← 阿里斯·台德斯

埃及演说

§333-334

季风说的彻底反驳与欧里庇得斯的融雪说

作者结合实地观察与目击证言,彻底驳斥了季风阻遏尼罗河水流的学说,进而转向检视欧里庇得斯关于融雪导致泛滥的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§333

τοῖς αὐτοῖς ἐνέχεται, ψευδὴς ὁ λόγος, εἰ δʼ ἅπαντες, τί δεῖ λέγειν ὡς ὁ Νεῖλος μόνος; ἢ γὰρ οὐ χρὴ ζητεῖν, ἢ τὸ αἴτιον οὐ τοῦτο. ἀλλὰ μὴν κἀκεῖνό γε δῆλον ὅτι οὐδʼ ἐν τοῖς φαυλοτάτοις τῶν ποταμῶν ἐστιν ὁ Νεῖλος, οὐδʼ οὕτω παρὰ πάντας εὐμεταχείριστος ὥστε μόνου τούτου τὰ στόματα ὑπὸ τῶν πνευμάτων ἀνακόπτεσθαι καὶ μεταπίπτειν. ὁπότε γὰρ μηδὲ τὰ βραχύτατα ἀποκλείεται τό γε παντελὲς, ἀλλʼ ἐκροὴν ἴσχει, πῶς τόν γε Νεῖλον, ὃς ἅπασαν Αἴγυπτον οἷός τʼ ἐστὶν ἐπικλύζειν, ἡττώμενον τῶν ἀνέμων εἰκός ἐστι τοῦτο ποιεῖν; ὁρῶμεν δʼ ὅτι οὐδʼ αἱ τῆς θαλάττης ἠιόνες οὐδʼ ὅσα τενάγη καὶ λίμναι, μὴ ὅτι1 τοσοῦτον ἐπέχεται ὑπʼ ἀνέμων τῶν γε δὴ πολλῶν καὶ συνήθων, ἀλλʼ οὐ πόσον φῶ τῆς αὐτῶν ἐκβαίνει χώρας· ἀλλὰ κύματα μὲν προσκλύσαντα ἐπαναχωρεῖ, τενάγη δὲ ἀτρεμῆ μένει· καίτοι τά γʼ ἐν τῷ ἰσοπέδῳ ῥᾴω κλιθῆναί ἐστιν ἢ τὰ πρὸς τὸ κάταντες ῥέοντα μεταστραφῆναι. οὐ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἰσχυρότατοι τούτοις τοῖς τόποις οἱ ἐτησίαι προσβάλλουσιν· ἀλλʼ εἴτε ζεφύρους εἴτε βορέας εἴθʼ οὕστινας αὐτοὺς εἶναι δοῦναι δεῖ, τοῖς ἐγγυτέρω δή που καὶ πρὸς αὐτῶν σφοδρότεροι καὶ βιαιότεροι προσπίπτουσιν· ὧν οὐδενὸς ταὐτὸ πάσχοντος πῶς εἰκός ἐστι μόνον τὸν Νεῖλον, ὃς πρὸς τῷ πλεῖστον τῆς ἐκδρομῆς τῶν ἐτησίων ἀπέχειν, τοσοῦτον καὶ τῷ ῥεύματι; ἔτι τοίνυν καὶ ὅλως ἀναιδές ἐστιν. οὐ γὰρ ὅτι ἀξιοῦσι τοὺς ἐτησίας αἰτίαν παρέχειν, διὰ τοῦθʼ ὁ Νεῖλος οὐκ ἐξίησιν εἰς θάλατταν, ἀλλʼ ἐπʼ αὐτὰ τὰ στόματα ἐλθόντι2 πανταχοῦ φανεῖται ῥέων λαμπρὸς ἐν λαμπροῖς ἐτησίαις. οὐ λεκτέος ἦν ἔτι οὗτος ὁ λόγος τοῖς τι καὶ μικρὸν εἰδόσι περὶ Νείλου. ὥστε τῶν ἀτόπων3 τὰ ἐν ποσὶν οὐκ ἰδόντας περὶ τῶν ἔξω διαφέρεσθαι καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπάγειν, ἀλλὰ μὴ τούτοις ἐκεῖνα πιστοῦσθαι, ἐάν περ ἐγχωρῇ. τὰ τοίνυν στόματα ἅπαντα, ἐάν τε φῶσιν ἐάν τε μὴ φῶσιν οἱ σοφισταὶ, ἐξίησι—καὶ τοῦτʼ ὀφθαλμοῖς, οὐχὶ λόγῳ κρίνεται—καὶ οὐκ ἐπὶ βραχύ γε οὑτωσὶ οὐδʼ ἐφʼ ὅσον τὰ τῶν ἄλλων καὶ πολλῶν ποταμῶν, ἀλλʼ εἰς ὅσον εἰκὸς τοῦ μεγίστου τῶν ποταμῶν ἐξικνεῖσθαι, καὶ ἐπὶ πολύ γʼ αὖ πλέον τοῦ θέρους ἢ τοῦ χειμῶνος. ἔγωγʼ οὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς. ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι "Νείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς τακείσης χιόνος ἀρδεύει γύας." πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρ

如果没有其他河流遭遇同样的情况,这一说法便是虚妄的;但若所有河流皆是如此,又何必说唯独尼罗河如此呢?因为要么根本无须探寻原因,要么这绝非原因所在。 再者,这同样显而易见:尼罗河既非处于最卑微的江河之列,亦非在所有江河中如此任人摆布,以至于唯独它的河口会被风力阻退并发生逆流。既然连最浅的水流也绝不会被彻底截断,而是保持着奔流流出,那么足以泛滥整个埃及的尼罗河,因屈服于风力而发生这种现象,又怎会是合情合理的呢?我们看到,无论是海滨,还是如此众多的浅滩和湖沼——非但没有被那些经常吹拂的普通风阻遏到这种地步——我敢说它们甚至丝毫没有逾越自身的疆界;相反,冲击而来的波浪又退了回去,浅滩则保持平静。然而,平地上的流水被扭转,本该比顺着陡坡奔流的水流发生逆转更为容易。再者,人们也不能说,季风吹袭这些地区最为猛烈;因为无论应当承认它们是西风、北风抑或其他风,它们吹袭更近且正迎着它们的地方,无疑要更为剧烈和凶猛。当那些地方无一遭遇相同现象时,唯独尼罗河——它除了距离季风的始发地最为遥远之外,其水流又是如此磅礴——何以合乎情理地唯独它遭遇此事?此外,这种说法更是彻底的无耻。因为并非由于他们硬要把季风当作原因,尼罗河就会因此而不流入大海;相反,亲临那些河口的人便会看到,它处处都在清朗的季风中畅快地奔流。对于对尼罗河稍有所知的人而言,这一论调本不该再被提及。因此,看不见眼前之物却对身外之事争论不休,将显然之事屈从于未知之事,而不在可行之处用前者去证实后者,乃是荒谬之举。因此,无论智者们承认与否,所有的河口都在向外倾泻——而这是用眼睛而非用辩词来裁决的——而且绝非像这样只流出短短的一段距离,也非仅达到其他众多河流所达到的程度,而是达到了这最大河流理应触及的远度,并且夏季所及之处比冬季更为辽远得多。我本人就曾听——正如德谟斯提尼那句话——“绝非能够说谎之人”,即我们的同伴、在实务和辞令上皆经验丰富的狄翁说过,他说他在夏季乘船前往埃及时,陆地尚未显现,甚至远到无法估量其距离,而水手们不知是因情势紧迫,还是出于想向乘客展示从极深处汲出的清澈饮用水,便汲取了水;尼罗河在陆地之外、海水之上奔流得如此深远。然而,如果它的河口被季风阻停,那么在季风最盛时航抵的人们,又怎可能在海中央汲取到尼罗河的水呢?再者,那些湖泊在土地得到充分浸润之后,便被埃及人再次放流回大海。如果季风真的予以阻挡,它们又怎能流出呢?因为这是绝不可能的:在河口以及河流本性所流经且水势最为迅猛之处,迎面而来的风能将它阻挡,而在它注入湖泊并趋于平静之处,当需要流出时,风力却丝毫无法予以阻碍。 然而,对于这一论调,就如同在诉讼程序中的抗辩一样,……使之溃败而显其无力的,正是所有人都能目睹这条河流在奔流,且正如我所说,由于水量的充沛,夏季的奔流远比冬季更为强劲。因为如果有人非要故意说出与事实截然相反的话,他也找不出比这更好的说法了。然而,我们必须检视另一个人及其论说,他说: “此乃尼罗河美丽的处女之流, 它替代神圣的甘霖,以融化的白雪, 滋润着埃及的原野与田亩。” 那么,至为聪慧的欧里庇得斯啊,尼罗河怎会以融化的白雪滋润埃及的田亩?究竟是在何处融化的白雪?是在斯基泰融化的吗?而这与尼罗河又有何干系?难道是在埃塞俄比亚,或者更遥远的地方融化的吗?但这比前一种说法还要可笑。因为尼罗河无疑发源自有人居住的世界中最炎热的地方,且随着流淌而不断进入较不炎热的地域……至少在我们所知之中可以说是依然最为炎热的埃及,正是在这片土地上它才为我们所熟知。那么,在具有如此特性的土地上怎可能降雪,更不用说降下足以涨起尼罗河的大雪?因为在

语法注3 条
  1. 333μὴ ὅτι

    习惯性省略结构“μὴ ὅτι… ἀλλʼ οὐ…”(“非但没有……反而连……也没有”),源自诸如 μὴ εἴπω ὅτι(“姑且不说……”)之类的省略。在此与后文的 ἀλλʼ οὐ 相呼应,表示非但没有受到普通风如此大程度的阻遏,反而连自身的疆界都未曾逾越分毫。

  2. 333ἐλθόντι

    表示观察者或判断者的“关涉与格”(关系与格),在句中起状语性质的作用,意为“对于亲临那些河口的人而言(若是有人去到河口)”,修饰主句动词 φανεῖται。

  3. 333τῶν ἀτόπων

    表语性部分属格,省略了系词 ἐστί,构成“……乃是荒谬之举之一”的句式骨架。该小句的实质主语是后续的不定式短语 διαφέρεσθαι 和 ὑπάγειν,其逻辑主语则由宾格分词 ἰδόντας 充当。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:333-334