- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:341-342
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者总结了四条论据以证明季风与云彩绝非尼罗河暴涨的原因,随后探讨了希罗多德关于太阳在冬季蒸发水分以致夏季水势相对显大的假说,并根据天体运行与气候的自然法则严厉驳斥了其荒谬与内在矛盾。
προὔργου τοῦ παραδείγματος,1 τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως,2 τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ. ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦν παραδέξασθαι. νῦν δʼ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρʼ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατʼ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλʼ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθʼ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρʼ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὧραι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατʼ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δʼ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται.3 εἰκότως· κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ,4 ὥστʼ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθʼ ἧττον ἂν εἴα πληροῦσθαι νῦν· εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δʼ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλʼ οὔθʼ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλʼ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι· οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα. ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ
这个例证确实大有裨益。因为就太阳而言,就整个宇宙的极限来说,我们看到其运行是双重的,由此人们可以推算出各个季节的长短;然而,当关于尼罗河大家一致公认这同样的一点——即迄今仍未查明它究竟发源于何处,其南方的极限为何——时,人们又怎能探求其原因,或断言它是从何处暴涨的呢?不过,或许正如我所说,不仅在此事上,在其他事情上要找出原因也是困难的。在所有其他证据之外,我再提出四条证据来证明既非云彩也非季风抬高了这股水流,然后我就结束关于此事的论述。其中第一条是,甚至在季风到来之前,河流就常常已经上涨;第二条是,即使季风完全吹起,河流也可能根本不上涨;第三条和第四条随之而来:其一,当季风刮得最盛、卷起最多云彩之时,河流并非在此时达到最大水势而来临;其二则相反,当风力微弱之时,河流也并非恰在此时水势最浅。所有这些情形,倘若季风果真是水流的主宰——无论是通过在河口拦截阻挡,还是通过自天降雨予以充满——理应都与当下的实情大不相同。 然而,为了使我们不至于把希罗多德的见解贬低得仿佛根本不值一驳,来吧,让我们考查一下他对这些事情的主张。若我们记忆无误的话,他说太阳被此地的冬季风暴驱赶,去往利比亚上游地区并融化(蒸发)那里的水分,正是通过融化水分,使得尼罗河在冬季的水量少于夏季。但这根本不是在解释尼罗河如何上涨,而是在凭空捏造它如何减损。因为冬季尼罗河的水质最为清澈,这是所有人公认的事实;既然如此,它就应当是在夏季上涨,因为在夏季它既水量浩大又混浊不堪。因此,只要还没有人阐明这一点——即水流究竟如何升高,所探求的问题就依然悬而未决,因为冬季的水流看起来才是它原本的主流。除此之外,如果由于太阳冬季的运行而产生的差异当真如此巨大,以至于在此地确立冬季时能在彼方土地造成夏季,反之在我们这里确立夏季时能在彼方造成冬季,那么接受这种说法或许还是可能的。 而现在,尽管没有人否认彼处在冬季的炎热程度上胜过我们此地不少,但即使在那些人本土,也丝毫没有任何理由阻止冬季的太阳比夏季具有更弱的威力。因为在夏季,我们绝不会说太阳在北方及其邻近土地上威力巨大,却从埃及和利比亚退去;相反,它在那里灼晒得更加炽烈——我认为最甚者是在埃塞俄比亚,其次自然是在埃及,尤其是在其最上游地区,然后按比例依次递减;因为即使在斯基泰之地和本都周边,也丝毫不妨碍那里的夏季远比我们此处的夏季更为寒冷,尽管太阳此时正运行于整个天空的偏北部位。然而,如果在这些地方一年的四季真如所说的那样发生颠倒,那么同样地,当太阳移向南方并在此地造成冬季时,埃及和尼罗河流域就该是夏季;而当太阳返回北方时,北方各地区的热力就该占据优势,而这显然绝非实情。这是理所当然的:因为依我看,太阳虽朝北方移动,却绝未充满北极本身。由此可见,既然尼罗河在夏季显见暴涨,那么它在冬季绝不可能被融化蒸发。因为如果是太阳造成了这一切,那么夏季太阳比平时的自己还要强大得多,而且在彼处尤甚,它就理应在夏季更加阻碍水流上涨,因而这一论点本身便不攻自破。假若它当时(冬季)蒸发殆尽,现在(夏季)就更不可能容许河流被充满;而如果它在冬季并不蒸发河水,尼罗河在夏季的大水便不是由于这个缘故。在我看来,声称太阳被冬季的风暴驱赶,与声称尼罗河被太阳融化减损,同样是无稽之谈。然而,最优秀的散文家啊,冬季的风暴根本没有驱逐太阳,因为它们甚至够不着太阳所在的领地,反而是太阳按照自身的轨道和天性退去,才使得风变得更加寒冷和猛烈;尼罗河也并未像被赫淮斯托斯灼烧的克珊托斯河那样,因被太阳蒸发而收缩其水流。 不过,希罗多德尽管关于埃及和尼罗河作出了最为优美动听的论述,却恐怕几乎没有说到几分真理,这倒不是因为他在刻意夸大……
- 341προὔργου τοῦ παραδείγματος
此句承接前一段落末尾的“καίτοι τοσοῦτόν γʼ ἐστὶ”构成完整句子。προὔργου 是 πρὸ ἔργου 的缩合形,在此作表语表示“有用的、有益的”,τοῦ παραδείγματος 为其实质主语或关涉属格,意为“这个例证确实如此有益”。
- 341δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως
与前面的“ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμόν”平行的省略句。句中承前省略了系动词 ἐστι 以及不定式 αἴρεσθαι [τὸν ποταμόν],καὶ συμβάντων ὅλως 为独立属格,意为“即使季风完全刮起,[河水也]并不[上涨]”。
- 342ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται
成语性不定式短语 πολλοῦ δεῖν 表示“远非、绝不”,修饰不定式 οὕτως ἔχειν。关系代词 ὃ 指代前文假设的情形(即太阳北移会使北方地区酷热难当),全句意为“这种情况显然绝非事实”。
- 342ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ
最高级 ἰσχυρότατος 连同反身代词属格 αὑτοῦ 构成了比较自身在不同状态下的固定句式(αὐτὸς ἑαυτοῦ 结构),意为“比平时的自己强大得多”;πολλῷ 为表示程度差异的与格。此句指出了若冬日能蒸发河水,则夏日自身威力远胜于冬日的太阳更当阻碍水流上涨的逻辑矛盾。
