- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:313-315
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者援引柏拉图与赛会选拔的事例,申明自己对伪哲学家的严厉抨击实出于对哲学本身的维护与纯洁化;在重申对真正的哲学与修辞学之敬意的同时,他完成了对四位伟大政治家的辩护,并以呼吁彼此尊重、结束内讧作结。
πονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντʼ ἂν ἀοίκηθʼ ὑπʼ αὐτῶν ἦν,1 ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἶβις τούτων κρατήσειε. καὶ ταῦτα μηδεὶς οἰέσθω βλασφημίαν εἰς φιλοσοφίαν ἔχειν μηδʼ ἀηδίᾳ μηδεμιᾷ λέγεσθαι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ φιλοσοφίας εἶναι καὶ πρὸς τοὺς ὑβρίζοντας ταύτην εἰρῆσθαι. καὶ συνηγορῶν τῇ φιλοσοφίᾳ νῦν αὐτῶν ἀναστὰς κατηγορῶ, εἴπερ τι δεῖ χρηστὸν αὐτοῖς εἶναι δοκεῖν. ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος.2 τοῦτον οὐκ ἀτιμάζων δή που φιλοσοφίαν ἐποίησε Πλάτων, ἀλλά τινας ὑπὲρ αὐτῆς κάλλιστʼ ἀνθρώπων εἰκάζων ἐνισταμένους, καὶ ῥᾳδίως αὐτοὺς ἀξιοῦντας τῶν μειζόνων ἢ κατʼ αὐτούς. ἐπεὶ καὶ τοῦτο ἔμοιγε θαυμαστὸν καὶ θεῖον φαίνεται τῆς ἐκείνου φιλοσοφίας, τὸ μὴ πᾶσιν εἰκῆ συγχωρεῖν ἐπικεκινδυνευκὸς, ἀλλʼ ἔκκρισιν εἶναι τῶν ἀνδρῶν καὶ τὰς φύσεις ἐξετάζεσθαι. οὐδὲ γὰρ τοὺς Ἠλείους αὐτοὺς ἔγωγε νομίζω καταλύειν τὸ τῶν Ὀλυμπίων οὐδὲ ἀτιμάζειν, ὅτι οὐ πάντας ῥᾳδίως προσίενται τοὺς τοιούτους ἀγωνιστὰς, ἀλλὰ πρόκρισιν ** ἐστὶν οὐ ταυτὸν, ἀλλά μοι καὶ μειζόνως αὔξειν δοκοῦσι καὶ κοσμεῖν τὸν θεσμὸν τῷ τοσοῦτον ἅπασι παριστάναι τὸν φόβον καὶ τῷ τὰ πάντα ἀξιοῦν εἶναι τὰ παρὰ σφίσι κηρυκεύεσθαι τὰ μὲν ἀποδύντα τὴν ἀρχὴν ὀφθῆναι. οὕτω τοίνυν καὶ ἡμεῖς οὐ φιλοσοφίαν ἀτιμάζομεν, ἀλλʼ ὑπὲρ φιλοσοφίας ἀμυνόμεθα, ὡς εἰκὸς ἦν. οἶμαι γὰρ ἔγωγε καὶ Πλάτωνα καὶ Πυθαγόραν αὐτοὺς ἀναστάντας καὶ λαβόντας σοφιστὴν πόρρω που οὕτω δὲ ἂν κελεύειν τούτους καθέζεσθαι καὶ νομίζεσθαι κάλλιστʼ ἂν οὕτως αὐτοῖς ὑπὲρ φιλοσοφίας εἶναι δεδογμένον ὂν καὶ τοὺς κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίναιεν, ὥσπερ οἱ τοὺς τῷ ὄντι κωμάζοντας ἐπʼ αὐτὴν ἀποκρίνοντες, καὶ ἡμεῖς οὐχ ἅπαντας δή που λέγομεν κακῶς, οὐδʼ εἰρήκαμεν, ἀλλʼ οἷς τοῦτο προσήκει τῶν σκηπτούχων καὶ οἵτινες ἂν γνωρίζωσι τὰ λεγόμενα, οὔθʼ ὅστις αὐτῶν πρῶτος αἰτιάσεται, πρὸς τοῦτον εἴρηται. ἐπὶ φιλοσοφίᾳ γέ μοι καὶ αἰσχρὸν καὶ μετῆν ὥσπερ ἂν ἄλλῳ τῳ τοιούτῳ. οἶμαι δὲ κἀγὼ συγγενέσθαι τῶν ἐπʼ ἐμαυτοῦ φιλοσοφησάντων τοῖς ἀρίστοις καὶ τελεωτάτοις, καὶ οὐ πολλῶν ἡττᾶσθαι ταύτῃ θνητῶν, καὶ ἐν τροφέων μοίρᾳ γεγόνασί μοι. ὥστε τοῖς οἴκοι πολεμοίην ἂν μᾶλλον ἢ τοῖς φιλοσόφοις. ἀλλὰ μὴ τοῦτο τοιοῦτον ᾖ, ἀλλʼ ἔχει τινὰ καὶ χάριν ἡμῖν ἡ φιλοσοφία· ἐπεὶ καὶ ῥητορικῇ χαίρειν ἂν φαίην εἴπερ τις ἀνθρώπων ** καὶ ἐμοί τι μέτεστιν ἴσως τοῦ πολέμου. ἀλλʼ οὐ διὰ τοῦτο τοὺς ὑβρίζοντας εἰς αὐτὴν ἐπαινεῖν οἴομαι δεῖν, ἀρχὴν δὲ οὐδὲ καλῶ ῥήτορας· ἀλλʼ ὅσῳ μᾶλλον οὐδὲ τὴν ῥητορικὴν θαυμάζω τε καὶ ἀσπάζομαι, τοσούτῳ μᾶλλον τοῖς ἀναξίως αὐτῆς ταύτης καταψευδομένοις ἄχθομαι, καὶ ὑπὲρ αὐτῆς τῆς ῥητορικῆς ἥδιστʼ ἂν ἀμυνοίμην καὶ πειρῴμην εἰς ὅσον οἷός τʼ εἴην δεικνύναι πάντα μᾶλλον ἀκούειν δικαίους ἢ τοῦτο. ἀλλʼ οὐ πρὸς Μιλτιάδην γε καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ Κίμωνα ταύτην ἔχω τὴν γνώμην. πρὸς γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντας δεῖ τούτους χαίρειν ἐᾶσαι,3 εἰ δή τι μέτεστιν αὐτοῖς τούτου, οἶμαι δὲ οὐδὲν ** ταῦτα μικρόν. ἡμεῖς δὲ γνωρίζωμεν ἡμᾶς αὐτοὺς καὶ μὴ φυρώμεθα ὥσπερ ἐν ἡμερομαχίᾳ, μηδὲ τοῦτό γε ἓν, κακὸν Ἑλληνικὸν μιμώμεθα, στασιάζοντες περὶ τῆς ἡγεμονίας, ἀλλʼ ἐπιχωρήσαντες τῷ θεῷ τὴν κρίσιν παρέχωμεν ἡμᾶς αὐτοὺς ἐν τῷ τεταγμένῳ καὶ γιγνώμεθα τοιοῦτοι περὶ τοὺς πρότερον οἵουσπερ ἂν αὖ τοὺς ὕστερον εἶναι περὶ ἡμᾶς βουλοίμεθα. αἰσχρὸν γὰρ, ὥς γʼ ἔφη Δημοσθένης, οὓς οὐδʼ ἂν τῶν ἐχθρῶν καὶ τῶν πολεμίων οὐδεὶς ἂν ἀποστερήσειε τῶν εὐφημιῶν, τούτους ὑφʼ ἡμῶν, ὅτι προσήκομεν αὐτοῖς, μὴ τῆς γιγνομένης αἰδοῦς καὶ φιλανθρωπίας τυγχάνειν. ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσηνπερ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω.
若不是神把懦弱与无能加在他们天性的邪恶与奸诈之上,正如希罗多德论及毒蛇时所说的那样,一切都早已被他们弄得无法居住了。但如今,即便是一只鹮鸟也能制服他们。任何人都不应认为这些话是对哲学的亵渎,或是出于任何恶意而说的;相反,这完全是出于维护哲学,针对那些侮辱哲学的人而发的。我现在挺身而出作为哲学的辩护人来控告他们,如果说他们还算得上有什么值得正视的价值的话。 让我再回想一下那位与女主人同居的秃顶铜匠。柏拉图塑造这一形象绝非为了贬低哲学,而是为了维护她,比世上任何人都更精妙地用以比喻某些挤身上前、并轻率地认为自己配得上远超自身分寸之事物的人。因为在我看来,柏拉图哲学的这一特质也是令人赞叹和神圣的:绝不盲目宽容任何冒险闯入的人,而是对人选进行筛选,对其天性加以审察。因为依我看,厄利斯人绝不是因为不轻率接纳所有这类竞技者而废除或亵渎了奥林匹克竞技;相反,资格预审……并非同一回事,但在我看来,他们正是通过给所有人确立如此巨大的敬畏,通过要求凡在他们面前宣告之事都必须自始至终脱去外衣赤裸受审,从而更伟大地提升并光耀了这一法度。 因此,我们绝没有贬低哲学,而是理所当然地为哲学进行抗辩。因为我自己认为,柏拉图和毕达哥拉斯本人若是站起来,将智者远远驱逐开去,也会同样命令这些人退坐一旁,并认为这就是他们为哲学所作出的最崇高裁决,并且他们定会把那些冲撞哲学、肆意妄为的人隔绝开来,正如人们隔绝真正的狂欢喧嚣之徒一样。我们当然并非在诋毁所有人,也未曾这样说过,而仅仅是针对那些执权杖者中符合此说的人,以及凡能认识到所言之意的人;无论他们当中谁最先提出指责,这都不是针对他个人而发的。就哲学而言,这对我也是可耻的,我也像任何其他同道之人一样分享过它。我认为我自己也曾与我那个时代追求哲学最优秀、最完美的人结交,在这方面我不落后于多少凡人,他们于我而言犹如养育之恩的父母。因此,我宁愿与家中之人开战,也不愿与哲学家为敌。但这绝不应如此,哲学也该对我们心存感激;因为如果说有人对修辞学倾心热爱,我也会这么说……也许我也在这场战斗中分得一份。但我并不认为因此就应当赞扬那些侮辱她的人,我根本连演说家都不称呼他们;相反,我越是钦佩并拥护修辞学,就越对那些不配地诬蔑她的人感到愤慨,我非常乐意为修辞学本身进行抗辩,并尽我所能证明,他们理当承受除此称号之外的任何污名。 然而,对于米太亚德、地米斯托克利、伯里克利和客蒙,我绝无这种看法。因为面对你,柏拉图啊,既然他们已经被引至你面前,就应当听任他们自便,如果他们真的在此事上占有一席之地的话——尽管我认为毫无……这件小事。让我们认清自己,不要像在白昼的战斗中那样混战不休,也不要模仿这一恶劣的希腊恶疾——为了领导权而结党内讧;而是将审判让予神明,让我们各安其位,以我们希望后人对待我们的方式去对待前人。因为正如德摩斯梯尼所说,那些连仇敌与交战对手都未曾剥夺其赞誉的人,若是由于我们身为同胞,反而得不到应有的敬意与仁爱,那确实是可耻的。 因此,我已经给予柏拉图应得的尊荣,也向那些先贤提供了适当的援助,未曾将他们舍弃。如果有人对此持有异议,只要他能像我对待柏拉图那样对我保持同等的敬重,我无论在现今还是在将来,都断定他是朋友,而非敌人。
- 313πονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντʼ ἂν ἀοίκηθʼ ὑπʼ αὐτῶν ἦν
承接前一段落末尾条件从句 εἰ δὲ μὴ ... 的违实条件句(与过去/现在事实相反)。条件从句动词 προσῆψεν(直陈式不定过去时)与主句 ἅπαντʼ ἂν ἀοίκηθʼ ... ἦν(直陈式未完成过去时带 ἄν)相呼应,表示‘若非神赋予其软弱无力,一切早已变得无人能够居住’。
- 313ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος
ἀναμνησθῶ 为第一人称单数劝勉虚拟式(‘让我回想一下’)。其宾语 τοῦ φαλακροῦ χαλκέως ... 依支配属格动词 μιμνῄσκομαι 的用法而采用属格。该句直接指涉柏拉图《理想国》卷六495e中关于发财后娶女主人(哲学)为妻的秃顶小铜匠之著名比喻。
- 314δεῖ τούτους χαίρειν ἐᾶσαι
由无人称动词 δεῖ 支配的带宾格不定式结构,τούτους 为不定式的逻辑主语。χαίρειν ἐάω 是固定成语,意为‘听之任之’、‘不去管它’、‘放手’。τούτους 受前面的分词短语 πρὸς γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντας(‘柏拉图啊,既然已被引至你面前’)所修饰。
