← 阿里斯·台德斯

埃及演说

§335-336

融雪说的彻底驳斥与上游暴雨说的考察

作者列举埃及南方的酷热及当地居民对雪的无知,彻底驳斥了将尼罗河泛滥归因于融雪的诗人学说,进而开始考察将成因归于上游夏季暴雨的观点,指出河流渐进平缓的上涨方式与暴雨造成的突发性激涨截然矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§335

οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι1 διὰ καῦμα, ποίαν εἰκὸς εἶναι χιόνα, ὑφʼ ἧς γίγνεσθαι ῥεῦμα τοσοῦτον; ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις τοὺς ἐν τῇ Αἴτνῃ κρατῆρας ἀπορροὴν εἶναι κρυστάλλου βιάζοιτο, ἢ εἴ τις τὴν μὲν χιόνα θερμαίνειν, τὸ δὲ πῦρ ψύχειν ἐπιχειροίη λέγειν. ὅταν γὰρ ἐν αὐτῇ τῇ χώρᾳ τῆς θέρμης τιθῇ τις εἶναι χιόνα, πῶς οὐ τοιοῦτον γίγνεται, ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον,2 ἀλλʼ οὐχ ὅθεν οὐδʼ εἰπεῖν ἔχομεν πλήν γε δὴ ὅτι ἀεὶ ἀνὰ πλέον εἰς θερμότερα ἀφικνεῖ, ἕως οὐκ ἔστιν ἀντισχεῖν. καὶ ὡς ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ ἑτέρου λέγοντος δύνανται μαθεῖν, —ἡμεῖς γοῦν ὥσπερ ἄλλο τι τῶν ἀτόπων ἀφηγούμενοι διδάσκειν οὐκ εἴχομεν, ἀλλʼ ὥσπερ ὅσα ἑρμηνέως ἐδεῖτο ὅλως πρὸς τοὺς βαρβαρίζοντας αὐτῶν, οὕτω τοῦτο ἄγνωστον ἦν—οἱ δʼ ἐπὶ τῇ τῆς μεσημβρίας ἀρχῇ χιόνος πλέον ἢ θέρμης ἔχουσι; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸ συνθῇ; αὐτῆς γοῦν Αἰγύπτου τὰ πρῶτα πρὸς τὰ τελευταῖα πλέον ὡς εἰπεῖν διαλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴγυπτον· τοσοῦτον τὰ ἄνω προφέρει καύματι. ἃ τοίνυν περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου τὰς πρὸς ἡμῶν καὶ τῆς θαλάττης τὸ πρὸς Αἰγύπτου οὔτε συμβαίνει οὔτε τις ἤκουσε πώποτε, πῶς ταῦτʼ εἰκὸς ἐπʼ ἀρχῇ τῆς μεσημβρίας εἶναί ποτε φῆσαι; κρύος καὶ πλῆθος χιόνος τοσοῦτον ὥστε τὸ ἐκείνης ὕδωρ πλέον ἢ τὸ κύριον εἶναι τοῦ ποταμοῦ· καὶ πνεύματα μεσημβρινὰ πνευμάτων πάντων σύνισμεν ὄντα θερμότατα, καὶ αὐτὸν τὸν ἥλιον μεσημβρίζοντα τὰ εἴσω φλέγοντα· ὃ δὲ τῶν ἐσχάτων ἐστὶ κρυμῶν καὶ χειμώνων καὶ τῆς παρʼ ἡμῖν ὥρας, ἡνίκʼ ἂν ᾖ χειμεριωτάτη, τοῦθʼ οὕτως ἄφθονον εἶναι τοῖς ἐκεῖ τιθέντες οὐκ αἰσχυνούμεθα, ἐὰν μὲν αὐτοὶ λέγωμεν τὸν λόγον, ὡς ἀναιδῆ ψευδόμενοι, ἐὰν δʼ ἑτέροις λέγουσι πιστεύωμεν, ὡς ῥᾳδίως ἐξαπατώμενοι; μικροῦ δʼ ἔγωγε δέω λέγειν μόνον τοῦτο μηδʼ ἐπείσακτον εἶναι τῇ χώρᾳ, καθάπερ φύσιν πολέμιον. καὶ μὴν ὅτι γε σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς. ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός.3 διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖον

在人们声称因酷热甚至连居住都无法维持的地方,究竟可能存在怎样的雪,竟能由它产生如此巨大的洪流?因为这简直就如同有人硬说埃特纳火山的喷口是冰晶的流出,或者如同有人试图宣称白雪带来温热而火焰带来严寒一样。因为当有人假定在热气的本乡本土存在白雪时,这岂不就等同于认为尼罗河发源自奥德里西亚人或比萨尔泰人的土地,而不是发源自一个我们甚至无法道明的地方——除了一点,即越往前,你总是来到更炎热的地区,直到无法忍受?而且看来,埃及人中那些未曾出过远门的人甚至从未见过雪,即便听他人讲述也无法理解——至少我们向他们讲述时,就像讲述某种不可思议的怪事一样无法使他们明白,这对于他们当中操着粗野口音的人来说,就如同完全需要翻译的事情一样全然不可知——然而,处于南方起点的人们所拥有的白雪反倒多于热气吗?无论这是欧里庇得斯还是埃斯库罗斯杜撰的,又有什么虚妄之词能比这更具悲剧式的夸饰呢?至少埃及自身的最北端与最南端的差异,可以说比另一个异族与埃及自身的差异还要大;上游地区在酷热方面竟突出到如此地步。那么,在面向我们这边的埃及边陲以及面向埃及的海滨既未发生也未曾有人听闻之事,又怎能合乎情理地声称它有时会存在于南方的起点呢?即存在如此严酷的寒冷和如此大量的积雪,以至于雪水甚至超过了该河流原本的主流!况且我们深知南风在一切风中最为灼热,而正午的太阳本身也炙烤着内陆腹地;但若将属于极端严寒和深冬、属于我们这里最寒冷季节的景象,假定为如此丰沛地存在于彼处之人当中,那么如果我们自己说出这番话,难道不该为自己无耻撒谎而感到羞愧;若是相信他人所说的话,难道不该为自己轻易受骗而感到羞愧吗?我甚至几乎想说,唯独这白雪对于该地区而言甚至连外来之物都算不上,因为它仿佛是天生的死敌。再者,它在夏季是备受追逐之物,这一点我们大家都深知,然而在亚历山大那座大城里,除了它以外你能找到一切;虽然借用欧里庇得斯的话,人们最当称那座城为埃及的边陲。既然按照夏季的惯例,白雪对他们而言甚至根本不作为外来商品存在,那么它又怎能在夏季使尼罗河暴涨至如此浩瀚的水量呢?依我之见,这是最不可能的。而对于欧里庇得斯和埃斯库罗斯而言,这些驳论也许不仅足够,甚至是绰绰有余的,因为这一反驳是如此清晰且就在眼前,并且如同上文论及河口流出时一样,彻底证明了其绝无可能。 现在,让我们转向大众的观点以及炮制该观点的文人墨客们;他们声称,当季风吹拂时,上游地区便会降雨,从我们这边驱赶而去的云层会在那里倾泻破裂,而尼罗河因暴雨充盈,夏季的水量自然比冬季更为充沛。因此,你必须了解关于涨水所发生的一切实情。因为尼罗河在属于它的时节到来时,便从高处顺流而下,但它的下流并没有显而易见的骤增,也不会让人以肉眼辨出汹涌而来的水流,而是从区区数指的高度开始,逐渐增加,以至于在将近四个月内,在孟斐斯一带涨满这十四或十五肘之高,在此期间它的水量增加始终保持隐蔽,仅以这唯一的迹象来表明:即相继漫过土地。我这么说究竟是为了什么呢?因为他们声称,正如我们这里的河流因冬季的暴雨而上涨一样,尼罗河也是在夏季因暴雨而上涨。那么,如果这是真的,首先它在下流时就应当突然呈现出高耸的水头。因为正如水流在地面或坚硬基底上奔流一样,暴雨带来的水也会在原有的水流之上隆起而奔涌。那么,为什么关于尼罗河却没有发生同样的事情呢?因为总不能一方面援引其他河流并以同样的标准进行推断,另一方面却不对二者使用相同的征兆。因为如果那种情形曾经发生过哪怕一次,尚且说得过去;但如果它始终是以这种方式上涨,他们又还能说什么呢?因此,我所说的这第一点也是最大的征兆

语法注3 条
  1. 335οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι

    εἶναι 在此处作无人称用法,相当于 ἔξεστι(“可能”),支配不定式 οἰκεῖν 作其真正主语,意为“甚至连居住都无法维持”。该从句承接上一段落末尾的 ὅπου γάρ(“在……的地方”)。

  2. 335ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον

    由连词 ὥσπερ 引导的宾格分词结构。在主句 πῶς οὐ τοιοῦτον γίγνεται 的语境中,以宾格分词(τὸν Νεῖλον ὁρμώμενον)表示假设比况的情境(“就像尼罗河发源自奥德里西亚人或比萨尔泰人的土地[即寒冷的色雷斯地区]一样”)。

  3. 336ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός

    τοῦ ἀρχαίου 为中性属格,结合上下文指“原有的水流”(τοῦ ἀρχαίου ῥεύματος)。主语是带冠词短语 τὸ ἐκ τῶν ὄμβρων(“暴雨之水”),支配述谓动词 ἐπιθεῖ(“在其上奔流”)及完成时主动分词 κεκυρτωκός(“隆起、鼓胀着”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:335-336