← 阿里斯·台德斯

埃及演说

§351-352

借助湖泊与地势差异反驳埃福罗斯

作者列举了莫里斯湖与塞尔波尼斯湖、埃福罗斯故乡附近的赫尔莫斯河流域以及埃塞俄比亚的地质差异,论证了埃福罗斯将尼罗河泛滥归因于低洼冲积地形之理论的破产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§351

γὰρ Μοίριδος λίμνη καὶ αἱ πρὸς τοῖς ἕλεσι κάτω καὶ ἡ πρότερον μὲν ὑπὲρ Φάρου, νῦν δʼ ἐξόπισθεν τῆς Ἀλεξάνδρου πόλεως Μάρεια, ἐξ ἀρχῆς τέ εἰσι τοῦ Νείλου κόλποι καὶ τῆς ἀναβάσεως μετέχουσιν, ὅταν κατὰ τὰς διώρυχας εἰσπέσῃ τὸ μέρος τοῦ ῥεύματος· ἡ δʼ αὖ Σερβωνὶς λίμνη περιφανῶς ἔξω τῶν ὀρῶν τούτων ἐστίν. ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι,1 ἥπερ ἐστὶ μέση μάλιστα τῆς ἀσπόρου τῆς Ἀραβικῆς. εἰ μὲν οὖν καὶ εἰς ταύτην ἐκ τῶν ἄνωθεν τόπων ἔρχεται τοῦ Νείλου τις ἀπόρρους, οὐδὲν δέομαι λέγειν· ὅτι δʼ ἐκφεύγει τοὺς ὅρους τοὺς Ἐφόρου δῆλον ἐξ ὧν εἶπον. ὥστε δυοῖν θατέρῳ περιπίπτει·2 εἰ μὲν γὰρ οὐ δέχεται τοῦτον τὸν λόγον οὐδʼ εἰς ἔλεγχον τίθησιν, ὃς δείκνυσιν αὐτὴν ἔξω τῆς κοίλης χώρας οὖσαν, τί οὐ καὶ κατὰ πᾶσαν τὴν γῆν ταυτὸν τοῦτʼ ἔδειξε γιγνόμενον, εἴπερ παρὰ τῇ θέρμῃ μόνῃ τὸ αἴτιόν ἐστιν; εἰ δʼ οὐκ ἀξιοῖ ζητεῖν ἑτέρωθι ταυτὸν τοῦτο τῷ μὴ τὴν αὐτὴν εἶναι φύσιν τῆς χώρας, ἔξω τῶν ὀρῶν τούτων ἐστὶν ἡ λίμνη. ὥστε πῶς αὔξεται; οὐκοῦν πρὶν ὃ τὸ πρῶτον προὔκειτο σκέψασθαι, πῶς ὁ Νεῖλος αὐξάνεται, δεύτερον δεῖ ζητεῖν πῶς ἡ λίμνη κατὰ τούτους τοὺς λόγους. καὶ μὴν ὅτι γʼ οὐδʼ ἄλλως ἀληθῆ λέγει ταύτῃ τῇ προφάσει καταχρώμενος ῥᾴδιον γνῶναι. πολλαὶ γὰρ δή που καὶ ἄλλαι χῶραι γεγόνασιν ἐκ ποταμῶν ἐν τῷ παντὶ, ἃς ἀνάγκη πολλὴ καὶ κοίλας εἶναι καὶ ἀραιὰς τοῖς αὐτοῖς λόγοις τούτοις. καὶ τὰς μὲν ἄλλας παραλείπω, μία δʼ ὦ Ζεῦ πρὸ πυλῶν εὐθὺς ἦν αὐτῷ τῆς πατρίδος καὶ ἐν ὀφθαλμοῖς. τὸ γὰρ περὶ Λάρισσαν πεδίον θάλατταν εἶναι τὸ παλαιὸν πολλὰ τεκμηριοῖ. καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο,3 ὅτι δʼ ἐκ τῶν αὐτῶν καὶ τούτῳ τοῦ θέρους αὔξεσθαι προσῆκε καθʼ αὑτὸν ἐλέγχεται. ὁρᾶται μὲν γὰρ τὰ κύκλῳ περιέχοντα ὄρη τὴν χώραν, ὁ δὲ ῥεῖ διʼ αὐτῆς ἀραιᾶς οὔσης καὶ πεποιηκὼς αὐτὸς ἐξ ἀρχῆς. τίνος οὖν ἕνεκα οὐ μόνον οὐκ αὔξεται τοῦ θέρους, ἀλλὰ καὶ πολλῶν ἀπολείπεται τῶν οὐδʼ ἐγγὺς ἐκείνῳ τοῦ χειμῶνος ὄντων; πολλάκις δὲ οὐδʼ ὅσον ῥεῖν ἐστιν αὐτῷ. καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα.

因为莫里斯湖、下游沼泽旁的诸湖,以及先前位于法罗斯岛内陆一侧、如今位于亚历山大城背后的马雷亚湖,自始便是尼罗河的湾流,每当部分水流经由运河注入时,它们便分沾了河流的上涨;然而另一方面,塞尔波尼斯湖则显而易见地坐落于这些山脉之外。因为对于越过佩卢西乌姆、越过环绕埃及的诸山之一而向奥斯特拉基内行进的人来说,它恰好位于荒芜的阿拉伯不毛之地正中。因此,即使尼罗河的某条支流自上游地区也流向该湖,我亦无须赘言;但它超出了埃福罗斯所设定的界限,这从我所言之中已昭然若揭。由此他陷入两难境地:因为如果他不接受这一论点,也不将其付诸检验——该论点表明该湖位于低洼地区之外——那么倘若原因仅仅在于热气,他为何不证明在全地上都发生这同一现象呢?而如果他因土地性质不同便认为不应在他处寻求同一现象,那么该湖正位于这些山脉之外。如此它又如何上涨呢?因此,在考察最初提出的课题——即尼罗河如何上涨——之前,其次必须依据这些论点去探讨该湖究竟如何上涨。再者,他滥用这一借口因而在其他方面同样未道出实情,这也是极易辨明的。因为天下无疑有许多其他土地亦是由河流冲积而成的,依据这同一理据,它们必然同样是低洼且多孔隙的。其余的土地我且略过不提,但指着宙斯起誓,就在他祖国的门前、就在他眼前便有一处。因为诸多证据表明,拉里萨周围的平原在古时曾是大海。至于赫尔莫斯河仅是尼罗河的微小一部分,且将此置于另一场论辩中;然而因同样的原由该河亦理应在夏季上涨,这一点却被其自身所驳倒。因为环绕该地区的山脉历历在目,而该河穿流于这片多孔隙的、由其自身自始创造的土地之中。那么究竟因何缘故,它非但不在夏季上涨,甚至远远不如许多在冬季水量远不及它的河流,而且常常连流动的水量都不复存在?人们还能列举出无数类似的事例。

§352

καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκὼν, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥᾳδία λιβάδας διαδοῦναι. ἀλλʼ ὅτι μὲν οὐδʼ ἄλλη πίων οὕτω καὶ μόνον ἀρκοῦν εἰπεῖν ἐῶ· ἀλλὰ τί φήσομεν περὶ τῆς ἔξω τοῦ Κασίου ταύτης ἧς ἐμνήσθην ἀρτίως; οὐ γὰρ δή που καὶ ταύτην ἔργον εἶναι τοῦ ποταμοῦ, ἀλλʼ ὅμως μετέχει τοῦ πράγματος· οὐ μὴν οὐδʼ ὑπʼ ἄλλου φαίης ἂν αὐτὴν κεχῶσθαι ποταμοῦ, ἄνυδρος γάρ ἐστι παρὰ τὴν λίμνην ἅπασα. καὶ μὴν οὐδʼ οἱ τοῦτο πείθοντες περὶ πάσης Αἰγύπτου πειρῶνται πείθειν, ἀλλʼ ὑπεξαιροῦνται τήν γε ὑπὲρ κορυφῆς τοῦ Δέλτα τοσαύτην οὖσαν ἀρχαίαν εἶναι, καὶ οὐχ ἁπλῶς οὐδʼ ὡς κοινὸν εἰπεῖν, ἀλλʼ οὕτω διαφερόντως ἀρχαίαν ὥστε καὶ πρώτην ἀνθρώπους ἐνεγκεῖν τῶν κατὰ τὴν Ἀσίαν, ἵνα μή τι λέγω πλέον. οὐκοῦν εἰ μὲν ἐν τῷ Δέλτα μόνῳ συνέβαινε γίγνεσθαι τὴν ἀνάβασιν, εἰκὸς ἦν καθʼ ἕν γέ τι τοῦτο πιστεῦσαι, εἰ δʼ ἐν ἁπάσῃ γίγνεται καὶ τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται,4 τί πρὸς λόγον ἐστὶ τὸ τὸν Νεῖλον ἄγειν γῆν καινὴν ἢ ποιεῖν; ἔτι τοίνυν οὐδὲ τῆς Αἰθιοπίας τε καὶ Αἰγύπτου ἡ αὐτὴ φύσις, ἀλλʼ ἡ μὲν ὑπόψαμμός τε καὶ ξηρὰ καὶ κατὰ λεπτόν ἐστι συνεστηκυῖα, ἡ δʼ οὕτω βαθεῖα καὶ πεπηγυῖα ὡς οὐ ῥᾴδιον εὑρεῖν ἑτέραν· ἀλλὰ μὴν ἀμφοτέρωθι ταὐτὸν γίγνεται. πῶς οὖν ταὐτὰ αἴτια περὶ ἀμφοῖν ἐγχωρεῖ λέγειν, τῶν τοσοῦτον διαφόρων; εἰ μὲν γὰρ ἡ τῆς Αἰγύπτου φύσις αἰτία, οὐχ ἥ γε τῆς Αἰθιοπίας, ὡς ἔοικεν, ὅθεν πρόπαλαι κεκίνηται· εἰ δʼ ἡ τῆς Αἰθιοπίας φύσις αἰτία, τί δεῖ λέγειν ὡς ἡ Αἴγυπτος κοίλη καὶ ὑπὸ τῶν ὀρῶν συγκέκλειται; οὔτε γὰρ ἐν ταύτῃ τὸ αἴτιον οὔθʼ, ὡς ἔοικε, τοῦτο. καὶ μὴν κἀν τοῖς ἄνω καταρρακτῶν τοῖς περὶ Ψέλχιν κέκλιται τὸ πρὸς ἑσπέραν τοσοῦτον ὥστε μηδʼ ἐγγὺς εἶναι τὸ βάθος τῆς χώρας τῷ ῥείθρῳ. ἔστι μὲν γὰρ ὀφρὺς ἀμμώδης, ἀπείργουσα τὸν ποταμὸν πρὸς τὴν κάτω πᾶσαν χώραν, τελευτᾷ δʼ εἰς πολλῷ βαθύτερον τὸ πρὸς

然而,对于他自己所反驳的人,他仅举出一个例子便脱身而去;有时甚至未提及名字以便人们辨认究竟是何河流或何土地,却依然自以为获胜。“因为埃及土地多孔隙,易于散布泉水。”然而,且按下其他土地皆无如此肥沃且仅此便足以说明不表;但对于我刚才提及的卡西翁山以外的那片土地,我们又该如何评说呢?因为那片土地绝不可能也是该河的造化,然而它却分沾了这一现象;当然你也不能说它是被另一条河流冲积而成的,因为除该湖外,它全都是无水之地。再者,主张此说的人也并未试图对整个埃及都作此论证,而是把三角洲顶点之上那片如此辽阔的土地排除在外,称其为古老的——而且绝非简单或泛泛地称为古老,而是格外古老,以至于在亚洲境内最先繁育了人类,且容我不作更多夸述。因此,若上涨仅发生于三角洲,凭这一单项理由去相信尚属合情合理;但若上涨发生于全境,且随着水流顺流而下,上游发生得如此之早,那么尼罗河带来新土地或创造新土地与此又有何相干? 此外,埃塞俄比亚与埃及的性质亦不相同,前者多沙、干燥且由微细颗粒凝结而成,而后者深厚紧实,难觅其匹;然而两地却发生着完全相同的事情。那么对于如此悬殊的两地,怎能陈述相同的原因呢?因为若埃及的性质是原因,那么看起来埃塞俄比亚的性质便不是原因——而水流早在许久之前便自彼处发端;若埃塞俄比亚的性质是原因,又何必声称埃及是低洼的且为群山所环抱呢?因为原因既不在这片土地之中,看起来亦非这一缘由。再者,即便在普塞尔基斯一带的瀑布上游,西侧倾斜如此之甚,以至于土地的深处与河床全然不相近。因为有一道沙脊将河流与下方所有的土地隔绝开来,并止于一处深得多的……

语法注4 条
  1. 351ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι

    与格分词 ὑπερελθόντι 与 βαδίζοντι 用作参照与格(判断者与格),意为“对于越过佩卢西乌姆……向奥斯特拉基内行进的人而言(该湖便坐落于其行程之中)”。谓语动词 ἐστίν 的主语承前指塞尔波尼斯湖(ἡ Σερβωνὶς λίμνη)。

  2. 351ὥστε δυοῖν θατέρῳ περιπίπτει

    动词 περιπίπτω 支配与格短语 δυοῖν θατέρῳ,构成论辩中的惯用表达“陷入二者择一的困境”。后文的 εἰ μέν... 与 εἰ δέ... 具体展开了这一两难困境的两个方面。

  3. 351καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο

    τίθει 为动词 τίθημι 的现在时主动态第二人称单数命令语气,在修辞上表示让步:“且将此点归入另一讨论”(即暂时搁置不论)。通过 μέν... δέ 的对仗,将河流体量较小这一让步与随后 ὅτι δʼ 引出的决定性驳论形成对比。

  4. 352τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται

    由相关副词 τοσοῦτον... ὅσον 构成的比例结构,意为“水流向下奔流耗费多少时间,上游地区便相应地提前多久”。用以指出尼罗河的上涨在时间上,上游比三角洲发生得更早。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:351-352