← 阿里斯·台德斯

埃及演说

§353-354

埃福罗斯说的最终驳斥与对欧堤墨涅斯的批判

作者结合外围湖泊及水文水力学彻底驳斥了埃福罗斯将尼罗河上涨归因于大地多孔与低洼的观点,随后通过阐述环球四大海湾的地理结构,批判了欧堤墨涅斯关于大洋彼岸存在流入内陆的淡水海的奇谈怪论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§353

ἑσπέραν. ὥστʼ εἰ τῆς γῆς νοτὶς ἦν τὸ ὕδωρ, οὐκ ἂν εἰς τὸν ποταμὸν εἶχε συρρεῖν, ἀλλʼ ἐξεχεῖτʼ ἂν ἐπὶ θάτερα τοῦ ποταμοῦ. ἤκουσα δὲ ἔγωγε καὶ τῆς Παλαιστίνης Συρίας ἐν Σκυθῶν πόλει περὶ τὸν τόπον, ὃς τάς τε δὴ βαλάνους τῶν φοινίκων τὰς ὀνομαστὰς καὶ τὸν ὀπὸν φέρει, λίμνην εἶναι, ἣν ἐπειδὰν ὁ Νεῖλος ἀνέλθῃ, σημαίνειν·1 καὶ γὰρ τὸ ῥῆμα τοῦτʼ ἦν τῶν ξένων, ἔλεγον δὲ ὡς αὐξανομένης. εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον, καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταυτόν. εἰ δὲ πολλαὶ ταύτης οὖσαι κοιλότεραι, εἰ καὶ μὴ ἐπὶ μακρὸν, ἀλλʼ οὖν ἔστʼ ἐφʼ ὅσον γε, ὅμως δὲ τοῦτʼ οὐχὶ πάσχουσιν, ἄλλο τί σοι σκεπτέον τὸ αἴτιον τῆς ἀναβάσεως, ὡς οὔτε τὴν ἀραιότητα τῆς γῆς οὔτε τὴν κοιλότητα λέγειν ἐνὸν φαίνεται, ἀλλὰ ταῦτα καὶ πάντων ἥκιστα. εἰ γὰρ ἐγίγνετο αὐτόθεν ἡ πλήρωσις, οὐκ ἂν οὔτε τὰς λίμνας τὰς ἔξω τοῦ ποταμοῦ συνέβαινεν αὔξεσθαι οὔτʼ αὐτὸν ὑψοῦσθαι τοσοῦτον ὥστʼ ἐπικλύζειν ἅπασαν τὴν εἴσω τῶν ὀρῶν τούτων γῆν οὕτω λαμπρῶς ὥστε τοὺς πλέοντας νύκτωρ τοῖς ἄστροις ἐστὶν ᾗ τεκμαίρεσθαι. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις ἐκ τῆς κοτύλης τὸν ἀμφορέα πληροῦσθαι πείθοι,2 ψιλὸν ἐκ ψιλῆς, αὐτὸν ἐξ αὐτῆς. ἀλλʼ, οἶμαι, κατιόντος τοῦ ποταμοῦ μεγάλῳ τῷ μέτρῳ καὶ τῆς γῆς οὐχ ἱκανῆς οὔσης τὸ ὕδωρ χωρεῖ μέχρι τοῦ δεχομένου, τὴν διέξοδον αὐτὸ αὑτῷ ποιοῦν. διὰ τοῦθʼ αἵ τʼ ἔξω πηγαὶ προσλαμβάνουσι πίδακας ἐκ τοῦ ποταμοῦ καὶ εἰς τὰ ἔθνη τὰ πλησίον αἴσθησις τῆς ἀναβάσεως ἔρχεται, καὶ συνδιαδέχεται τὰ σχολάζοντα, ὥσπερ ὅταν οἴκημα πληρωθῇ. τοσαῦτα δὴ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησι τῆς ἀληθείας. ἥσθην δὲ θαλάττῃ γλυκείᾳ3 Λιβύης ἐπέκεινα εἴσω ῥεούσῃ διὰ τοὺς ἐτησίας καὶ ταύτῃ καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες, εἰ ταῦτʼ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν, ὅτι οὐ λύεις ἀπορίαν, ἀλλὰ κινεῖς μείζω καὶ ἀτοπωτέραν τῆς ἐξ ἀρχῆς, πῶς οὐκ ἀληθῶς ἔξω στηλῶν καὶ Γαδείρων φήσει τις ἐπισκώπτων εἶναί σοι τὸν νοῦν,4 ὥσπερ τὴν Θρᾶττάν φασί ποτʼ ἐκεῖνο εἰς Θαλῆν εἰπεῖν, εἰ ποταμὸν φεύγων ἀγνοεῖς εἰς τὴν θάλατταν ἐμπίπτων, ἀνὴρ ὁ σκώπτων ἐρεῖ; τί γὰρ δή ποτʼ εἰ μέν τις ποταμὸς τοῦ θέρους αὔξεται μόνος τῶν ἄλλων θαυμασόμεθα καὶ τὰς αἰτίας ζητήσομεν, θάλατταν δʼ οὐ πολλῷ μᾶλλον θαυμασόμεθα εἴ τίς ἐστι γλυκεῖα μόνη τῶν πασῶν; καὶ μὴν οἱ ποταμοὶ μὲν εἰ καὶ τὴν αὐτὴν ἔχουσι φύσιν τὴν τοῦ ῥεῖν, ἀλλʼ οὖν χωρίς γε καὶ καθʼ αὑτοὺς ἕκαστοι ῥέουσιν ὅσοι μὴ προϊόντες εἰς ταὐτὸ συμβάλλουσιν, ἡ δὲ θάλαττα ἅπασα ἀνακέκραται δή που καὶ συνεχής ἐστιν ἡ φύσις αὐτῆς, ἣν εἴ τις διαιρήσει τῷ λόγῳ, τί χρήσεται θαυμάσαι λοιπόν; δεῖ δʼ, ὡς ἔοικε, καὶ περὶ τούτων εἰπεῖν διελόμενον. εἰσὶ γὰρ δή που τέτταρές που τῆς ἔξω θαλάττης ἀπόρροι. ὧν ὁ μὲν ἐξ ἑσπέρας εἰς Φᾶσιν διὰ Γαδείρων εἰσέχει καὶ τῆς πλησίον Λιβύης, καὶ ἔστιν ὁ κόλπος οὗτος ἡ καθʼ ἡμᾶς αὕτη θάλαττα, ἣ σχίζει δίχα τὴν γῆν, προσλαβοῦσα τὴν Μαιῶτιν λίμνην καὶ τὸν ὑπὲρ αὐτῆς ποταμὸν Τάναϊν, καὶ ποιεῖ νῆσον τὸ τμῆμα ἑκάτερον τῇ κύκλῳ θαλάττῃ, πλὴν εἰ βούλει Φᾶσιν καὶ δὴ Τάναϊν φάσκειν εἶναι τῶν ἠπείρων ὅρον. ἀλλʼ ὅ γε τῆς θαλάττης κόλπος οὗτος οὕτως ἔχει. ἕτερος δʼ ἐστὶν ἀπόρρους ἐκ μεσημβρίας πληρούμενος, ἡ ἐρυθρὰ θάλαττα καλουμένη, ἣ Λιβύην καὶ Αἴγυπτον καὶ τὸ πρὸς τούτων Ἀραβίας χερρόνησον ποιεῖ, πρὸς τὴν εἴσω τε καὶ ἔξω θάλατταν τριῶν ἡμερῶν ὁδὸν Ἰσθμῷ. τρίτος δʼ ἄνω τούτων ἐστὶ κόλπος ὁ Περσικὸς, ᾧ μετὰ τὴν ἐρυθρὰν θάλατταν ἐπιστρέφοντι χερρόνησός ἐστιν, ἡ εὐδαίμων Ἀραβία καὶ ὁ τῆς Περσικῆς ὅσον ἐντός. τετάρτη δʼ ἐκ Βορέου καὶ Κασπίας πύλης εἰς τοὺς παρʼ ἡμῖν τόπους εἰσέχει θάλαττα, ἣ καλεῖται Κασπία, εἰ δὲ βούλει, Ὑρκανία. τί οὖν πρὸς λόγον ταῦτα; οὐ γὰρ ἄλλως γε ἀπόλογον Ἀλκίνου διηγοῦμαι. ὅτι πρῶτον μὲν αὗται καὶ τοσαῦται τὸ πλῆθός εἰσι θαλάττης χῶραι καὶ παρὰ ταύτας οὐδεμίαν ἑτέραν θάλατταν ἴσασιν οὔτε Ἑλλήνων οὔτε βαρβάρων οὐδένες, οὔκουν ὡς ἀληθῶς τῶν γʼ ἐντὸς τούτων

向西。因此,如果水是来自大地的湿气,它绝不可能汇聚流入河流,反而应当溢流至河流的另一侧。而且我本人也听说,在叙利亚巴勒斯坦的斯基托波利斯,在产出著名的椰枣和香膏汁液的地区周围,有一座湖泊,每当尼罗河上涨时便有所显应;因为当地向导的言辞确是如此,他们说话的样子仿佛那座湖泊也在上涨。因此,如果这片土地也是在利比亚与阿拉伯之间,或者比其余所有土地都更低洼,我们且算埃福罗斯说了真话——尽管在他说不应当在别处探究(因为性质不同)时,他就已经撒了如此大的谎。然而,如果有许多土地比这里更低洼,纵使延伸范围不广,但终究有相当的深度,却并未经历这种现象,那么你就必须考虑上涨的另外某种原因了,因为声称土地的多孔隙或低洼显然都站不住脚,反倒是所有原因中最不可能的。因为如果充溢是从本地大地本身产生的,那么河流外围的诸湖既不可能发生上涨,河流自身也不至于上涨到如此高度,以至于完全淹没了这些山脉以内的全部土地,其景况如此蔚为壮观,以致夜间航行者在某些地方依靠星辰辨识方向。因为这简直好比有人试图说服他人:一个双耳大酒罐能从小陶杯注满,单凭〔小陶杯〕注满纯粹的〔大酒罐〕,由〔小陶杯〕自身注满〔大酒罐〕自身。然而依我看,随着河流以巨大的水量奔流而下,大地不足以容纳,水流便向前涌进直到能容纳之处,自身为自己开辟通路。正因如此,外围的泉源亦从河流中获得了喷涌的泉水,上涨的迹象亦传到了邻近的各部族,如同房间被填满时那样,相继占据着闲置的空地。 关于埃福罗斯的智慧以及他自称唯一把握真理的新颖主见,我们说到这里便已足够。而对于利比亚彼方因季风而向内陆流动的淡水海,连同它和鳄鱼,以及取代锡巴里斯故事的马萨利亚神话,我亦深感惬意与可笑。因为最文雅的欧堤墨涅斯啊,如果埃福罗斯称这是你的见解此话当真,而你竟未领悟自己不仅未能解开难题,反而挑起了一个比最初更大、更怪异的难题,那么正如人们相传色雷斯婢女曾对泰勒斯所说的那样,怎会没有人嘲讽着说你的心思当真在赫拉克勒斯之柱和加狄拉之外呢——正如那嘲笑者会说的,如果你为躲避河流,却不知自己正跌入大海?因为究竟凭什么,倘若有一条河流在所有河流中唯一于夏季上涨,我们便要惊叹并探寻其原因,而若有一片大海在所有大海中唯一是淡水的,我们反而不应远远更加惊叹呢?再者,河流即使都具有流动的相同本性,但只要在向前流动时不汇聚一处,便各自独立流动;而整片大海无疑是混合交融的,其本性是连续不断的,如果有人在理论上将其分割开来,他还能剩下什么惊奇去品评呢?然而,正如情理所示,有必要将这些海域区分开来进行论述。因为外海的出口大致有四个:其一由西经加狄拉及邻近的利比亚伸入法西斯,这一海湾便是我们所处的这片大海,它接纳了迈奥提斯湖及其上方的塔奈斯河,将大地劈为两半,并通过环绕的大海使两部分各自成为岛屿——除非你愿意主张法西斯河与塔奈斯河是大陆的界标。但这片大海湾的情形正是如此。另一条是从南面充盈的出口,即所谓的红海,它使利比亚、埃及以及阿拉伯毗邻它们的部分成为半岛,借由地峡通向内海和外海,行程三日。第三个是位于这些之上的波斯湾,经过红海转向之处有一座半岛,即幸福阿拉伯以及波斯境内的一切地区。第四个是从北面及里海门伸入我们所在地区的大海,称为里海,或者如你所愿称为希尔卡尼亚海。 那么这些话与论题有何相干?因为我绝非无端讲述阿尔基诺俄斯的冗长故事。原因首先在于,大海的区域恰恰就是这些且数量仅止于此,除此以外希腊人和蛮族无一人知晓其他任何大海——至少对于这些区域以内的人来说千真万确如此……

语法注4 条
  1. 353ἣν ἐπειδὰν ὁ Νεῖλος ἀνέλθῃ, σημαίνειν

    在依附于 ἤκουσα... λίμνην εἶναι 的间接引语从属节中,由关系代词 ἣν 引导的动词并未采用直陈式,而是采用了不定式 σημαίνειν。这是间接引语同化作用延伸至关系从句的常见句法现象(间接引语从句中的不定式)。

  2. 353ὥσπερ ἂν εἴ τις ἐκ τῆς κοτύλης τὸν ἀμφορέα πληροῦσθαι πείθοι

    由 ὥσπερ ἂν εἰ 搭配祈愿式(πείθοι)构成的假想比较从句,意为“好比某人试图说服……”。这是一种省去主句动词的潜在虚拟表达,用生动的比喻突出埃福罗斯学说的荒谬。

  3. 353ἥσθην δὲ θαλάττῃ γλυκείᾳ

    动词 ἥσθην(ἥδομαι 的被动不定过去时)属于对话式或戏剧性不定过去时(dramatic aorist),生动地表达即刻的主观感受,在此作反讽意(“我对……深感可笑/大感有趣”)。其后的与格 θαλάττῃ γλυκείᾳ 与 μύθοις 为支配的原因/对象与格。

  4. 354πῶς οὐκ ἀληθῶς ἔξω στηλῶν καὶ Γαδείρων φήσει τις ἐπισκώπτων εἶναί σοι τὸν νοῦν

    作为条件从句 εἰ γὰρ μὴ συνίης...(如果你未领悟到……)的主句反问。“在赫拉克勒斯之柱和加狄拉之外”是一语双关,既指欧堤墨涅斯作为大西洋(石柱以外)航海家的身份,又借用了希腊语中表示“失去理智、神志失常”(ἔξω φρενῶν εἶναι)的熟语。句尾的 ἀνὴρ ὁ σκώπτων ἐρεῖ 则是对嘲弄者身份的呼应与框架重申。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:353-354