- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:345-346
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评希罗多德未能依据正当理由驳斥塞斯书记官关于尼罗河水源的说法,并引用一位埃塞俄比亚高官的亲历证言(通往麦罗埃的漫长航程、数十处瀑布及两股不同颜色水流的汇合)以证明水源至今未明,随后在表达对希罗多德敬意的同时转向讨论尼罗河泛滥的具体时期。
ἀπέλιπεν,1 ὅτι πρῶτον μὲν ἀπὸ πολλοστοῦ μέρους ἤρξατο φράζειν αὐτῷ τὰς πηγάς· πολλῶν γὰρ μηνῶν ἀνάπλουν ὑπὲρ τὸν τόπον τοῦτον ἔτι ὁ Νεῖλος γιγνώσκεται· ἔπειθʼ ὅτι ἀμήχανον οὗ μὴ ἔστι ῥεῖν τῷ ποταμῷ κατὰ συνήθειαν, ἀλλὰ ὑπὲρ τῶν πετρῶν καταρρήγνυσι βιαζόμενος τὴν κατάβασιν, ἐνταῦθα ἄνω φέρεσθαι τὸ ἥμισυ τοῦ ῥεύματος, ὥσπερ οἱ πρὸς τὰ ὑψηλὰ ὄρνιθες. τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς;2 ἀλλʼ οὔτʼ ἐλθὼν εἰς Ἐλεφαντίνην οὔτε σαφὲς περὶ τούτων εἰδὼς οὐδὲν κέχρηται λόγῳ πειθομένοις μὲν κεχαρισμένῳ, ἀπιστοῦσι δʼ ἔχοντι ἀναφοράν. ἔπειτα ἐπὶ τούτοις προειρημένοις φησὶν, εἰ ἄρα ταῦτʼ ἀληθῆ, δοκεῖν αὐτῷ δίνας ἐνταῦθα εἶναι καὶ παλιρροίας τοῦ ποταμοῦ. καὶ τί δεῖ παλιρροίας καὶ δίνας λέγειν, ἀμελήσαντα ὅτι οὔτʼ αὐτόθεν ὁ Νεῖλος ὁρμᾶται, ἀλλὰ πολὺ πλείων ὁ ἄνω τόπος αὐτόθεν ἤπερ ὁ πρὸς θάλατταν, οὔθʼ ὑπὲρ τοὺς καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν, εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ κατάπαλτον φέρεσθαι θείη, οὔτʼ ὄρος οὐδέν ἐστι μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ἀλλὰ μᾶλλον ἐν τῷ μεταξὺ τῶν ὀρῶν ἥ τε Συήνη καὶ ἡ Ἐλεφαντίνη. οὐ μὴν ἅπαν ψεῦδος τὸ εἰρημένον, ἀλλʼ εἰσὶ μὲν αἱ πηγαὶ ἐν τῷ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης ὡς ἀληθῶς, πέτραι μεγάλαι δύο ἐν μέσῳ τῷ πόρῳ ἀνέχουσαι καὶ τὸ μέσον αὐτῶν Αἰγύπτιοί φασιν εἶναι πηγάς. εἰσὶ δʼ οὐ παντὸς αὗται τοῦ ποταμοῦ, ἀλλὰ τῷ πρὸς Αἰγύπτου κάτω συντελεῖς, οὐκ ἀρχαῖαι. καὶ μὴν καὶ τὸ βάθος γε οὐκ ἐφικτὸν ἔφασκον εἶναι πειρωμένῳ, πειρᾶσθαι δὲ οὐ συμφέρειν· τοῦτό με καὶ ἀπέτρεψεν ὄντα πρὸς αὐτῷ καὶ δὴ, οὐ γὰρ ἦν τοσοῦτον τὸ διάφορον. αὗται οὖν αἱ πηγαὶ κατὰ φύσιν που ῥέουσι, καὶ οὐ μόνον τῷ λόγῳ πείθομαι ὅτι εἰσὶν αὐτόθι πηγαὶ, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι· πολὺ πλείων ἀπὸ τούτων ὁ ποταμός ἐστι καὶ τὸ εὖρος καὶ ἅπας ὡς ἔπος εἰπεῖν, καὶ πλοῖα μείζω δέχεται προϊὼν καὶ οὐ μείζω μόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ. εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν;3 καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸς
他遗漏了本应据以驳斥的根据:首先,书记官向他讲述水源时,仅仅是从极小的一部分开始的;因为人们已知,在这一地点之上,尼罗河仍可逆流航行许多个月。其次,在河流无法依惯例顺畅流淌、而是在岩石上撞击并被迫奔泻而下的地方,水流的一半竟会在那里向上涌流,宛如飞向高处的鸟类一般,这是绝不可能的。因为这岂不正如俗话所说,不仅是“江河倒流”,简直是听说“江河的水源在往山顶上攀登”了吗?然而希罗多德既未曾前往象岛,对此类事情亦无确切了解,却采用了一种对盲信者固然投其所好、对怀疑者则留有退路的说法。 此外,在作了这些预备性的陈述之后,他又说,如果这些话确实属实,他认为那里存在着河流的漩涡与逆流。然而,他又何必置以下事实于不顾而大谈逆流与漩涡呢?——即尼罗河根本不是发源于此,此地之上游区域远比通向大海的区域更为辽阔;水流若非如埃斯库罗斯所言真的被假定为自以太中投掷而下,根本不可能越过瀑布;而且赛伊尼与象岛之间根本没有任何山峦,反倒是赛伊尼和象岛坐落于群山之间。不过,所说的也并非全属虚构;赛伊尼与象岛之间确实存在着所谓的水源,那是水道正中挺立的两块巨大岩石,埃及人将它们之间的地方称为水源。但这些并非整条大河的水源,而只是汇入面向埃及之下游部分的水源,绝非古老本源。况且,当地人声称其深度非试图测量者所能企及,且进行尝试亦无益处;这便劝阻了我,当时我虽已近在咫尺,但终究觉得冒险并不值得。因此,这些水源当是顺应自然而流淌的,我不单凭传闻相信那里确有水源,更是因实际事实而确信;因为自这些〔水源〕之后,河流无论在宽度上还是可以说在整体规模上都变得充沛得多,向前流淌时能容纳更大的船只,而且不仅是更大,甚至是宏大得多。然而通常的河流所经历的却恰恰相反,在没有其他水源注入襄助的情况下,越往前流往往水量越小。 假若应当进一步探究,我将简要向你转述我从当地一位位高权重的埃塞俄比亚人那里听到的事情。当我们踏上该地时,总督恰好不在,但有一位代理长官通过翻译与我交谈。凡与当前议题无关者暂且不论,他说从那里前往埃塞俄比亚最大且建有埃塞俄比亚国王王宫的城市麦罗埃,需要航行四个月——我想他也说了六个月——的航程;并且瀑布接连不断,从普塞尔基斯上方直至麦罗埃,总计差不多有三十六处瀑布,而这整个区域就是人们所熟知的大河水系。他还说,在麦罗埃之外,我已记不清是经过多远的路程之后,水流便不再是一股,而是分为两股水流,其中一股呈泥土般的颜色,另一股则近似大气的色泽;这两股水流汇聚融合,才形成了眼前的这条尼罗河。至于更上游的地方,他说不仅他自己不再知晓,其他任何埃塞俄比亚人也至少并不完全知晓,只是那里生活着黑色的人群,越往上游走,人们便比他们自己及邻人越发黝黑;但在水源方向上,大河究竟发源于何处、流经何地,他们则无法追溯至终点。然而,埃塞俄比亚人尚且承认无法说出尼罗河的水源,而我们在此事一直处于探索之中且至今未明的情况下,却去费心思考泛滥的原因何在,岂不是正如人们所说,“第一件事尚未查明,却去探求第二件事”,显得荒谬而乖张吗?我详细论及这些,绝非为了怀着恶意去谴责希罗多德——因为我素来并非习惯于此种行径之人,亦不对如此行事者表示赞同,而且正因希罗多德最初在我们心中播下了对埃及的热爱,我们对其心怀感激,正如直言者所说,他在其他方面也是一位值得敬重的朋友——只是关于这些事情,真相至今仍未被道出。我将把驳斥进一步推展,以便论证如同以总结收尾般得以确立。因为泛滥始于夏至或稍晚之时;而在那时,埃及面向……
- 345ἀπέλιπεν
该词承接前一段落末尾的从属分句 διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν(“对于本应据以驳斥的根据……”),主语为希罗多德。意为“遗漏了”,支配其后的两个 ὅτι 引导的名词性分句(ὅτι πρῶτον μὲν ... 与 ἔπειθʼ ὅτι ...),用以具体说明他所遗漏的论驳根据。
- 345τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς;
该句为反问句,化用了希腊谚语 ἄνω ποταμῶν(“江河倒流”,意指颠倒常理、反常之事)。句首的 τὸ λεγόμενον 为状语性宾格,意为“正如俗话所说”。语法主语为不定式短语 τὰς τῶν ποταμῶν ἀκούειν πηγάς(“听说河流的水源……”),表语部分 οὐχὶ ἄνω ποταμῶν ... ἀλλʼ ὀρῶν ἄνω χωρεῖν 构成了层进式的夸张修辞:“不仅是江河逆流,而是往山顶上攀登”。
- 346τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν
宾格分词 εἰδότας 与不定式 ζητεῖν 在句法上呼应前一分句的宾格主语 ἡμᾶς。插入语 φασίν(“人们说”)表明这是一句指责本末倒置的谚语:“不知其一,反求其二”(即在尚未知晓河流发源地这一首要问题的情况下,却去探讨每年汛期泛滥这一次要问题)。
