- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:337-338
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出尼罗河涨落极其规律且耗时漫长、冬季从不上涨、两岸广袤沙地会吸纳雨水,并结合麦罗埃周边居民的见闻,有力地驳斥了夏季暴雨导致泛滥的说法。
ὡς οὐκ ἐξ ὄμβρων αὔξεται, ὅτι οὐκ ἐμπλήκτως οὐδʼ ὀξέως οὐδʼ ὡς ἂν τύχῃ φέρεται, ἀλλʼ ὃ δὴ λέγουσιν Αἰγύπτιοι, ἐργάζεται ὥσπερ ἄλλο τι· καὶ ἀεὶ τὸ ἔργον αὐτῷ κατὰ λόγον χωρεῖ. ἔπειθʼ ὁπόταν λήξωσιν οἱ ὑετοὶ καὶ ὁ πολὺς δή που τῶν ποταμῶν ὄγκος πέφυκεν ὑπορρεῖν οὐκ εἰς μακράν. πῶς οὖν ἐπὶ τοσοῦτον τοῦτον ἀνταρκεῖν φήσομεν ἐκ τοιαύτης αἰτίας; ἀφομοιοῦντες γὰρ αὐτὸν κατʼ ἄλλον τρόπον ποιοῦμεν ἀνόμοιον καὶ δύο τὰ ἀτοπώτατα μίγνυμεν, θέντες μὲν οὐχ ὁμοίως ἔχειν τοῖς ἄλλοις, εἶθʼ ὅμοιον ἀποφαίνειν πειρώμεθα, ὅμοιον δʼ αὖ τιθέντες δείκνυμεν οὐχ ὁμοίως διακείμενον. εἰ μὲν γὰρ τρισὶν ἢ τέτταρσιν ἢ καὶ διπλασίαις που τούτων ἡμέραις ἐπληροῦτο αὐτῷ τὸ κεφάλαιον, ἢ μὴ πολλοστόν γʼ ἦν τὸ τοσοῦτον τοῦ παντὸς χρόνου τῆς ἀναβάσεως, τάχʼ ἄν τι κομψὸν εὕρητο· εἰς τέταρτον δὲ μῆνα μάλιστα ἐξικνεῖσθαι καθʼ ἑκάστην ἡμέραν ὑψούμενον τίς λόγος ἐστὶν ἐξ ὑετῶν; καὶ μὴν οὐδʼ οἱ παρʼ ἡμῖν ποταμοὶ συνεχῶς τοῦ χειμῶνος τέτανται· ἀλλʼ ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν·1 μείζους καὶ ἐλάττους διατελοῦσι γιγνόμενοι παρὰ τοὺς ὄμβρους αὐτοῦ τοῦ χειμῶνος ἐκ μεταβολῆς. χρῆν τοίνυν καὶ τὸν Νεῖλον εἴπερ ἐξ ὑετῶν ᾔρετο, μὴ διηνεκῆ τὴν αὔξησιν ἴσχειν μηδʼ ἐπὶ προσθήκην ἀεὶ χωρεῖν ἐπὶ τὸ πλεῖστον καὶ μέγιστον ἐκ τοῦ βραχυτάτου καὶ πρώτου, μέχρι ἐξεπλήρωσεν, ἀλλʼ ἀνώμαλον καὶ μεταπίπτουσαν καὶ τὴν ἐπίδοσιν καὶ τὴν ἀναχώρησιν ἔχειν ἐν μέρει. ὥστʼ οὐκ ἂν ἦν τὸ λεγόμενον αὐτὸ τοῦτο ἀνάβασις τοῦ Νείλου, ἀλλʼ ἀναβάσεις ἂν ἦσαν πολλαὶ, καὶ πάλιν γε ἀπόρροιαι τοῦ θέρους ἑκάστου, καθότι κἀκ τῶν ὄμβρων συνέβη. ἔτι τοίνυν ὥσπερ τοῦ χειμῶνος οὐ συνεχεῖς τοὺς ὄγκους ἔχουσιν οἱ ποταμοὶ, οὕτω καὶ τοῦ θέρους ἐνίοτε ἐπιδιδόασι παρὰ τὴν σχέσιν τὴν οὖσαν ἡνίκʼ ἂν ὕσῃ. ἔτι τοίνυν ἃ τούτοις συμβαίνει, συνέβαινε καὶ τῷ Νείλῳ κατὰ θάτερα, καὶ ὁ Νεῖλος ἂν ηὔξετο τοῦ χειμῶνος ἐνίοτε ὥσπερ οὗτοι τοῦ θέρους. ὥστε ὁμοίως μὲν οὗτοι μείζους ἐγίγνοντʼ ἂν, τοτὲ μὲν τοῦ θέρους, τοτὲ δὲ τοῦ χειμῶνος ἑαυτῶν, ὁμοίως δὲ ὁ Νεῖλος ὅτι μὴ πλέον ἢ ἑκάτεροι2 μείζους καὶ ἐλάττους παρὰ τὴν ὥραν ἑκατέραν. ἀλλὰ μὴν εἰ μηδεπώποτʼ αὐξηθεὶς χειμῶνος ὁ Νεῖλος ἀκούεται, τοὺς δὲ παρʼ ἡμῖν ἔστιν ἰδεῖν μείζους ἑαυτῶν γιγνομένους τοῦ θέρους, ἐὰν ὄμβροι κατάσχωσιν, ἄλλο τι χρὴ ζητεῖν τὸ τῆς ἀναβάσεως αἴτιον, εἴπερ δὴ, ὡς τό γʼ ἐξ ὄμβρων οὐδαμῆ συμβαίνει. οὐ τοίνυν μόνον αὔξεται τακτὰ ὁ Νεῖλος, ἀλλὰ καὶ ἀπολήγει τεταγμένως ὀπίσω καὶ σχεδὸν οὐκ ἐν ἐλάττονι χρόνῳ καθίσταται εἰς τὸ ἐξ ἀρχῆς ἢ ἐν ὅσῳ προϊὼν ἐξεπλήρωσε. καίτοι οἵ γʼ ἐκ τῶν ὄμβρων αὐξανόμενοι ποταμοὶ οὐδαμοῦ τοῦτο πάσχουσιν, οὐδʼ ἔπεστιν αὐτῶν τάξις οὐδετέρῳ τῷ παθήματι· εἰκότως, ὅτε γε μηδʼ αὐτοῖς τοῖς ὄμβροις. οὐκοῦν καὶ τὸ ἅπαξ τοῦ ἔτους ἀναβαίνειν, τοὺς δʼ ἄλλους ὡς τύχοιεν ἑκάστοτε, καὶ τὸ μὴ ἀπολείπειν πρὶν ἐκπληρῶσαι καὶ τὸ πληρώσαντα αὖθις ἀπορρεῖν, καὶ ἡ μετὰ τοῦτο ἡσυχία τοῦ ῥεύματος οὐκ ἐᾷ παρὰ τοῖς ὑετοῖς εἶναι τὴν πρόφασιν δοκεῖν. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, ὑπερβαλόντι καταρράκτας3 ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου, τὸ μὲν δὴ κατὰ Λιβύην καὶ παντάπασιν ἔρημοι θῖνες. ὥστʼ εἴπερ ὗεν, οὐκ εἰκός γε ἦν γίγνεσθαι ῥεύματα, ὑποδεχομένης τῆς ψάμμου τοὺς ὄμβρους εἰς αὑτήν. ἃς γοῦν ἴσμεν ψάμμους ἄλλας εὐμεγέθεις, ἴσμεν τοῦτο πασχούσας, ἐπεὶ καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων εἰς Αἴγυπτον ψάμμοι οὐ τοσοῦτον ὕσει ὡς παρήσουσι ῥεῦμα ὕδατι. αἱ δὲ δὴ πρὸς Λιβύης καὶ κατάντεις ἐπὶ θάτερά εἰσιν ἀπὸ τοῦ ποταμοῦ περιφανῶς, ἄνευ τοῦ κατʼ ἄμφω παραλλάττοντος, καὶ τοῦ τῆς ψάμμου ταύτης παρʼ ἃς ἴσμεν ἄλλας πλήθους καὶ τοῦ κατὰ τὸν ποταμὸν ῥεύματος τοσοῦτον ὑψουμένου, ὅσον εἰ καὶ ὑπὲρ ἀντιτύπου θαυμαστὸν ἦν. καὶ περὶ Μερόην γέ φασιν ὕειν, καὶ εἰ τοῦτʼ ἦν αἴτιον τῆς ἀναβάσεως, οὐκ ἂν ἐλάνθανε δή που τοὺς αὐτοὺς ὁρῶντας καὶ προσοικοῦντας, οὐδʼ ἂν ἐζητεῖτο ὑπʼ αὐτῶν ἐκείνων ὁπόθεν κατέρχεται, ἀλλʼ ἦν ἂν φανερὸς αὐτόθεν αὐξανόμενος. οὐ τοίνυν ἐστὶν οὐδʼ ἔχουσι λέγειν Αἰθίοπες, οὐδὲν ἔχοντες λέγειν ὡς ὕει παρʼ αὐτοῖς. ἄμφω γοῦν ἤκουσα παρʼ αὐτῶν. πῶς οὖν ἐξ ὑετῶν αἴρεται; ἔτι τοίνυν
它并非因暴雨而上涨的〔第一也是最大的征兆〕,乃是因为它的流淌既非突如其来,亦非急促剧烈,更非任凭偶然,而是正如埃及人所说,它如同一桩常规工作那样运作,并且它的工作始终依循理法进行。况且,一旦大雨停歇,江河的浩大水量通常在不久之后便会消退。那么,我们怎能断言这条河流会因这种原因而支撑如此之久呢?因为我们在一种方式上将它与其他河流相比附,在另一种方式上却又使其异类,将两件最荒谬的事混杂在一起:假定它与其他河流情状不同,随后却试图表明它相类似;而再次假定它相类似时,又表明它的状态与之不同。因为如果它是在三四天内,或者在两倍于此的时间内涨满其总量,或者这区区时日并非整个涨水周期的微小零头,那么或许还能找到一种巧妙的解释;但它每天都在升高,几乎延续到第四个月才达到极限,这又怎能说是由暴雨所致呢?再说,甚至我们这里的江河在冬季也绝非持续保持暴涨;而是下了雨便上涨,雨停了便回落;它们根据该冬季本身的降雨而不断交替变大变小。因此,尼罗河若真是因暴雨而涨水,它就不应当保持连续不断的增长,也不应从最初最微小的水量开始始终向着最大限度的增加迈进,直至涨满;相反,它应当具有不规则且不断波动的阶段性暴涨与退落。这样一来,也就不会存在所谓的“尼罗河涨水”这单一事件,而是在每个夏季都会有多次涨水,且同样会有多次退水,完全视降雨的实际情况而定。再者,正如江河在冬季水势并不持续一样,在夏季每逢降雨,它们有时也会超出原有的水位而暴涨。进而,发生在它们身上的事情,在相反的季节也理应发生在尼罗河身上,尼罗河在冬季有时也应当上涨,正如它们在夏季上涨一样。因此,正如这些江河有时在夏季、有时在冬季会超过其常态水量而变大,同样,尼罗河也应当与它们类似,除非它在两个季节中并不比它们每一者产生更大的涨落。然而,如果从未听说尼罗河在冬季上涨,而我们这里的江河一旦遭遇暴雨便可在夏季见到其超过常态而变大,那么我们就必须为涨水寻找其他原因,因为由暴雨所致的情形绝不可能成立。因此,尼罗河不仅按部就班地上涨,而且有条不紊地退落回原位,它回到最初状态所耗费的时间,几乎不短于它前进并涨满的时间。然而,因暴雨而上涨的江河在任何地方都不会经历这种情形,它们的这两种变化过程都毫无秩序可言;这是很自然的,因为暴雨本身就毫无秩序。因此,尼罗河每年只上涨一次,而其他江河则每每任凭偶然;以及它在涨满之前绝不中断,涨满之后再次退去,以及退去之后水流的平缓——这一切都不容许我们将原因归咎于降雨。如果连这一点也必须提及的话:对于越过瀑布的人来说,尼罗河两岸尽是沙地,利比亚一侧则完全是荒凉的沙丘。因此,即使下了雨,水流也绝不可能形成,因为沙地会将雨水吸入自身之中。至少就我们所知的大片沙地而言,我们深知它们都是如此,因为从阿拉伯进入埃及的通道附近的沙地,即便降雨再大,也不会大到形成水流的地步。更何况利比亚一侧的沙地显然是从河流向外侧向下倾斜的,更不用说两岸的差异、这处沙地相比于我们所知的其他沙地数量之多,以及沿河的水流即便在坚硬基底上暴涨至如此高度也是令人惊异的这一事实。人们声称在麦罗埃一带会降雨,但若这就是涨水的原因,这绝不会逃过亲眼目睹且居住在附近的居民的注意,那里的居民也无需去探索它究竟发源自何处,反而会清楚地看出它正是从那里开始上涨的。然而事实并非如此,埃塞俄比亚人也说不出什么所以然来,他们完全无法宣称雨水是降在他们那里的。至少这两点我都是从他们那里听闻的。那么,它又怎能是从暴雨中暴涨的呢?更进一步说,
- 337ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν
表示天气的无人称动词 ὗσεν 与 ἐπαύσατο,与以河流为主语的 ἐπῆλθον 和 ὑφεῖσαν 形成无连接词(asyndeton)的紧凑对置。此处使用格言不定过去时(gnomic aorist),生动地描绘了一种普遍、反复发生的自然规律,而非过去的特定事件。
- 338ὅτι μὴ πλέον ἢ ἑκάτεροι
短语 ὅτι μή 是表示“除……之外(except)”的习用表达。在此处引导反事实假设中的限定成分:即尼罗河本该与其它江河相同,除非是说它在两个季节中的盈缩变化并不比它们每一者更大。
- 338ὑπερβαλόντι καταρράκτας
不定过去时分词阳性单数与格在此用作基准与格或视角与格(dative of reference / point of view),意为“对于越过瀑布的人而言 / 穿过瀑布之后”,是古典文献中设定地理视角的标准句式。
