- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:311-312
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者考证了‘智者’与‘哲学’自古以来的多重涵义及柏拉图的用法,论证了那些伪哲学家无论依哪种定义都绝不配冠以哲学之名,并主张将他们如弃物般逐出城邦。
ἀντὶ λέοντος ὑπέστη κερδαλῆ. ἀρχὴν δὲ οὐδʼ εἰδέναι1 μοι δοκοῦσιν οὐδʼ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι καὶ ὅτι ἠδύνατο οὐδʼ ὅλως τῶν περὶ ταῦτʼ οὐδέν. οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δʼ Ἰσοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δʼ ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. ἀλλʼ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. ἔτι δʼ εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γʼ ἂν εἴποι τις; ἀλλʼ οἶμαι καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτʼ ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτʼ ἔχοντʼ ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστʼ ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτʼ εἰπὼν, τό θʼ αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατʼ ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. οὕτως οὔτε τοὺς ἄλλους ἀφαιρεῖται τοὔνομα, ἀλλὰ δίδωσι κἀκείνοις φιλοσοφεῖν, οἷς τʼ ἰδίᾳ ταύτην ἀπέδωκε τὴν ἐπωνυμίαν οὐχ ἅπαντές εἰσιν οἱ φάσκοντες οὗτοι φιλοσοφεῖν, ἀλλʼ οἱ νῦν τῶν Πυθαγόρου καὶ Πλάτωνος σχεδὸν ὄντες λόγων· ἐπεὶ τούς γε ἄλλους φιλοσωμάτους, ἀλλʼ οὐ φιλοσόφους καλοίη τις ἂν ἐν τῇ Πλάτωνος φωνῇ. ἐπεὶ καὶ τὸν σοφιστὴν δοκεῖ μέν πως κακίζειν ἀεὶ, καὶ ὅ γε δὴ μάλιστα ἐπαναστὰς τῷ ὀνόματι Πλάτων εἶναί μοι δοκεῖ. αἴτιον δὲ τούτου καὶ τῶν πολλῶν αὐτὸν καὶ τῶν κατʼ αὐτὸν ὑπερφρονῆσαι. φαίνεται δὲ καὶ ταύτῃ εἰς ἅπασαν εὐφημίαν τῇ προσηγορίᾳ κεχρημένος. ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν καὶ παρʼ ᾧ πᾶν εἶναι τἀληθὲς, τοῦτον δή που τέλεον σοφιστὴν κέκληκεν. ἀλλʼ ἐῶ τὸν σοφιστήν· ἀλλʼ οὗ χάριν ἐξέβην ἐπὶ ταῦτα, κατʼ οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτʼ ἂν ἡ φιλοσοφία φωνὴν,2 οὔτε, ὥσπερ ἔφην, κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων· οὐ γὰρ ἀφώριστο τοῦτʼ εἶναι τὸ φιλοσοφεῖν, ἀλλὰ παιδεία τις ἦν, ἧς τούτοις οὐδʼ ὁτιοῦν μέτεστιν, ἀπʼ αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις,3 οὔτʼ αὖ κατὰ τὴν Πλάτωνος, ἣν ἰδίᾳ τισὶν ἀξιοῖ σώζεσθαι. οὐ γὰρ ἅπασι μετέδωκε τῆς προσηγορίας τοῖς ἐπὶ τοῦ προσχήματος, ἀλλʼ οἷς εἶπον μόνοις. ἀλλʼ ὅμως πρὶν καὶ περὶ αὐτῆς τῆς ἐπωνυμίας ἔχειν εἰπεῖν τι, σεμνύνονται καὶ φασὶ φιλοσοφεῖν καὶ μόνοι τά τε ὄντα καὶ τὰ ἐσόμενα γιγνώσκειν, καὶ πάσας ὑφʼ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας· οὓς οὐδὲν δεῖ κατʼ ὄνομα ἐξετάζειν, ἀλλὰ φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς.4 τί γὰρ οὗτοι χρήσιμοι τῷ τῶν ἀνθρώπων γένει, οἷς οὐδὲ φαρμακοῖς, τὸ τοῦ κωμῳδιοποιοῦ, χρήσαιτʼ ἄν τις ῥᾳδίως; ἀλλʼ ὅμως ἡμεῖς τούτου γʼ αὐτοῖς μεταδῶμεν καὶ μὴ φθονῶμεν, πρὸς ἓν τοῦτο ἔστων χρήσιμοι ταῖς πόλεσι, θρέψαντας ἐκρῖψαι. ὡς οὐκ εἶναί γέ τις ἂν φαίη πραγμάτων καὶ κακῶν αὐτοῖς ἀπαλλαγὴν καλλίω καὶ καθαρωτέραν ἢ εἰ τῶν θηρίων τούτων ἀπολυθεῖεν. εἰ δὲ μὴ τῇ κακίᾳ τῆς φύσεως αὐτῶν καὶ τοῖς
代替狮子出现的,却是一只狡黠的狐狸。依我看,他们根本连‘哲学’这一名称本身对希腊人而言意味着什么、有何涵义,以及关于这些事的一切都一无所知。难道希罗多德没有称梭伦为智者(索菲斯特),又称毕达哥拉斯为智者吗?难道安德罗提翁没有将七贤称为智者——指的正是贤人们——并且又将名贯古今的苏格拉底称为智者吗?伊索克拉底难道没有再次将从事争辩者和正如他们自称的辩证法家称为智者,而称他自己和演说家们以及致力于城邦经世之术的人为哲学家吗?同样,与他过从甚密的某些人也是这样称呼的。难道吕西亚斯没有称柏拉图为智者,又称埃斯基涅斯为智者吗?有人或许会说:‘他那是出于指控和非难。’然而其余的人并没有指控那些其他人,却同样用这个名称称呼他们。再者,即便在指控柏拉图时可以称他为智者,人们又能称这些家伙为什么呢?不过我认为,‘智者’本是一个相当通用的名称,而‘哲学’也可以意味着这般涵义:是对美的一种热爱和对言论的钻研,并非如今这种派头,而是泛指通识教养。德摩斯梯尼和无数其他人都能作证。不仅在散文中是如此,在诗歌中亦然。当然,人们过去甚至通过嘲讽那些行使恶劣伎俩的人,说他们也在‘搞哲学’,正如他们把‘智者’引向更低劣的贬义一样。 正是柏拉图本人,他最执着地抓住这个称呼,并将他和苏格拉底的事业与著述称为‘哲学’,然而他仍然使用了这两种用法:因为人们很容易发现,他把爱美者和好学者称为‘哲学家’,这相当接近大众的通用叫法;而他又在某处作出区分,特意将那些钻研理念、轻视肉体的人称为‘哲学家’。因此,他既没有剥夺其他人的这一名称,而是准许他们也‘追求智慧(搞哲学)’;但他特意赋予这一头衔的对象,也绝非如今这些自称搞哲学的全体之流,而几乎是如今属于毕达哥拉斯和柏拉图学说的人;因为其他人,按照柏拉图的用语,人们应当称之为‘爱肉体者’而非哲学家。诚然,他表面上似乎总是在贬低‘智者’,而对这个名称抗争最烈的人在我看来也正是柏拉图(其原因在于他既鄙视大众,又蔑视同代之人);但他显然也曾在极高的赞誉中用过这个称谓。至少,他认为最智慧的、一切真理皆在其那里的神,他确实称之为‘完美的智者’。 不过我不谈智者了。至于我为何偏离本题谈及这些:在两种用法的任何一种涵义下,‘哲学’这一称谓都绝不可能落到这些人头上——既不可能如我所说按照希腊人的通用意义(因为搞哲学并没有被狭隘界定为此,而是一种全方位的教养,而这些人从最基本的言语本身开始便对此毫无半分份额);也不可能按照柏拉图的意义,因为他认为这应当专门保留给特定的人。他并没有把这个称呼赋予所有披着伪装外表的人,而只赋予了我提到的那些人。然而,他们甚至在对这个称号本身能够说出个所以然之前,便傲慢自大,声称自己在搞哲学,并且唯独他们知道当下存在与将要发生之事,一切技艺皆归于他们麾下并为他们服务。对这些人根本无须指名道姓地逐一审察,而应当像处置科尔库拉人的尸体那样,用大车成捆成席地运出去。这些人对人类究竟有何用处?借用喜剧诗人的话来说,甚至连作为替罪羊都很难派上用场。然而,我们至少把这一项用途分给他们,不要吝啬:让他们为各城邦效力于这唯一的目的——在喂饱他们之后,将他们驱逐抛弃。因为任何人都会说,对他们而言,摆脱麻烦与灾祸,绝没有比摆脱这些野兽更美好、更洁净的解脱了。但若不是由于他们本性的邪恶和……
- 311ἀρχὴν δὲ οὐδʼ εἰδέναι
副词性宾格 ἀρχήν 与否定词(οὐδέ)连用,为固定习语,意为‘根本’、‘起初就(不)’,修饰主要动词 δοκοῦσιν 所支配的不定式 εἰδέναι。
- 312κατʼ οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτʼ ἂν ἡ φιλοσοφία φωνὴν
介词短语 κατʼ οὐδετέραν ... φωνήν 构成包孕倒装结构(hyperbaton),夹入了属格 τῶν προσηγοριῶν(‘那些称谓的’)。此处的 φωνή 取‘语用’、‘词义’之义,整句意为‘无论依照这些称谓的哪一种含义’。
- 312ἀπʼ αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις
与格分词短语 ἀρξαμένοις 与关系从句中的与格 τούτοις(‘对他们而言’)相呼应,表示观点或起点的习惯表达:‘从言语本身的最基础开始算起’。
- 312φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς
副词 φορμηδόν(‘成捆地’、‘如草席般杂乱堆积地’)修饰动词 ἐκφέρειν(‘运出’,常用于殡葬)。此语借用了修昔底德记载科尔库拉内乱时将尸体杂乱无章地堆在大车上运走的典故。
