← 阿里斯·台德斯

埃及演说

§339-340

暴雨说的驳斥与尼罗河泛滥的天象规律

作者指出下埃及的大雨并未引起尼罗河水位的变化,并援引流放者德劳科斯在上埃及夏日未见云彩的见闻,从而驳斥了暴雨成因说;进而论述尼罗河的涨落如同昼夜长短的消长与月相盈亏一般,展现出某种神圣而独特的固有规律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§339

καὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις,1 ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν Νεῖλον ἢ δεδοικότα2 μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις. βούλομαι δέ σοί τι καὶ περὶ τῶν νεφῶν μικρὸν διηγήσασθαι. ὅτε γὰρ τὸ δεύτερον εἰς Αἴγυπτον ἀνέπλεον τὸν εἰς κορυφὴν ἀνάπλουν, ἐνέτυχεν ἡμῖν περὶ τὸν Θηβαϊκὸν τόπον ἐν νομῷ ὄνομα Ἑρμουνθὶ ἄνθρωπος φυγὰς ἐκ τῆς κάτω πόλεως, Δραῦκος ὄνομα, φίλου καὶ ἑταίρου συμπλέοντος ἡμῖν συστήσαντος αὐτὸν, ὡς εἶδεν ἐκεῖ. ὡς δὲ συνέβη λυθῆναι τὴν φυγὴν αὐτῷ καὶ ἧκεν ἐπὶ θάλατταν, προσῄει πολλάκις ἡμῖν καὶ ἐχρώμεθα ὥσπερ εἰκὸς οἰκείως αὐτῷ. καί ποτε οὑτωσὶ περιεπατοῦμεν περὶ δείλην ὀψίαν ἐν τῷ μεγάλῳ δρόμῳ τῷ κατὰ τὰς στοὰς καὶ ἦσαν ἐτησίαι λαμπροί· ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη, καί τις ἔφη τῶν παρόντων, ταῦτα δὴ τὰ τοῦ Νείλου πνεύματα· οὕτω γάρ πως ὠνόμασε. καὶ ὃς ἐγέλασεν. ἐρομένου δέ μου ὅ τι αὐτῷ τοῦτο βούλοιτο, οὐκ οἶσθα, ἔφη, ὅτι ἐγὼ τρία ἑξῆς ἔτη κατετρίβην ἐπʼ ἄκροις Αἰγύπτου; οἶδα, ἔφην, ἀλλὰ τί τοῦτο; ὅτι ἐγὼ ἐν τοσούτῳ χρόνῳ τριφθέντι μοι πανταχῆ σκοπῶν οὐκ ἠδυνήθην ἰδεῖν νέφος αὐτόθι τοῦ θέρους, ἀλλὰ ἑστηκότα ἀκλινῆ τὸν ἀέρα ὥσπερ τὰ γεγραμμένα. καίτοι νομίζω, ἔφη, ὁρᾶν τά γε ἐγχωροῦντα, ἀλλʼ ἐγὼ οὐκ εἶδον νέφος, ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον.3 τοῦτο δὴ καὶ τότε ἀκούσας ἐθαύμασα καὶ ἥσθην, καὶ σοὶ νῦν ἀπομνημονεύσας ἐξήγγειλα, ὅπως εἰδείης πόρρω τοῦ ἀληθοῦς ὄντας καὶ τοὺς τούτῳ τῷ λόγῳ καταχρωμένους τε καὶ πεπιστευκότας καὶ ὅλως ἐπίστῃ τὸ τοῦ Νείλου πρᾶγμα ὅτι κινδυνεύει μόνος ποταμῶν οὐδέποτε ὁ αὐτὸς εἶναι, ἀλλʼ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς, εἰ δὲ βούλει ἀνωμάλως διατελεῖ, ταῖς ἡμέραις τε καὶ νυξὶ τὰ μάλιστά πως παραπλησίως καὶ τῷ περὶ τὴν σελήνην. ἀρχόμενός τε γὰρ εἰς ὕψος ἰέναι, ἐπάγων ἀεὶ ἕτερον ἐφʼ ἑτέρῳ, οὕτως προβαίνει τῇ προσθήκῃ προστιθεὶς, ἄχρι ἂν τὸ μήκιστον αὐξηθῇ, καὶ συναγερθεὶς ἅπας, ὥσπερ ὁ τῆς σελήνης κύκλος, ἄρχεται λήγειν αὖθις ὑποστρέψας, ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδοὺς ἐπὶ θάτερα· καὶ καταλαμβάνει πάλιν ἡ ἑτέρα περίοδος τῆς ἐπιρροῆς, πολλάκις δὲ καὶ ἐνέμεινε τῆς προτέρας ὅσον μὴ λαθεῖν. οὔτʼ οὖν παρὰ τὴν ἀνάβασιν ὁ αὐτός ἐστιν, ἀεὶ γὰρ αὔξεται, μέχρι ἂν τὰ τέλεια ὑψωθῇ, οὔτʼ αὖ παρὰ τὴν ἀπορροὴν, ἀεὶ γὰρ λήγει, μέχρι ἂν ἀποδῷ. οὕτω δή τοι τό γε τοῦ Νείλου θειότερόν τι καὶ ἰδιώτερον ἔοικεν εἶναι ἢ κατὰ τοὺς ἄλλους ποταμούς τε καὶ ῥεύματα, καὶ εἰ τούτου ζητοῦμεν αἰτίας, ζητῶμεν καὶ ὧν εἶπον, τί δή ποτε ἡμέρα μὲν ἡμέρας μικρὸν προφέρειν ἐτάχθη, μέχρι ἂν κορυφωθῇ τὸ μήκιστον, ἔπειτα ὑπολείπειν, ἄχρι ἂν εἰς τοὐλάχιστον ἀφίκηται, τὸ μὲν ἐξ ἀρχῆς ἑαυτῆς, εἶτα καὶ τῆς νυκτὸς ἐλάττων μετʼ ἰσημερίαν γιγνομένη, νὺξ δὲ ἀντιλαβοῦσα αὔξην ταὐτὰ ταῦτα πάσχει, ἐκ προσθήκης καὶ ἀφαιρέσεως προϊοῦσα καὶ ἐπανιοῦσα, μέχρι ἂν ὥσπερ οἱ γεωμέτραι καλοῦσιν εἰς ἐκεῖνο καταστῇ ὅθεν ἤρξατο φέρεσθαι, ταὐτά τε καὶ τἀναντία τῇ ἡμέρᾳ πάσχουσα ἀεί. καὶ γὰρ εἰ τὰ μάλιστά τις εἶναι ταῦτά γε φήσει φανερὰ, τῇ τοῦ ἡλίου πορείᾳ προστιθεὶς τὴν αἰτίαν, ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι,4 οἷον εἰ βούλει τριμήνοις μὲν χρόνοις ὡρίσθαι τὰς μεταβολὰς, νυκτὶ δὲ καὶ ἡμέρᾳ τοσοῦτον τὸν σύμπαντα ἀποδοθῆναι χρόνον, εἶναι δὲ ὅρους τακτοὺς τῷ θεῷ πρὸς ἄρκτους καὶ μεσημβρίας, οὓς οὐχ οἷόν τε ὑπερβῆναι, τούτων οὐδενὸς δή που τὸ αἴτιον δείξει, πλὴν εἰ προσποιήσεται. καίτοι τοσοῦτόν γʼ ἐστὶ

此外,下埃及也常常大雨倾盆——因为虽然上埃及也常常在不同时期有细雨飘落,但在靠近海边的地区,降下大雨乃是常事——然而尼罗河却没有发生丝毫显著的变化。况且,在埃及境内降下的雨水,无论水量多么浩大,都无法惊动它,这些水反而遭受与注入大海之水相同的命运,无声无息地被吞噬消耗;而河流的暴涨反倒仿佛来自人迹未至的世界秘境,倒好似尼罗河在耍弄诡辩,或是唯恐被人看出它是因这种雨水而上涨似的,这岂有合理的道理?如果这种说法荒谬可笑,那么那些将原因归咎于暴雨的人所说的也正是这般论调。 我还想向你略微讲述一段关于云彩的见闻。因为当我第二次逆流航行去往埃及、踏上前往最远顶端的航程时,在底比斯地区一个名叫赫尔蒙提斯的诺莫斯(州)里,我们遇到了一位从下部城市被流放出来的人,名叫德劳科斯;与我们同舟共济的一位友人兼同伴在那里见到了他,便向我们引荐了他。当他的流放得以解除并回到海边时,他常常来拜访我们,我们自然也与他亲密相处。有一回,正是暮色深沉的时分,我们在柱廊旁的大道上如此散步,当时吹着强劲的季风;我们于是抬头仰望云彩,在场的人中有一位说道:“看哪,这就是尼罗河的风(云)了”——他大体上是这么称呼的。而他却笑了起来。当我问他这笑意究竟何指时,他说:“难道你不知道,我曾连续三年在埃及的最深处耗费岁月吗?”我说:“我知道,但这又如何呢?”他说:“因为在如此漫长的岁月里,尽管我向四面八方观察,在夏天却未能在那里见到一朵云彩;相反,空气静止不动,宛如画中之景。然而,”他说,“我认为自己尚有能力观察近在眼前之物;可我并未见到云彩,而你们,”他说,“却以为云彩是从这里被驱赶而去,并在上游骤降暴雨以涨满尼罗河的。”当时听到这番话,我既感到惊奇又甚为愉悦,如今重拾记忆将它讲给你听,好让你知晓,那些滥用并坚信这种论点的人距离真相是何等遥远,并且好让你全面认识尼罗河的整个真相:它大概是所有江河中唯一永不保持恒定之态的,而是在涨落之中平稳地——或者如果你愿意的话,也可以说是不规则地——持续流动,与昼夜的推移以及月亮的盈亏现象在最大程度上几乎完全相似。因为当它开始升高时,总是层层叠加,依凭这般增添而不断推进,直至涨至最高峰;一旦如月轮般圆满汇聚,它便再次折转,开始消退,仿佛向相反方向完成第二轮反转;随即另一轮注入的周期又重新接续上来,且常常在前一轮的水量尚未完全退尽到不引人注意的程度时便已到来。因此,无论是在涨水期间它都不是恒定的——因为它不断上涨,直至达到极致;还是在退水期间它也不是恒定的——因为它不断退缩,直至复归原状。由此可见,尼罗河的事象委实比其他河流和水流更为神圣、更为独特;如果我们为此探求原因,那我们不妨也探求一下我所说之事的缘由:究竟为何白昼被规定要逐日比前一日稍有增长,直至达到极长的顶点,随后又递减,直至达到极短,起初是短于自身原先的长度,而在分点之后甚至短于黑夜;而黑夜承接了增长之后,亦经历完全相同的情形,凭借增添与削减而前进与后退,直至如几何学家所言,重归它最初开始运行的出发点,始终与白昼经历着相同而又相反的变化。因为即便有人极力宣称这些都是显而易见的,将原因归咎于太阳的运行,但对于运行本身的秩序,以及这些现象自始便受必然法则如此约束的根本原因——例如如果你愿意的话,诸如以三个月为期规定节律变化,将总时间如此分配给昼夜,以及给这位神明(太阳)在南北方向设定了绝不可逾越的固定界限——对于这其中的任何一项,除非他纯属伪称,否则他是绝不可能指出其原因的。然而,这恰恰是如此重大的事情。

语法注4 条
  1. 339ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις

    与格 ψακάδι 表示方式或手段(“以细雨/毛毛雨的形式”)。此处承前省略了动词 ὕεται,意为“因为在上游也常常间隔一段时日(ὡς ἐν χρόνοις)飘落细雨”。由 γάρ 引导的插入句对前文下埃及的降雨情况进行了补充与限定性的对比。

  2. 339ὥσπερ σοφιζόμενον τὸν Νεῖλον ἢ δεδοικότα

    分词 σοφιζόμενον 和 δεδοικότα 为阳性单数宾格,与逻辑主语 τὸν Νεῖλον 一致。这是由 ὥσπερ 引导的宾格绝对分词结构(表示主观推测或讽刺性比喻:“仿佛尼罗河在耍弄诡辩,或是害怕……”),或者是在 πῶς εἰκός 所支配的宾格加不定词结构中发生的句法松散/破格衔接。

  3. 339ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον

    关系代名词 ἃ(中性复数宾格)根据语义指向前文的集合单数名词 νέφος。在关系从句内部,οἴεσθε 支配一个宾格加不定词结构,其中 ἃ 担任不定词 πληροῦν 的逻辑主语,并受到两个分词的修饰:被动分词 ἐλαυνόμενα(“从这里被驱赶”)和主动分词 καταρρηγνύντα(“骤降/倾盆而下”),构成嵌套的句法层次。

  4. 340ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι

    属格短语 αὐτῆς ... τάξεως 以及 τοῦ ... κατακλεισθῆναι(带冠词不定词)依附于后文主句的谓语部分 τούτων οὐδενὸς ... τὸ αἴτιον δείξει(“他将无法指出这些当中的任何一项的原因”)。它与前文将原因归于太阳运行的叙述形成对比,表示运行秩序本身以及这种必然约束的根本原因无法被证明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:339-340