不轻信那些对不可知之事断言确凿之人,才是有头脑者的表现。但若是必须对所有人说一句普遍的话,我便要对那些借由季风撒谎的人说:冬季里剧烈且强暴得多的北风连绵不断,吹动一切云层,并在吹动之中顺其自然将其驱向南方。无论在当时还是以往,人们可以说出任何话,却绝不能说尼罗河曾于冬季上涨。况且,若是其根源真在于风,夏天涨水又怎会比冬天更具道理?至于对所有人依次而言,我要说的是:他们在言辞上皆属幼稚,并且彼此相互驳斥。因为当有人归因于风,有人归因于雨,有人归因于雪,有人称是冬日阳光将其消融,有人称是夏日阳光驱赶水分,还有人宣称涨水来自任何自己想指认的地方,所有人皆在揣测而无一人真正知晓,他们固然不仅因各自的论点而被驳斥,而且所有人共同在彼此面前被驳斥,证明他们并未找到真理,而只是各自想要立下一说而已。如今,我看似在反驳所有人,却似乎拥有他们全体作为此事的证人。因为每个人用来驳斥他人的依据,在我手中皆成了针对所有人的依据。因此,凡他们持明智想法之处我便予以确证,凡他们如在战斗中预先拿出的愚妄之处我便予以剥离。因此,不仅出于更优的判断,而且出于压倒性多数,我对每个人个别地以及对全体共同地投下了赞成票;因为他们每个人在投出自己一票的同时,亦在与所有其他人抗争。如果我们额外发现的内容并不比他们先前耗尽的少,我们或许并不应当受到责备。再者,甚至荷马亦不足凭信,当他说: “返回埃及,那从宙斯跌落的河流。” 因为依我之见,尽管有人可能会将万物归于宙斯且理应如此,

语法注5 条
  1. 357θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα.

    这一列宾格短语接续了上一段落末尾由不定式 διηγεῖσθαι(讲述)所统辖的直接宾语(即“留给乳母在孩童需要入睡时去讲给他们听……讲述某种淡水之海与河马……”)。

  2. 357τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι.

    τὸ μέν 与 τὸ δέ 用作代词性的中性主格,分别指代前文提到的 λόγος μικτός(混杂之说)的两个部分。δεῖται 支配属格 μάντεως(“不需要先知”即不证自明);后一分句使用 ἄν 搭配潜能祈愿语气 πείσαι(不定过去时主动语态第三人称单数),表示“即便任何先知也无法令人信服”。

  3. 357ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον

    一种预先让步与反驳的修辞句式(预提法)。通过 ὅτι μὲν ... οὐ λέγω(“我并不说……”)暂时搁置一个论点作为让步,而将驳斥的重点转移至随后的修辞疑问句 ἀλλὰ πῶς οὐκ ἄτοπον(“但……岂不是荒谬至极吗?”)。未完成过去时 εἰκὸς ἦν 带有一种未实现的合理预期(“本应是合理的”)。

  4. 357κατὰ τὸν τῶν ποιητῶν πίθον.

    “如同诗人们所说的陶瓮一般”是一句谚语性典故,指神话中达那俄斯的女儿们在冥界用漏底陶瓮汲水的惩罚。此喻生动地解说了前文的属格独立分词句 ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου(“注入之水总是在下方漏失”)。

  5. 358ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ.

    在由 ὥστε(因此)引导的句子中,两个带数量关系代词的分句形成鲜明对比:ὅσον εὖ φρονοῦσι(“凡他们持有明智想法的分量”)作为分词 βεβαιῶν 的宾语,而 ὅσον ... ἀγνωμοσύνης(“凡他们展现出的愚妄分量”)则被 τοῦτο 复指,作为主干动词 ἀφαιρῶ(“我去除/剥离”)的直接宾语。这概括了作者利用对手之间的相互驳斥、去伪存真的论辩策略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:357-358