- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:343-344
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批驳了希罗多德关于埃及南部地形的错误记述以及其引述的塞斯书记官关于尼罗河水源的虚妄说法。作者详述了自己亲身探访象岛、菲莱岛和瀑布的经历,对希罗多德是否真正到过象岛提出了强烈质疑。
λέγω πάντα,1 ἐπεί τοι τινά γʼ ἔσθʼ ἃ καὶ μείζω παρέλιπεν· ὧν εἰπεῖν αὖ νῦν οὐδὲν ἐπείγει λέγειν, ἀλλʼ ἅ γε τῶν ὄντων ἑτέρως εἴρηκεν, οἷον ὡς ὑπὲρ Ἡλιούπολιν τεττάρων ἡμερῶν πορείαν αὖθις εὐρεῖα Αἴγυπτος, ἥ γε οὕτως εἰς στενὸν ἀεὶ κλείεται καὶ πρὸς γωνίαν ὥστε ὁ Νεῖλος εἰς αὐτὴν ὑπερβάλλει διʼ ἀμφοῖν τῶν ὀρῶν ἤδη συμπεπτωκότων· καὶ τοῦτʼ εἰσὶν οἱ καταρράκται ἡ διὰ τῶν ὀρῶν τοῦ ποταμοῦ κατάβασις, Αἰγύπτου πάσης ὡσπερεὶ κορυφή. ὥστʼ ἔτι προσπλέων τῷ κατʼ Ἐλεφαντίνην ὅρμῳ εἰκάσεις κεκλεῖσθαι τὸ ῥεῦμα· μὴ γὰρ ὅτι2 Αἴγυπτος εὐρεῖα ἔτι, ἀλλὰ καὶ τὸ ῥεῦμα τοῦ Νείλου στενὸν ἤδη φαίης ἂν ὑπορρεῖν ὑπὸ τῆς πέτρας αὐτόν. ἴδοις δʼ ἂν καὶ πρὶν εἰς Ἐλεφαντίνην τελέσαι πρὸ οὐκ οἶδʼ ὁπόσων τινῶν σχοίνων συνιόντα οὕτω τὰ ὄρη ὡς μέσον εἶναι μηδὲν πλὴν τοῦ ῥεύματος αὐτοῦ, καὶ τοῦτο ἐνταῦθα εὖρος Αἰγύπτου ὅπερ τοῦ ποταμοῦ. ἢ τἄλλα ἄν τις ἐλέγχοι τῶν ἐκείνου πόσον ἔργον ἐπεξελθεῖν, ὅς γέ φησι καὶ περὶ τῶν πηγῶν δή που τοῦ Νείλου πυθέσθαι παρὰ τοῦ γραμματιστοῦ τοῦ Σαΐτου ὡς ἄρʼ εἴη ὄρη δύο3 μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, τούτων δὲ τῶν ὀρῶν ἐκ τοῦ μέσου ῥέοιεν αἱ πηγαὶ, καὶ τὸ μὲν ἥμισυ τοῦ ῥεύματος ἐπʼ Αἰθιοπίας καὶ νότου ἀνέμου ῥέοι, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰγύπτου τὰ βόρεια. καίτοι ἥ γʼ Ἐλεφαντίνη, μέχρι ἧς ἀναπλεῦσαί φησιν, ὑπʼ αὐτοῖς σχεδὸν τοῦ Νείλου τοῖς καταρράκταις ἐστὶν, ἀπέχουσα μάλιστα ἑπτὰ σταδίους. ἀνέπλευσα γὰρ οὖν ἔγωγε καὶ αὐτὸς καὶ εἶδον ἀκριβέστερον ἢ ἔδει φασίν. εἰ δὲ δεῖ κατʼ αὐτὸν Ἡρόδοτον καὶ παρεξελθεῖν ψυχαγωγίας ἕνεκα καὶ μηδὲν ἔξω τοῦ προκειμένου τὸν λόγον ἐξάγοντα, οὕτως συνέβη. ὡς ἀνῄειν ἐπὶ τοὺς βωμοὺς οὗ τοῖς Αἰθίοψίν ἐστιν ἡ φρουρὰ, πολὺ τῆς ὄχθης ἀποσπάσας τοῦ ποταμοῦ, ὑπερβὰς ἐπὶ τὸν ὅρμον, ὅς ἐστι πρῶτος ὑπὲρ Καταδούπων, εἰς Φίλας διέβαλον· ἔστι δʼ αὕτη νῆσος μεθόριον Αἰγύπτου καὶ Αἰθιοπίας, τοσαύτη τὸ μέγεθος ὅσηπερ ἡ ἐν αὐτῇ πόλις· περιρρεῖ δʼ αὐτὴν ὁ Νεῖλος ἀκριβῶς μέσην ἑαυτοῦ ποιῶν. ἐπεὶ δʼ ἐπανῄειν, ἐχώρουν μὲν πάλιν τὴν αὐτὴν ἀπὸ τῶν Φίλων, καὶ προσεδόκων νῦν γέ που τοὺς καταρράκτας ὄψεσθαι. καὶ τοὺς ἄγοντας ἀνηρώτων, οἱ δʼ ἠγνόουν. οὕτω δὴ γενόμενος πάλιν ἐν τῇ Συήνῃ, ἣν ἀπὸ τῆς Ἐλεφαντίνης ὁ Νεῖλος διαιρεῖ, δέομαι τοῦ φρουράρχου, καίτοι φαύλως ὑπʼ ἀρρωστίας διακείμενος, πέμψαι με ὀπίσω πλοῖόν τι κοῦφον δόντα, τῆς θέας ἕνεκα τῶν καταρρακτῶν, συμπέμψαι δὲ καὶ τοὺς ἀναγκάσοντας τοὺς ἐν τῇ νήσῳ τῶν καταρρακτῶν, εἰσὶ δʼ οὗτοι ναῦται συνήθεις τοῦ ῥεύματος, ἐπιδεῖξαι ἡμῖν αὐτούς τε καὶ τὸ θέαμα δὴ τὸ ναυτικὸν ὅ τι εἴη, ἐπυνθανόμην γὰρ τῶν αὐτόθι· ὁ δὲ μάλα μὲν ἐργῶδες ἔφη εἶναι καὶ ἐθαύμαζε τὴν γνώμην, οὔκουν αὐτός γε μέχρι τούτου θαρρῆσαι, ἠρνήθη δὲ οὐ τό γε παντελὲς, ἀλλʼ ἐπειδὴ πειρώμενος ἀποτρέπειν οὐκ ἔπειθεν, οὕτω πέμπει, καὶ τἄλλα ἔχων οἰκείως καὶ βουλόμενος χαρίζεσθαι. ἀνέπλευσα δὴ κἀκείνους τε ἱέντας ὑπὲρ τῶν σκοπέλων, ὥσπερ εἰώθεσαν, εἶδον ἀπʼ ἄκρας τῆς νήσου, ἣ ἀνέχουσα ἐκ μέσου περιφανεῖς πανταχῆ ποιεῖ τοὺς καταρράκτας, καὶ προσέτι αὐτὸς ἐπεθύμησα εἰς τὸν λέμβον ἐμβὰς πειραθῆναι τοῦ πλοῦ, οὐ μόνον διὰ τῶν αὐτῶν διʼ ὧνπερ ἐκείνους εἶδον κατενηνεγμένους, ταῦτα δʼ ἦν τὰ πρὸς ἕω τῆς νήσου, ἀλλʼ ἀρξάμενος αὐτόθεν περιπλεῦσαι κύκλῳ πᾶν τὸ ὁρώμενον, καὶ κατὰ τὴν ἑτέραν τῆς νήσου πλευρὰν ἀφεῖναι κατὰ ῥοῦν ἐπὶ τὰς πόλεις. ὅπερ οὖν λέγω οὐκ ἀκούσας, ἀλλʼ ἰδὼν ἀκριβῶς οἶδα, ὅτι ἥ τʼ Ἐλεφαντίνη ὑπʼ αὐτοῖς ἐστι τοῖς καταρράκταις, μεταξύ τε Συήνης καὶ Ἐλεφαντίνης οὐδέν ἐστιν ἀλλʼ ἢ τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καὶ προσοικεῖ τὴν ὄχθην ἑκατέρα τῶν πόλεων τούτων. εἰ τοίνυν Ἡρόδοτος εἰς Ἐλεφαντίνην ποθʼ ἧκεν, ὥσπερ εἴρηκεν, ἔσθʼ ὅπως πρῶτον μὲν ἀκοὴν διηγεῖτο περὶ ὧν εἶδεν, ἔπειθʼ οὕτω ψευδῆ ὥστε περὶ τῶν ἀρχαίων πηγῶν τοῦ Νείλου ζητῶν καὶ φήσας οὐδενός πω τἀληθὲς ἀκοῦσαι, ἀλλὰ τόδε μὲν ἤκουσα τοῦ γραμματιστοῦ γράψαι, καὶ ταῦτα τοῦ ἐν τῷ Σαϊτικῷ νομῷ περὶ τῶν ἐν Ἐλεφαντίνῃ, ** ἢ μνησθεὶς, εἰ μηδὲν ὧν ἤκουσεν εἶχε σιωπῆσαι, ἄλλοις ἂν ἢ τούτοις4 οἷς ἐγὼ νῦν εἶπον ἐλέγχοις ἐπὶ τὸν λόγον χρήσασθαι. νῦν δέ φησι μὲν ὡς παίζειν αὐτῷ δοκοίη ὁ γραμματιστὴς, διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν,
我之所以这样说,并非指他在凡事上都刻意夸大;因为确实有些事情,甚至是更重大的事情,他反而遗漏了。关于这些遗漏,现在倒无须急于赘述,而应当指出他把实际存在的事物说得面目全非之处。例如,他声称在赫利奥波利斯上方四天路程的地方,埃及再次变得开阔;然而事实上,埃及始终在向狭窄处收缩,并收敛为一个尖角,以至于两边的大山已经合拢,尼罗河正是穿过其间奔涌而入的。而这正是瀑布所在,即河流穿过山峦而下的降落处,可以说是全埃及的顶点。因此,即使当你还在驶向象岛附近的泊地时,你就会推测水流已经被封堵;因为你不仅绝不会说埃及仍然开阔,反而会说尼罗河自身的水流已经狭窄地潜流于岩石之下了。而且在到达象岛之前,不知在多少个斯霍伊诺斯的路程之外,你就会看到群山如此合拢,以致其中间除了水流本身之外别无他物,而此处埃及的宽度恰恰就是河流的宽度。 抑或,若要逐一考查并驳斥他的其余说法,那将是何等繁重的工作!他竟然声称关于尼罗河的水源是从塞斯的书记官那里打听来的,说是赛伊尼与象岛之间有两座大山,水源便从这两座大山之间涌出,水流的一半流向埃塞俄比亚和南风方向,另一半流向埃及的北方。然而,他声称自己航行所至的象岛,几乎就在尼罗河瀑布的正下方,相距最多不过七个斯塔迪昂。事实上,我本人就曾亲自逆流航行至彼处,并且正如俗话所说,“比必要更为详尽地”观察了这一切。 如果按照希罗多德本人的做法,为了增添兴味而在不脱离当前主题的前提下作一番题外发挥,事情的经过乃是如此:当我前往埃塞俄比亚人设有驻军的祭坛时,我远离了河岸,翻越至大瀑布上方的第一个泊地,渡水来到了菲莱岛。这是一座位于埃及与埃塞俄比亚边界的岛屿,其面积与岛上的城市相当;尼罗河环绕着它流淌,使它恰好位于水流正中。当我折返时,我从菲莱沿原路返回,满心以为这次总能在某个地方目睹瀑布了。我向向导们询问,他们却茫然不知。于是,当我再次回到赛伊尼——尼罗河将它与象岛分隔开来——时,尽管我因患病而身体极为虚弱,我仍请求驻军司令派一艘轻舟送我返回以观赏瀑布,并派人同行,去强令瀑布岛上的居民——他们是熟悉水流的水手——向我们展示瀑布本身以及这番航海奇观究竟是何景象,因为我是从当地人那里听闻此事的。司令说这极为艰难,并对我的想法感到惊奇,说他自己从未敢冒险至此;但他并未完全拒绝,在试图劝阻却未能说服我之后,鉴于他在其他方面对我十分友善且乐于施惠,便依言将我派出。 于是我逆流而上,从那座高出于水流正中、使瀑布在四周清晰可见的岛屿尖端,目睹了他们如往常一样飞跃礁石顺流而下;不仅如此,我自己也渴望登上一艘轻舟亲自体验这番航程,不仅要沿着我看见他们俯冲而下的同一水道——那是在岛的东侧——而且还要从那里出发,环绕所有目力所及之处航行一周,并顺着岛的另一侧顺流而下,漂向那些城镇。 因此正如我所说,这绝非听凭传闻,而是我亲眼目睹后确切得知的:象岛就在瀑布的正下方,赛伊尼与象岛之间除了河道之外别无他物,这两座城市都各自依傍着河岸。那么,假若希罗多德果真如他所言曾来到象岛,难道他会首先对自己亲眼目睹的事物依据传闻来叙述,其次又叙述得如此荒谬,以至于在探求尼罗河古老水源并宣称自己从未自任何人处听闻真相之后,却写下“不过这件事我是从书记官那里听来的”——而且还是塞斯州的人谈论象岛的事物?抑或,哪怕他提及此事是因为听到的一切都无法缄默不言,难道他面对这种说法,会不用我刚才所提出的这些反驳,而去使用其他反驳吗?而现在,他固然说那位书记官似乎是在同他开玩笑,但对于本应据以驳斥的根据……
- 343λέγω πάντα
主动词及其宾语,在句法上承接前一语段末尾的否定分词短语 οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ(并非指他在凡事上都刻意夸大),从而补足并完整了前述限制性陈述的句子骨架。
- 343μὴ γὰρ ὅτι
成语性省略结构,等同于 μὴ ὅτι(“不仅不……”、“绝非……”),源自 μὴ [λέγωμεν] ὅτι 等省略表达。它与后文的 ἀλλὰ καί(“甚至……”)相呼应,构成递进式的对比:“因为埃及不仅绝非仍然开阔,甚至连尼罗河本身的水流……”
- 343ὡς ἄρʼ εἴη ὄρη δύο
由表示过去的不定词 πυθέσθαι(打听)引导的间接引语希求法(optative in indirect discourse)。语气词 ἄρα 带有引述传闻及保留/怀疑的色彩,表示“据说竟有两座大山”。
- 344ἄλλοις ἂν ἢ τούτοις
ἄν 加不定词(χρήσασθαι)构成的句式,受前文反问句 ἔσθʼ ὅπως(“难道可能……吗?”)的句法支配,相当于与过去事实相反的虚拟结论部分:“(若他真曾目睹,)难道他会使用不同于我此刻所提出的这些反驳吗?”
