- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:355-356
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了所有大海均具有含盐的共同本性,并通过现代航海者与迦太基人的记录,以及指出掺杂鳄鱼和河马之传说的虚妄不实,驳斥了欧堤墨涅斯关于外海是淡水的论断。
καὶ τῆς περιεχούσης, ἀλλʼ ὅσον ἄλλο ὕδωρ κέχυται κόλπους ἔχον, λίμναι καὶ ἕλη καὶ τενάγη καὶ τοιαῦτα ὀνομάζεται. ἣν γὰρ ἐν τῇ κατὰ Φοινίκην Συρίᾳ θάλατταν καλοῦσί τινες νῦν, τὴν ἄγονον ταύτην, αὐτίκα ἐροῦμεν πόθεν εἴληφε τοὔνομα. ἔπειτα ταύτας πάσας, οἶμαι, συμβέβηκε τὴν αὐτὴν ταύτην ἔχειν φύσιν ἀλλήλαις τε καὶ τῇ πηγῇ, καὶ οὐδείς ἐστιν ὅστις ὑπεξείλετο εἶναί τινʼ αὐτῶν γλυκεῖαν, ἀλλʼ ὁμοῦ θάλατταν εἰρήκασι. καὶ δήλη ἐστὶν ἡ τοῦ ὕδατος φύσις ἰδία τε καὶ μόνης τῆς θαλάττης οὖσα, ὥστε καὶ τῶν φρεάτων ὅσα πρὸς τὸ ἁλμυρὸν κέκλικε θάλατταν καλοῦσιν οἱ πολλοὶ, καὶ ἧς ἀρτίως ἐμνήσθην λίμνης τῆς ἐν τῇ Συρίᾳ τὸ ὕδωρ ἅλμην ἔχον τῆς γῆς θαλάττης ἐπωνυμίαν παρὰ τοῖς πολλοῖς πεποίηκε. καὶ οὐχ ἡ μὲν Λιβύην περιρρέουσα θάλαττα γλυκεῖα καὶ πότιμός ἐστιν, ἡ δὲ πρὸς αὐτοῖς Γαδείροις ὁμοία τῇ παρʼ ἡμῖν διὰ τὸ μίγνυσθαι. πρῶτον μὲν γὰρ οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην ἢ καὶ γλυκείᾳ διʼ ἐκείνην εἶναι,1 εἴπερ κἀκείνῃ μίγνυται, καὶ ταῦτα χύδην, οὐ διὰ πορθμοῦ. ἔπειτα καὶ ἐκ τῆς μαρτυρίας δῆλον τῶν ἔτι νῦν ἐκπλεόντων ὡς ὁ λόγος πέπλασται. εἰσὶ γὰρ δή που καὶ νῦν οἱ πλέοντες ἔξω στηλῶν οὐκ ἐλάττους ἢ κατʼ ἐκείνους τοὺς χρόνους· καὶ οὐκ ἐν μακροῖς γε χρόνοις ἅπαξ ἢ δὶς, ἀλλʼ ὁσημέραι συνεχῶς καὶ ὁλκάδες καὶ ἔμποροι κομίζονται διʼ ἀμφοτέρας τῆς θαλάττης, ὡς συνεχοῦς καὶ μιᾶς, ἀνοιχθέντος τοῦ κάτω τόπου παντὸς καὶ δοθείσης ἀδείας πλεῖν ὑπὸ τῆς νῦν ἡγεμονίας. ἡμᾶς δʼ ὡρμημένους ἡ νόσος ἔφθη καταλαβοῦσα.2 καὶ οὔτε τῶν ἁλιέων τῶν πρὸς τοῖς Γαδείροις ἔστιν ἀκοῦσαι λεγόντων γλυκεῖαν εἶναι τὴν ἔξω θάλατταν οὔτε τῶν εἰς τὴν μεγάλην νῆσον περαιουμένων τὴν ἀντιπέρας Ἰβήρων· καίτοι στρατεύματά τε εἰς αὐτὴν ἑκάστοτε παντοῖα διαβαίνει καὶ ἀναχωρεῖ τοῖς καθήκουσι χρόνοις, καὶ ἄρχοντες καὶ ἰδιῶται μυρίοι διαβαίνουσιν ἑκάστοτε. οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλʼ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν ᾖ τὸ ὅλον τὴν φύσιν.3 ἀπορρεῖ δʼ οὐκ ἀπὸ τῆς ἡμετέρας ἡ ἔξω θάλαττα καὶ πᾶσα καὶ ἧς μηδʼ ὁτιοῦν εὕρηται πέρας πρὸς θάτερα, ἀλλʼ ὁ καθʼ ἡμᾶς οὗτος κόλπος ἀπὸ τῆς ἔξω θαλάττης εἰσρεῖ, πόρρωθεν κομίζων τὴν φύσιν. καὶ μὴν οὐδὲ Καρχηδονίων οἱ ἐκπλεύσαντες ἔξω Γαδείρων καὶ τὰς ἐν τοῖς ἐρήμοις τῆς Λιβύης πόλεις οἰκίσαντες τοῦτον ἤνεγκαν οἴκαδε τὸν λόγον οὐδʼ ἀνέγραψαν οὐδʼ ἀνέθηκαν ἐν τῷ ἱερῷ, ἕτερα πολλὰ καὶ ἄτοπα γράψαντες· οὓς οὔτʼ ἀγνοῆσαι δήπουθεν οὔτε γνόντας εἰκὸς ἦν ἀποκρύψασθαι. καὶ ταῦτʼ ἐξεπίτηδες οἷς εἶδον ὥσπερ φιλοτιμουμένους,4 ἅπαντʼ ἦν ἐλάττω τοῦ γλυκεῖαν θάλατταν ἔχειν εἰπεῖν ὡς εἶδον. ἔτι τοίνυν ἔγωγε θαυμάζω πῶς ποτʼ ἀπῆρεν ἁνὴρ οὗτος τοσοῦτον ἀπὸ τοῦ γνωρίμου καὶ τίς ἡ δύναμις αὐτοῦ καὶ τίς ἡ πρόφασις τῆς ἀποδημίας. μόνον μέν γε οὐκ εἰκὸς ἐκπλεῦσαι, μετὰ πολλῶν δʼ ἀφικόμενον μόνον οὐκ εἰκὸς ἦν κοσμῆσαι τὸν λόγον, οὐ μὴν οὐδʼ εἰς βιβλίον ἐγγράφειν ὡς ἀποχρῶν, οὐδʼ ὅσον πρὸς τοὺς ἐπιτηδείους διηγήσασθαι, ἀλλὰ δημοσίᾳ φράσαι καὶ ἀναγγεῖλαι, ἀναθέντα λέγω καὶ τοῦτον, ὥσπερ οἱ τῶν Καρχηδονίων ἡγεμόνες γράμματα ὑπὲρ τούτων εἴς τι τῶν κοινῶν ἱερῶν. καὶ μὴν εἴ γʼ ἦν ταῦτʼ ἀληθῆ, τίνʼ ἂν Ἑλλήνων ἐλάνθανε λοιπόν; ἅπασι γὰρ ἂν ἐξῆν εἰς Μασσαλίαν πλεύσασι μαθεῖν, καὶ μιᾶς γε ταύτης ἀπορίας ἀπηλλάχθαι διὰ Μασσαλιωτῶν. ἀλλʼ οὔτε Μασσαλιῶται ταῦτα λέγουσιν οὔθʼ ὁ Μασσαλιώτης ὁμοίως ἡδὺς εἰπεῖν καὶ πιστὸς, ἀλλά τις ἀρχαῖος μᾶλλον καὶ ποιητικός. καὶ μὴν οὐχ ὅτι κροκοδείλους καὶ ἵππους ποταμίους εἰς τὸν λόγον ἐντέθεικε, τούτου χάριν ἄξιον πιστεῦσαί τι, ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα τὸ πλάσμα φωρᾶται καὶ ὅτι κομψεύεται. οὐ γὰρ ἰδὼν τοὺς κροκοδείλους οὐδὲ τοὺς ἵππους, εἶτʼ ἐξήγγειλεν, ἀλλʼ ἵνα τὰ ἄλλʼ ὡς ἀληθῆ δόξειε λέγειν, τοὺς κροκοδείλους καὶ τοὺς ἵππους προσέθηκε, καταφεύγων ἐπὶ τὰ γνώριμα καὶ πίστιν ἐφελκόμενος τῷ πλάσματι προσθήκῃ πλάσματος ἑτέρου πρὸς τἀληθὲς πεποιημένου. ἀλλʼ οἶμαι τοὺς μὲν τοιούτους λόγους καὶ μύθους ταῖς τιτθαῖς ἄμεινον παριέναι τοῖς παιδαρίοις, ἐπειδὰν ὕπνου δέηται, διηγεῖσθαι,
对于环绕外海以内的人们而言亦是如此;而其余一切流淌成海湾的水体,则被称为湖泊、沼泽、浅滩之类。因为至于如今某些人在靠近腓尼基的叙利亚称之为海的那座不毛之湖,我们片刻之后便会说明它是从何处得到这个名称的。其次,依我之见,所有这些海域彼此之间以及同它们的源头一样,恰好都具有这同一种本性,绝没有任何人曾将其中某一片海排除在外而称其为淡水;相反,人们同样将它们统称为海。而且水体的本性是显而易见的,是独特的且仅属于大海,以至于凡是偏于咸味的井水,众人都称之为海;而我刚才提到的叙利亚那座湖泊,其水因含有源自大地的盐分,亦在民众之中赢得了海的称呼。绝非环绕利比亚流动的海是淡水且可饮用,而紧邻加狄拉的大海仅因混合作用才变得与我们身边的海相似。因为首先,若是〔加狄拉之海〕确实也与那片海混融在一起,且是广阔地而非通过狭窄海峡混融,那么加狄拉之海因我们的大海而变咸,绝不比也因那片海而变甜更具情理。其次,从当今依然出海航行之人的见证中亦可清楚看出,这种说法纯属虚构。因为如今航行于赫拉克勒斯之柱以外的人,绝不比彼时那些年代少;而且并非时隔久远才有一两次,而是每一天货船与商贾都持续穿行于两片海域,视其为连绵一体的大海,因为随着整个下方地区均已开放,且在如今的帝国统治下已被授予航行之特许——尽管我们自己正当起程之际,却不幸为疾病所困。无论从加狄拉附近的渔民那里,还是从渡海前往伊比利亚人对岸那座大岛的人们那里,都绝听不到有人说外海是淡水;尽管各色军队在不同时期均渡海前往该岛并于相应时节归来,官长与平民亦不计其数地不断往渡。因为全体顺从局部是不合常理的,合乎常理的乃是局部在本质上与全体一致。外海——无论是其整体,还是向着另一端未曾发现任何界限的海——绝非从我们的大海流出,反倒是我们的这一海湾从外海流入,从遥远处承载着它的本性。再者,那些驶出加狄拉并在利比亚荒漠中建城的迦太基人,也未曾将这种说法带回家乡,亦未曾将其载入记录或奉献于神庙之中,尽管他们记下了许多其他奇闻异事;而他们既不可能未曾察觉,知晓之后亦不至于刻意隐瞒。况且他们仿佛特意夸耀亲眼所见之物,而对于他们而言,没有任何事物能比声称亲眼见过一片淡水海更为可夸的了。此外,我倒要惊叹,此人究竟是如何从已知〔地域〕航行得如此之远,他有何等能耐,又以何为远游之借口。他独自出航固属不可能,而随众人到达后唯独他一人粉饰这一说法亦不近情理;他本不应仅仅写入一卷书册便自以为足,亦不应只对亲友讲述,而应当像迦太基的将领们一样,将关于这些事的文书奉献于某一公共神殿之中,向公众宣讲并作官方报告。再者,如果这些是真实的,此后还有哪位希腊人能不知晓?因为凡是航行到马萨利亚的人本都可以了解真相,并通过马萨利亚人消除这一疑难。然而,既非马萨利亚人讲述这些事情,这位马萨利亚人说话动听却并不令人信服,反倒像是个好作古风与诗意夸张之人。再者,绝非因为他在叙述中塞入了鳄鱼和河马,其言论便有任何值得相信之处;反倒正是在这里,这出伪作最清楚地被识破,其卖弄巧妙之处亦暴露无遗。因为他并非见到了鳄鱼和河马才随后加以报告,而是为了使其余事情显得真实,才加上了鳄鱼和河马,从而逃避到为人熟知的事物之中,并借由增添另一件仿造逼真的伪饰,来为自己的虚构引来信任。然而依我之见,此类言谈与神话,最好还是让给乳母们在孩童需要入睡时去讲给他们听,
- 355οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην ἢ καὶ γλυκείᾳ διʼ ἐκείνην εἶναι
指示代词的对比与比较结构。αὐτῇ 指前文提及的“加狄拉附近的大海”;ταύτην 指“我们所处的地中海内海”;ἐκείνην 则指“环绕利比亚的外海(据称为淡水)”。整句表示:加狄拉之海因内海(ταύτην)而变咸,绝不比它也因外海(ἐκείνην)而变甜更有道理。
- 355ἡμᾶς δʼ ὡρμημένους ἡ νόσος ἔφθη καταλαβοῦσα
动词 φθάνω 配合补足分词 καταλαβοῦσα 的固定句式。字面直译为“当我们准备出发时,疾病抢先袭来了”,意即作者正打算起程却突然为疾病所阻。ὡρμημένους 为完成时被动分词,表示准备就绪、意欲启程的状态。
- 355οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλʼ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν ᾖ τὸ ὅλον τὴν φύσιν
短语 λόγον ἐστὶν ἔχον(意为“合乎情理”,相当于 εὔλογόν ἐστιν)统领两个“带对格的不定式”结构:前一个否定了“整体(τὸ ὅλον)顺从局部(τῷ μέρει)”,后一个确立了“局部在本质上(τὴν φύσιν,关系对格/视点对格)应当与整体保持一致”。
- 356καὶ ταῦτʼ ἐξεπίτηδες οἷς εἶδον ὥσπερ φιλοτιμουμένους
由副词性短语 καὶ ταῦτα(意为“尤其是……”、“而且是在……”)引导的对格分词结构。φιλοτιμουμένους 修饰前文的迦太基航海者(οὓς)。οἷς εἶδον 是关系代词受 φιλοτιμέομαι 所支配的与格吸引(attractio relativi),原句原本应为 ἃ εἶδον(即“对自己所见之事感到夸耀”)。
