← 阿里斯·台德斯

埃及演说

§359-360

荷马的地理谬误与诗人的不可靠性

作者批评荷马关于尼罗河及法洛斯岛距离记述的不实,结合埃及祭司的见证与实际航海距离的测算,论证诗人在需要事实考证的问题上并非可靠的见证人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§359

καὶ Νεῖλον ἂν δοίην εἶναι διιπετῆ καὶ ἔργον ἐκείνου, ἐπεὶ καὶ πατέρα αὐτὸν ἀνδρῶν τε θεῶν τε καλοῦμεν Ὁμήρου καὶ τοῦτο τὸ ῥῆμα φθεγγομένου, καίτοι τῶν θεῶν, ἀλλʼ οὐ πάντων πατὴρ αὐτῶν τῶν θεῶν ἐστι κατʼ αὐτοὺς τοὺς ποιητὰς, καὶ οὐ δή που βιάσαιτʼ ἄν τις καὶ τὸν Ποσειδῶ τούτου χάριν υἱὸν εἶναι Διὸς καὶ τὴν Ἥραν θυγατέρα, καὶ ταῦτα Ὁμήρῳ δοκεῖν· αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἴη καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γʼ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμʼ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δʼ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν1 τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατʼ Αἴγυπτον· ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας2 προσέθηκεν, Ἧι λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δʼ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι· καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἔοικεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δʼ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτʼ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς; ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσα ἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο. καὶ οὐκ ἄντικρυς μὲν ἔλεγε τοὔνομα τοῦτʼ αὐτὸ ὡς ἀπογράψαι γράμμασιν Ἑλληνικοῖς, ἀλλʼ ἦν μὲν ὥσπερ ἐμφερόμενον καὶ περιτρέχον, Αἰγύπτιον δὲ καὶ δυσγράμματον μᾶλλον. τόδʼ οὖν ἡμετέρᾳ φωνῇ δηλοῦν ἔφη χρυσοῦν ἔδαφος, εἰωθός τι τοῦτο τοῖς Αἰγυπτίοις ἐπιφημίζειν τοιαῦτα τοῖς παρʼ αὑτοῖς χωρίοις, οἷον Ἐλεφαντίνη καὶ πάλιν Διὸς πόλις καὶ Ἡλίου δὲ πόλις· οὕτω καὶ τοῦτʼ ἔφη τοὔνομα χρυσοῦν ἔδαφος εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι.3 ἀλλʼ ἐῶ τοῦτο· καίτοι Αἰγυπτίους γε ἀκριβέστερον εἰκὸς εἰδέναι τὰ σφέτερα αὐτῶν ἤπερ Ὅμηρον τὸν ἐν Σμύρνῃ καὶ Ἑκαταῖον τὸν ἐν Μιλήτῳ, οὐ μόνον κατὰ τοῦθʼ ὅ τις ἂν φήσειεν ἁπλῶς εἰκὸς καὶ κοινὸν, ἀλλʼ ὅ γε καὶ ἴδιον κατὰ τούτων ἔστιν εἰπεῖν, ὅτι διὰ παλαιότητα χρόνου καὶ τὸ μηδὲν αὐτοῖς τῶν ἐξ οὐρανοῦ πεπονθέναι τὴν χώραν, καὶ τῶν παρὰ τοῖς ἄλλοις ἐπιφανῶν μάρτυρές εἰσιν αὐτοὶ καὶ ἵστορες ἀξιόχρεῳ, καὶ πάντα φυλάττουσιν ἐν στήλαις ἐν τοῖς ἱεροῖς ἀντʼ ἄλλων κτημάτων. ἀλλʼ ὅμως καὶ τοῦτο τὸ ἰσχυρὸν παρίημι. ἀλλʼ ἔστω κατὰ τοὺς παρʼ ἡμῖν λογοποιοὺς ὁ τοῦ Μενέλεω κυβερνήτης ὁ τὴν ἐπωνυμίαν, ὡς ἐτελεύτησε, πεποιηκὼς τῷ τόπῳ. εἰ τοίνυν δεῖ τούτῳ τῷ λόγῳ πιστεύειν, Κάνωβος Φάρου σταδίους εἴκοσι καὶ ἑκατὸν ἀπέχει. καίτοι ναῦς πανημερία θέουσα ὑπʼ ἀνέμου κατὰ πρύμναν πνέοντος, προσθήσω δὲ καὶ λιγέος, οὐκ εἴκοσι καὶ ἑκατὸν σταδίους ἀνύσει μάλιστα, ἀλλʼ ἴσως μᾶλλον διακοσίους καὶ χιλίους. καὶ ἡμεῖς τοσούτους ἐν εὐπλοίᾳ πολλάκις ἠνύσαμεν, τὸ πᾶν διελόμενοι πρὸς τὰς ἡμέρας ὕστερον. ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι

我也完全可以承认尼罗河从宙斯跌落,并且是他的作为,因为我们亦称他为“人与诸神的父亲”,荷马也吟诵过这一词语;然而,即使依照诗人们自身的说法,宙斯亦非诸神全体之父,任何人也绝不能因此强辩波塞冬是宙斯的儿子、赫拉是其女儿,更不能强求荷马持有此见;因为荷马自己表明他并不如此认为。话虽如此,若宙斯确实是“人与诸神的父亲”,他也理当是诸河以及在这整个宇宙中产生的一切的父亲,被称作尼罗河之父并不逊于称作特洛伊之克珊托斯之父。若是如此,我亦愿如我前文所说,称尼罗河是宙斯的作为与子嗣。但若荷马或任何其他人打算像谈论斯卡曼德罗斯、西摩伊斯或格拉尼科斯那样来谈论尼罗河,倘若我们指出他更通晓特洛伊的事务而非埃及的事务,他是应当原谅我们的。因为荷马在其史诗中亦曾明确宣称法洛斯距埃及有一日的航程,而且似乎这还嫌不足,为切实坐实航行顺畅从容的条件,他还补充道: “只要背后有尖锐的风顺吹,”这显然是指航行中的船只。然而,法洛斯距大陆至多不过七斯塔迪昂,它本身俨然就是利比亚人与埃及人的分界。但若一艘船在尖锐顺风吹拂下全天航行仅仅跑了这么远,我本人是无法置信的。不过,某些轻易替他人辩解的人声称,在当时法洛斯看来距埃及甚远,而如今河流因不断淤积而缩短了距离;因此他们说,如今情况确是如此,而荷马关于当时所说亦属正确。但对这些人,荷马本人如今已然给出了清晰的反驳。如何反驳呢?因为他自己也知晓墨涅拉俄斯携海伦前往埃及的航行。卡诺博斯乃是墨涅拉俄斯之舵手的名字,正如散文作家赫卡泰奥斯所言及世间普遍传闻所载,舵手死后便在此地留下了该名字——我是依希腊人的说法而言,因为我本人在卡诺博斯当地曾听一位绝非微末之辈的祭司说过,在墨涅拉俄斯泊舟于此一万年之前,该地便已如此得名。他并未以希腊字母能直接转写的方式直呼该名,那发音仿佛只是近似且转弯抹角的,反倒更具埃及特征且难以书写。于是他说,用我们的语言表示便是“黄金之地”,埃及人素有以此类称谓命名其乡土的习俗,如象岛、再如宙斯之城以及太阳之城;因此他说,对于一个希腊人而言,这一名字说出来也是“黄金之地”。 不过我且按下此事不提;虽然埃及人理应比斯弥尔那的荷马和米利都的赫卡泰奥斯更精确地了解自身的事物,这不仅出于任何人皆可直陈的普遍情理,更出于针对他们而特有的根据,即由于年代的久远以及其国土未曾受天空降下之灾祸的侵袭,他们自身便是他邦显赫事务的见证者与可靠记述者,并且将一切铭刻在神庙的石柱上以代其他财产妥善保存。然而,即便这一强有力的论据我也姑且置之度外。毋宁依我们这边的散文作家所言,假定墨涅拉俄斯的舵手死后确为该地赋予了这一名称。那么,若是应当相信这种说法,卡诺博斯距法洛斯便有一百二十斯塔迪昂。然而,一艘在船尾顺风吹拂下——我还要加上是尖锐顺风——全天疾驰的船只,绝非至多航行一百二十斯塔迪昂,而恐怕更在千二百斯塔迪昂左右。我们在顺风航行中亦屡屡跑过如此航程,并在事后将总里程按日数加以核算。 但在我看来,诗人们深谙且追求的莫过于编造神话、罗列江河与城邑之名以及对此类事物加以藻饰,但对于如此需要严加考证的事务,他们绝非合格的见证人。例如在有关历史叙事上似乎比其他诗人都更坚守真理的品达,便作过诗句;而这一驳论亦非来自远处,恰恰取自当地。因为他说: “海边崖畔之埃及门德斯。” 然而,

语法注3 条
  1. 359συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν

    主句使用带 ἄν 的希求法(ἂν ἔχοι,潜势希求法),条件从句中亦使用 εἰ 与带 ἄν 的希求法(ἂν φαῖμεν)结合。在古典希腊语中,条件从句出现 ἄν + 希求法表达委婉、谦逊的假设语气(“假若我们或许声称……”),与主句礼貌客气的论辩基调相吻合。

  2. 359προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας

    此处为“中性单数冠词 + 属格名词”(τὸ + 属格)的泛指结构。ἐξουσία 既可指航海的“顺遂从容/优越条件”,亦可引申指诗人的“诗意特权/自由”。由于紧承下文引用的荷马诗句(描写顺风满帆的理想航行情境),此处应指进一步坐实航程之顺畅从容的条件;视作诗人行使其断言权能亦通,但上下文核心在于指出荷马特意设定了船只全速前进的理想航行条件。

  3. 360εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι

    不定词 εἰπεῖν 作说明性/限制性用法(epexegetic infinitive),与与格 ἀνδρὶ Ἕλληνι 搭配,意为“对希腊人而言可以说(相当于……)”。核心句为 ἔφη 所统辖的“宾格加不定词”间接引语结构(τοὔνομα χρυσοῦν ἔδαφος εἶναι,“该名字即黄金之地”),εἰπεῖν 进一步限定其在希腊语中的对译表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:359-360