← 阿里斯·台德斯

埃及演说

§331-332

尼罗河泛滥起因探析与驳季风阻水说

作者回顾了自己丢失埃及考察记录的经过,并提出将驳斥有关尼罗河反季节泛滥的诸种错误假说,首先基于地理与季节观测驳斥了季风阻退河水导致泛滥的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§331

ἃ πρώην ἤρου με περὶ τοῦ Νείλου, ἐπειδή σοι διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην καὶ ἅμα οἱ ἐπεισελθόντες ἀφείλοντο, ἐβουλήθην ἀναλαβὼν διελθεῖν σοι καὶ ὥσπερ ἄλλο τι χρέος ἀποδοῦναι πάντα τὸν λόγον· εἰρήσεται δὲ καὶ ταῦτα ὡς δυνατὸν ἐν βραχυτάτοις. ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν, καὶ παρεὶς οὐδὲν ἀνεξέταστον, οὐ πυραμίδας, οὐ λαβύρινθον, οὐχ ἱερὸν, οὐχὶ διώρυχας, ἀλλʼ ὧν μὲν ἐν ταῖς βίβλοις τὰ μέτρα ὑπῆρχεν ἐκεῖθεν πορισάμενος, ὧν δὲ μὴ ἐξ ἑτοίμου λαβεῖν ἦν ἐκμετρήσας αὐτὸς μετὰ τῶν παρʼ ἑκάστοις ἱερέων καὶ προφητῶν, εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι, τῶν ὑπομνημάτων διαφθαρέντων ἃ τοῖς παισὶ προσέταξα ποιεῖσθαι, τοῦτό γʼ ἂν ἔχοιμι1 τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα ἀπολῦσαι, τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι2 τοῖς ἄλλοις ποταμοῖς περὶ τὰς ὥρας τοῦ ἔτους. μέμνησαι μὲν οὖν ὅτι καὶ τότʼ εὐθὺς ἀπεκρινάμην ὅτι κινδυνεύει περὶ Νείλου σαφὲς οὐδεὶς οὐδὲν ἔχειν λέγειν, ἀλλὰ ληροῦσιν εἰκῆ, οἱ μὲν πρὸς τὸ δοκοῦν αὑτοῖς ἰσχυριζόμενοι, οἱ δʼ οὐδʼ αὐτοὶ πάνυ τι πεπεισμένοι, προσποιούμενοι σχήματος ἕνεκα τοῦ πρὸς τοὺς πολλοὺς, ὅπως τι δοκοῖεν περὶ τῶν ἀδήλων ἐπίστασθαι· δίειμι δέ σοι καὶ νῦν οὕτως οὐ τὴν αἰτίαν ὑφʼ ἧς τοῦτο συμβαίνει, ἀλλʼ ὅτι οὐ διὰ ταῦτα ἃ ἕκαστοι λέγουσιν. ἀνάγκη δʼ ἐνίων μνησθῆναι καὶ ὧν Ἡρόδοτος ἀντιλέγων ἐλέγχει, πρῶτον μὲν ὅτι οὐχ οἱ ἐτησίαι τὸ ῥεῦμα ἀνακόπτοντες ποιοῦσι τὴν ἐπίκλυσιν. εἰ γὰρ ἦν παρὰ τοῖς ἐτησίαις τὸ αἴτιον, εὔδηλον δή που τοῦθʼ ὅτι μὴ πνευσάντων γε οὐκ ἂν ἐγίγνετο· ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως.3 ἔτι δʼ εἰ οἱ ἐτησίαι πρὸς μεσημβρίαν πνέοντες ἀνέστελλον τὸν τοῦ Νείλου ῥοῦν, χρῆν δή που καὶ τοὺς πρὸς ἄρκτον πνέοντας ἀνέμους τὸ αὐτὸ τοῦτο ποιεῖν περὶ τοὺς ἐπέκεινα ποταμοὺς, Τάναϊν λέγω καὶ Φᾶσιν καὶ ὅσοι τούτοις ἑξῆς εἰσι. πολλοὶ δὲ πολλάκις ἤδη καὶ νότοι καὶ οἱ παρʼ αὐτοὺς ἀπὸ Λιβύης ἐκπνέοντες παρέτειναν, καὶ θέρους ὥρᾳ καὶ χειμῶνος, καὶ οὐδεὶς τούτων τῶν ποταμῶν τοῦτο ἔπαθεν, οὐκοῦν οὐ τῶν γε ἐπιφανῶν. εἰ γὰρ αὖ φήσουσιν ὅτι ἡ συνέχεια τῶν ἐτησίων ἀπωθεῖ τὸν Νεῖλον, ὅτι μὲν καὶ οὓς εἶπον ἄνεμοι μυριάκις διήρκεσαν οὐκ εἰς ἔλαττον χρόνου παραλείπω, ἀλλʼ ὅ γε Νεῖλος οὐ μεσούντων ἐτησίων οὐδʼ ἡνίκʼ ἂν ὦσι πρὸς τῷ λήγειν, τότε πληροῦται, ἵνα τῷ χρόνῳ δῶμεν τὴν ὑπερβολὴν, ἀλλὰ καὶ ἀρχομένων καὶ πρὶν ἄρξασθαι πολλάκις. ὥστʼ οὐκ ἂν τὸ συνεχὲς τῶν πνευμάτων αἴτιον εἴη, ἃ πρὶν εἶναι κεκίνηται. ἀλλὰ μὴν οὐδʼ οἱ ἐτησίαι κατὰ στόμα παντάπασιν ἐκφυσῶσι τοῦ Νείλου, ἀλλʼ εἰς τὴν ὄχθην τὴν ἑῴαν· οἱ γοῦν πλείους αὐτῶν εἰσι δή που ζέφυροι. οὗτοι δʼ ἀπὸ ἑσπέρας πρὸς ἥλιον ἀνίσχοντα ἀποτείνουσιν. οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους,4 τί δή ποτʼ οὐ καὶ πάντες αὐτὸ πάσχουσιν ὅσοι τῷ Νείλῳ τὴν αὐτὴν ῥέουσι; πρὸς δὲ καὶ γέλως ἤδη γίγνεται τὸ τῶν ἐτησίων παντελῶς. εἰ γὰρ παραδεξόμεθα τοῦτον τὸν λόγον, κἀκεῖνο ἤδη χρὴ προσπιστεύειν, ὅτι ἀπηλιῶται μὲν πνέοντες τὸν Ἠριδανὸν ἱστᾶσι καὶ ὅσοι τῷ Ἰονίῳ κατὰ ταὐτὸ ὁμιλοῦσι· ζεφύρων δὲ πνεόντων ὁ Ῥῆνος εἴσω ῥεῖ καὶ οὐ διεξέρχεται πρὸς τὴν ἔξω θάλατταν· τῶν δὲ περὶ βορέαν οἱ πρὸς μεσημβρίαν πληθύουσι, νότων δὲ οἱ πρὸς ἄρκτῳ κατὰ τὰ αὐτά· καὶ οὕτως οὗ τὴν αἰτίαν ζητοῦμεν, τί δή ποτε ἐφʼ ἑνὸς μόνου συμβαίνει, τοῦθʼ ἅπασι προσθήσομεν ἐν κύκλῳ. καὶ πῶς οὐχ ὑπερφυὲς, μᾶλλον δʼ ὅλως ἐπιλῆσμον, ζητεῖν μὲν διὰ τί ὁ Νεῖλος ἐκ πάντων, πάντας δʼ ἀποφαίνειν τὸ αὐτὸ πάσχοντας ἐκ τῶν αὐτῶν; καὶ μὴν εἰ μὲν οὐδεὶς ἄλλος

关于你前些日子向我询问的关于尼罗河的问题,当时我回答得既简短又肤浅,同时由于进来的访客打断了谈话,我便希望重新拿起这个话题,为你详细剖析,如同偿还某种债务一样把所有的论述都付清;而这些内容也将尽可能简短地予以陈述。因为我虽然远行至埃塞俄比亚边境,并对埃及本土进行了总共四次的彻底考察,未曾遗漏任何未加调查之物,无论是金字塔、迷宫、神庙,还是运河,凡是书中存有测量数据的便从书中获取,凡是无法现成取得的数据,便由我自己同各地的祭司和先知们一同实测;然而随后我却未能为你保全这些记录,因为我吩咐仆人们制作的笔记遭到了损毁;但我至少可以解开这一个微小的疑问:尼罗河究竟是如何上涨的,以及它在一年中的各季节里何以与其它江河经历截然相反现象的原因何在。你想必记得,我当时立刻回答说,关于尼罗河恐怕没有任何人能说出确凿之理,他们不过是胡言乱语,有些人固执己见,有些人甚至自己都未完全信服,仅仅为了在众人面前做做样子而假装,好显得自己对未知之事有所知晓。因此我现在为你讲述的,并非导致此现象发生的起因,而是它绝非由于各人所说的那些原因所致。 我们也有必要提及希罗多德在反驳中所批驳的一些观点:首先,绝非季风(厄忒西亚风)阻遏水流而造成了泛滥。因为如果原因在于季风,显而易见,只要季风不吹,泛滥就不会发生;但事实绝非如此。再者,如果向南吹拂的季风能够阻退尼罗河的水流,那么按理说向北吹拂的风也应当对彼方的河流造成同样的效果,我指的是塔奈斯河、法西斯河以及与它们相连的所有河流。然而,屡屡有许多南风以及随之从利比亚吹出的风,在夏季和冬季都持续了很长时间,而这些河流中没有一条曾遭遇过这种情况——至少那些著名的河流是如此。如果他们又声称,是季风的持续不断推阻了尼罗河,我且不提我所说过的那些风也无数次持续了不亚于此的时间,然而尼罗河并非在季风正盛之时,也并非在季风将止之际才充盈泛滥——好让我们把溢流归因于时间的长久——而是在季风初起之时,甚至往往在季风尚未吹起之前就已经涨满了。因此,风的持续性绝不可能是某种在它们存在之前就已发动之事的起因。况且,季风根本不是迎着尼罗河的河口直吹,而是吹向东岸;至少它们中的大多数无疑是西风。而这些风是从西方吹向初升的太阳方向(东方)。所以,尼罗河既不可能因季风而被阻遏;而如果是由于它们,究竟为何所有与尼罗河顺流向同一方向的河流不同样遭遇这种现象?此外,关于季风的说法如今已彻底沦为笑柄。因为如果我们接受这种论调,我们就必须随即相信:东风吹拂时阻停了埃里达努斯河以及所有同样汇入伊奥尼亚海的河流;西风吹拂时莱茵河向内倒流而无法流入外海;而在北风之下南方的河流暴涨,在南风之下北方的河流同样暴涨。这样一来,我们本在探寻原因的现象——究竟为何仅发生在独一无二的一条河流上——却被我们兜着圈子加诸所有河流之上了。在探寻尼罗河何以在万河中独具此性之后,却断言所有河流都在相同原因下遭遇相同情况,这难道不是荒诞至极,或者更确切地说是彻底的健忘吗?再者,如果没有其他任何〔河流〕

语法注4 条
  1. 331ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν... εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι... τοῦτό γʼ ἂν ἔχοιμι

    此句由 ἐπειδή 引导的从属分句包含多个并列的分词短语(προελθών, διερευνησάμενος, παρείς, πορισάμενος, ἐκμετρήσας)以及转折词 εἶτα 所引出的分句,最后连接到主句 τοῦτό γʼ ἂν ἔχοιμι(潜势希求法,“我至少可以解开……”)。副词 εἶτα 在此强调了前半部分艰苦的考察与后半部分笔记尽毁之间的鲜明反差。

  2. 331τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι

    这是对前文 τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα 的同格说明。中性冠词 τό 将后面的间接疑问句 πῶς... 与 τίς... 名词化;而带冠词的不定式短语 τὸ τἀναντία αὐτὸν πεπονθέναι(带宾格的不定式,“它经历截然相反的现象”)则充当 ἡ πρόφασις 的说明语或同格语。

  3. 332ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως

    中性关系代词 ὅ 先行词为前述结论(即不吹风就不泛滥这一假定)。πολλοῦ δεῖ 是表示“绝非/离……甚远”的无人称习惯用法,后接不定式 συμβαίνειν。

  4. 332οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους

    阳性形容词 δυνατός 的主语由上下文承前省略的尼罗河(ὁ Νεῖλος)充当,构成“形容词+被动不定式”的有人称句式(即“尼罗河不可能被阻遏”)。随后的 εἴ τε(或作 εἰ δέ)引出一个让步性的假设对比(“既非因季风;即使是因季风……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:331-332