- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:309-310
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者严厉抨击了兼具狂妄与卑屈的假哲学家们的贪婪、不敬、无能与诽谤恶习,并借由多个人物典故揭露了他们妄图僭用‘哲学’的美名来掩饰其内在恶德的虚伪行径。
τὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλʼ εἰ μὴ μικρὰ λήψονται1 [ἤδη]. οὐ γὰρ τῷ μεγάλα δωρεῖσθαι δεικνύουσιν αὐτὴν, ἀλλὰ τῷ μεγάλα ἀξιοῦν λαμβάνειν. ἤδη δέ τινες καὶ τοῦθʼ, ὡς ἀκούω, δόγμα πεποίηνται, προσίεσθαι μὲν τὸ διδόμενον, λαμβάνοντες δὲ λοιδορεῖν. μόνους δὲ τούτους οὔτʼ ἐν κόλαξιν οὔτʼ ἐν ἐλευθέροις ἄξιον θεῖναι. ἐξαπατῶσι μὲν γὰρ ὡς κόλακες, προπηλακίζουσι δʼ ὡς κρείττονες, δύο τοῖς ἐσχάτοις καὶ τοῖς ἐναντιωτάτοις ἔνοχοι κακοῖς ὄντες, ταπεινότητι καὶ αὐθαδείᾳ, τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι παραπλήσιοι τοὺς τρόπους. καὶ γὰρ ἐκείνοις τοῦτʼ ἐστὶ σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι, καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων, τὰ μὲν ἄλλʼ ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δὲ κακῶς τινας εἰπεῖν δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ, μὴ γὰρ ὦ Ζεῦ, ταῖς δʼ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις· συγκαταπρᾶξαι μέν τι τῶν δεόντων ἁπάντων ἀχρηστότατοι, διορύξαι δʼ οἰκίαν καὶ ταράξαι καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους καὶ φῆσαι πάντʼ αὐτοὺς διοικήσειν πάντων δεινότατοι· οἳ λόγον μὲν ἔγκαρπον οὐδένα πώποτʼ οὔτʼ εἶπον οὔθʼ εὗρον οὔτʼ ἐποίησαν, οὐ πανηγύρεις ἐκόσμησαν, οὐ θεοὺς ἐτίμησαν, οὐ πόλεσι συνεβούλευσαν, οὐ λυπουμένους παρεμυθήσαντο, οὐ στασιάζοντας διήλλαξαν, οὐ προὔτρεψαν νέους, οὐκ ἄλλους οὐδένας, οὐ κόσμου τοῖς λόγοις προὐνοήσαντο· καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφης ὦ Σοφόκλεις, τὸν ἀνθέρικον θερίζοντες, τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες, οὐκ οἶδʼ ὅντινʼ ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπʼ ὀδόντα πολλάκις καταρωμένους,2 καὶ μάλιστα δὴ τοὺς μαστιγίας αὐτῶν. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γʼ ἔκυψε προσιόντος κάτω. εἰκότως δέ μοι δοκοῦσι κακῶς ἅπαντας λέγειν, πολὺ γὰρ τοῦ πράγματος αὐτοῖς περίεστιν, οἵ γε κἂν μηδενὸς ἀνθρώπων μέμνωνται, λέγουσιν ἃ λέγουσι κακῶς· ὥστʼ ἀφʼ ὧν ἔχουσι χαρίζονται. καὶ τολμῶσιν ἤδη τῶν ἀρίστων ἐν τοῖς Ἕλλησι μνημονεύειν, ὥσπερ ἐξὸν αὐτοῖς· ὧν εἴ τις ἐξέλοι τὴν ψευδολογίαν καὶ τὴν κακοήθειαν, ὡσπερεὶ τὰ ἰσχύρʼ ἀφῄρηκε τοῦ βίου. εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμενʼ,3 ἀλλʼ οὐ τοῖς πράγμασιν, ὥσπερ ἂν εἰ ὁ Φρυνώνδας ἐκεῖνος Αἰακὸν αὑτὸν μετέθετο, ὡς δὴ δίδυμος εὐθὺς εἶναι δόξων καὶ κρείττων ἁπάσης αἰτίας. ἐπιτρεπτικὸν τοῦτο κακουργημάτων, ὥσπερ ἂν εἰ καὶ ὁ κλέπτης ἡγεῖτο κλέψας τὰ βλεπόμενα Ῥαδάμανθυς εἶναι, ἢ ὁ Θερσίτης προσεῖπεν ἑαυτὸν Ὑάκινθον ἢ Νάρκισσον, ἢ ὁ Λυκάων Ἕκτορα, ἢ ὁ Κόροιβος Παλαμήδην, ἢ ὁ Μαργίτης Νέστορα, ἢ Βάττος Στέντορα, ὁ περὶ τῆς φωνῆς εἰς Δελφοὺς ἀφικόμενος. εἶδον δʼ ἔγωγε καὶ ἐν ψαλμῳδίᾳ θεράποντας ἀλιτηρίους τοῖς τῶν θεῶν ὀνόμασι κοσμοῦντας ἑαυτοὺς, ὧν ἀπώναντο τὸ σῶμα ξαινόμενοι, καὶ ἀξίως γʼ ἐγίγνοντο μᾶλλον θεοῖς ἐχθροί. οὐκ ἤρκεσε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα, ἀλλʼ ὅτʼ εὖ καὶ καλῶς εὐτυχῆ προσεῖπεν ἑαυτὸν, ἔτι κρεῖττον ἐδυστύχει. καὶ οὗτοι τὴν τῆς φιλοσοφίας εὐφημίαν προκαλυψάμενοι διὰ ταύτης κλέψειν οἴονται τἄνδοθεν. ἔπειτά γε ἀλώπηξ
以最离奇的方式来定义度量宏大:不是看他们是否付出巨大的施予,而是看他们所接受的是否绝非微薄。因为他们不是通过慷慨给予巨大之物来证明这一点,而是通过自命配得上收受巨大之物来体现。甚至他们中有些人,据我所闻,如今已立下这样一条教条:接受他人所给予的,但收下之后却反加辱骂。唯独这些人既不配归入谄媚者之列,也不配归入自由人之列。因为他们像谄媚者那样行骗,却像身居高位者那样凌辱他人,兼具卑屈与狂妄这两种最极端且最对立的恶行,其行径与巴勒斯坦那些不虔敬之徒如出一辙。因为对那些人而言,不敬重更高贵的上位者便是不敬虔的标记;而这些人也在某种程度上背弃了希腊人,或者说背弃了所有更尊贵的存在;在其他事情上,他们比自己的影子还要沉默,但一到需要恶语中伤和毁谤他人之时,你绝不能把他们比作多多纳的青铜锅——宙斯啊,万不可如此!——而应当比作在黑暗中嗡嗡作响的蚊蚋;在协力成全一切应为之事上他们最百无一用,但在挖塌房舍、掀起动乱、挑唆家人彼此内讧并扬言一切都将由他们料理方面,他们却最令人畏惧。他们从未说过、发现过或写出过任何有成果的话语,从未光耀过节庆,从未敬奉过神明,从未向城邦献计献策,从未抚慰过悲痛者,从未劝和过党争之人,从未激励过青年或任何其他人,也从未以言辞关切过秩序;他们钻进洞穴里,在里面耍弄惊人的诡辩,对着某个影子拽扯话语,正如你所说,索福克勒斯啊,收割日光兰的花茎,用沙子搓草绳,拆解着天晓得什么样的织物;因为他们在智慧上取得多少长进,若恶语中伤修辞术,便因狂妄自大而同等扣除多少,仿佛奴隶们,尤其是他们当中的受鞭笞者,不也经常咬着牙暗中诅咒主人似的。舞台上的某个萨堤罗斯也曾诅咒赫拉克勒斯,但当对方走近时,他立刻低头躬身。依我看,他们恶语中伤所有人倒是合情合理,因为他们身上这种东西多得很;哪怕他们不提及任何人,所说出口的也全都是恶语;因此他们是在拿自己所拥有的施予他人。如今他们竟敢对希腊人中最杰出的人物评头论足,仿佛自己有权如此;若有人从他们身上除去了虚妄与恶意,便宛如夺去了他们赖以维生的坚固壁垒。继而,他们将‘哲学’这最美好的名称据为己有,仿佛他们预先抢占了观剧坐席,其余的人就应当立即退让,或者仿佛此类事物是由名称的更换而非由实情来判定的——宛如那个著名的弗律农达斯将自己改名为埃阿科斯,便自以为立刻会被视作〔埃阿科斯的〕孪生兄弟、超越一切指责。这是对恶行的放纵,宛如窃贼偷取了眼见之物,却自以为是拉达曼提斯;或者瑟西忒斯称自己为雅辛托斯或纳耳喀索斯,吕卡翁自称赫克托耳,科罗埃博斯自称帕拉墨得斯,马耳吉忒斯自称涅斯托耳,或者为了嗓音前往德尔斐的巴图斯自称斯滕托耳。我本人在竖琴弹唱中也曾见过邪恶的奴仆以诸神的名号装点自己,他们由此得到的不过是肉体横遭鞭笞,并理所当然地变得更加为神所憎恶。波斯库普泰克莫斯单单改换姓名尚不足够,当他完完全全自称为‘幸运者’时,反而遭遇了更大的不幸。而这些人借哲学的令名来掩饰自己,以为凭此便可掩藏内里之物。接着,狐狸……
- 309τὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλʼ εἰ μὴ μικρὰ λήψονται
不定式 ὁρίζεσθαι 作上一段落结尾处的动词 δοκοῦσι 的补充不定式。由 εἰ 引导的从句具有间接疑问或条件性名词从句的功能,充当‘定义’的标准(‘不是根据他们是否付出……而是根据他们所接受的是否……’),构成对度量宏大这一概念的讽刺性颠倒。
- 310ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπʼ ὀδόντα πολλάκις καταρωμένους
这是 ὥσπερ 之后的省略构文。ὥσπερ 后接否定词 οὐ 与宾格分词结构(τοὺς δούλους... καταρωμένους),反讽其狂妄自大:‘仿佛奴隶们不也经常咬着牙暗中诅咒主人似的’。
- 310ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμενʼ
δέον 是源自无人称动词 δεῖ 的绝对宾格(accusative absolute),意为‘理应(他人立即让位)’。与之并列的 κρινόμενʼ(= κρινόμενα)同样作为中性复数宾格分词,受 ὥσπερ 引领,表达一种荒谬的前提或虚假的借口(‘仿佛此类事物是由……来判定’)。
