← 阿里斯·台德斯

埃及演说

§347-348

正午无影现象与对埃福罗斯泛滥说的驳斥

作者列举夏至正午象岛与赛伊尼万物无影的天文现象,驳斥了关于太阳接近会使尼罗河消融减退的希罗多德式观点。随后他转向埃福罗斯关于“周边山脉之水渗入低洼埃及”的泛滥成因说,指出尼罗河早在大瀑布之上便已浩荡下泄,从而彻底推翻了后者的假说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§347

Αἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ·1 ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται;

太阳正立于埃及面向埃塞俄比亚的部分以及利比亚面向埃及的部分的头顶正上方。这一点由两项最大的证据所表明,而这两项证据在我们居住的其余大地上的任何地方都不会发生。因为在我刚才提到的位于埃及边陲的两座城镇中——我将瀑布上方的菲莱称为埃及与埃塞俄比亚的边界——在象岛,万物皆被光芒照耀,神庙、人群与石柱皆然,每当太阳完成最长的〔白昼〕时,在正午,没有任何事物留有阴影;而在赛伊尼,在同一天的同一时刻,太阳的圆盘出现在神圣水井的正中央,宛如一个四面贴合边缘的盖子般向下照耀。然而,这构成了两件事的证据:其一,太阳在冬季并不比在夏季更靠近利比亚——如果说埃及既然分为两部分,象岛是坐落在利比亚一侧的城市的话;因为在这里一切都已汇合,埃及、阿拉伯、利比亚与埃塞俄比亚,自此自彼汇于同处。其二,纵使最大限度地向他让步,承认太阳靠近利比亚会消融蒸发河水,这番主张恰恰也会反噬他自身。因为如果在冬季太阳因逼近而消融了河流,显然在夏季当太阳正立于河流上方时,早该将其彻底掠夺吞灭了。因为除了当太阳升至垂直天顶之时,绝无可能在其他意义上说太阳更加接近大地;况且太阳既从不接近利比亚,也从不接近大地的任何其他部分,这是任何人都能轻易领悟的。因为太阳绝非在夏季巡历大地的一部分、在冬季又巡历另一部分,而是大地处于其运行轨道之内。太阳始终与整个大地保持相等的距离,只是将最为炽热的烈焰带给那些在正午时它正立于其头顶的人群。由此可见,太阳在当时并没有遏制或阻截河水,也没有将其吞灭,或使其由大变小,反而是俯视着河流不断增长、其水流不断获得补充。对此你感到惊奇;然而,如果在如此炽热的极盛之时都能看到河水上涨,我们还能说尼罗河在何时会被酷热所蒸发呢?

§348

ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.2 ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν3 ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι. πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν,4 καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσει

接着,太阳自夏至转向,朝埃塞俄比亚人行进——我姑且借用希罗多德的措辞来说。因此,太阳在向更高处的居民前行时,始终保持着这种相对位置。而这些地方正是河流流经的路径,因此它理应不断夺走相当一部分水量,使其渐渐干涸;然而太阳所做的看似恰恰相反——如果真能这样表述的话;或者更确切地说,我认为看似如此行事的并非太阳,而是尼罗河在做着相反的事,无论这应当说是作为还是承受。因为河流原本应当随着太阳的运行而逐渐消退,但它一旦开始上涨,便渐渐增加这股增量,并且前者展现出热度的同一开端与极盛,后者亦展现出泛滥水流的同一开端与极盛。 来吧,移步去颂扬那位哲人兼智者埃福罗斯的华丽修饰吧,这位学者以此装点了自身及其著述。然而我真担心,尝试进行驳斥的我会比自称发现真理的人更为可笑。因为如果尼罗河不是从大瀑布之上极为遥远的地方、从我们所知的地域之上极为遥远的地方便已携带增水顺流而下,人们或许真会采信这种猜测,以为从利比亚山和阿拉伯山退入下游的水流充溢了处于中间且地势低洼的埃及——这正是他在归咎于炎热时所主张的。但如今,甚至连从未听闻过埃福罗斯之名的人都知道,大河经过许多天的航程后从高处盛大倾泻而下,不仅在大瀑布本身周围,而且在赛伊尼与象岛之间——希腊人所谓的赫尔墨斯之地所始的埃及疆域——以惊人的势头涌起,伴随着骇人的轰鸣穿流而过,粗略估算水量竟暴涨至三十肘之巨。那么,从两侧环抱埃及的山脉中流出的水,位置如此远在泛滥发端之下,又怎会是引发泛滥的原因?同一种水又怎能一边自下渗流充溢埃及,一边同时在埃及的最高顶端、在原先河水之上以如此浩大的声势奔涌显现?——除非埃福罗斯连这一点也要信口声称并加以补充……

语法注4 条
  1. 347ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ

    阴性单数宾格形容词“τὴν μεγίστην”省略了名词“ἡμέραν”(日,下句“τῆς αὐτῆς ἡμέρας”即承此而言),意为“当太阳完成最长的白昼(夏至)时”。动词“πληροῖ”为收缩动词 πληρόω 的现在时虚拟语气第三人称单数,与“ἐπειδάν”共同构成时间-条件从句。

  2. 348δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.

    “δέον”为非人称动词 δεῖ 的绝对宾格(accusative absolute),带有让步意味(“理应逐渐减退,然而……”),其逻辑主语为代词宾格“αὐτόν”(尼罗河)。主句后半部分的“ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται”展现了紧凑的交叉省略结构,主语“ὁ μέν”(太阳)与“ὁ δέ”(尼罗河)分别支配属格“τοῦ καύματος”(热度)与“τῆς ἐπιρροῆς”(涌入),并共用前置宾语“τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμήν”(同一开端与极盛)。

  3. 348εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν

    非真实条件句结构。条件从句使用未完成过去时直陈语气(“εἰ μὴ ... κατῆγεν”)来表示与客观事实相反的假设;主句则采用“τάχʼ ἄν τις προσεῖτο”(动词 προσίεμαι 的第二不定过去时中间态选说语气加 ἄν)。在反事实条件句的主句中使用选说语气而非直陈语气加 ἄν,表达出一种委婉的主观推测或让步(“人们或许还真有可能采信”)。

  4. 348πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν

    主语短语“τὸ ἐκ τῶν ὀρῶν ... ὕδωρ”(来自群山的水)与表语“τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν”(正是引发泛滥之物)之间,插入了带有程度状语的介词短语“τοσοῦτον κάτω τῆς ἀναβάσεως”(远在泛滥发端之下),构成了超步法(hyperbaton)。指示代词“τοῦτο”起到对前述主语进行复指和强调的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:347-348