← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§307-308

对借机中伤前贤的伪哲学家之抨击

演说者激烈抨击那些借柏拉图之名妄加诽谤德摩斯梯尼等前贤的伪哲学家,揭露其无知、贪婪、虚伪以及对富人的无耻谄媚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§307

δικαίως μέγιστον ἐφʼ ἑαυτῷ φρονῶν κατηγορῆσαι τινῶν ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστʼ ἄν τις ἀγανακτήσειεν, ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων1 ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται καὶ τολμῶσι καὶ περὶ Δημοσθένους, ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν, ὅ τι ἂν τύχωσι βλασφημεῖν. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν2 τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτʼ ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δʼ οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δʼ ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθʼ ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλʼ αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν· οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δʼ ὀβολοῦ τοσοῦτον ἡττῶνται· ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀπαντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτοὺς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς Σατύρους τοῦ Σοφοκλέους. ἀλλὰ μὴν τήν γʼ ἀπιστίαν καὶ πλεονεξίαν αὐτῶν οὐδὲν δεῖ γνῶναι παρακαταθέμενον, αὐτοὶ γὰρ λαμβάνουσιν ὅ τι ἂν δυνηθῶσιν· οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται,3 τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δʼ ἀπορεῖν ὑπερορᾶν χρημάτων. ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. καὶ τοὺς μὲν ἄλλους οὐδʼ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες τῶν ἐλαῶν ἕνεκα τῆς συλλογῆς, καὶ προσιόντων εὐθὺς ὤσφροντο καὶ παραλαβόντες ἄγουσι, καὶ τὴν ἀρετὴν παραδώσειν ὑπισχνοῦνται. καὶ τοὺς μὲν ἄλλους οὐδὲ προσειπόντας ἀντιπροσείποιεν ἂν εὐμενῶς, τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς καὶ σιτοποιοὺς καὶ τοὺς ἐν ταῖς ἄλλαις τάξεσι πόρρωθεν εὐθὺς ἀσπάζονται, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, ὥσπερ τούτου χάριν ἐξ εὐνῆς ἀναστάντες· κἀν τοῖς προθύροις καλινδοῦνται, πλείω τοῖς θυρωροῖς συνόντες ἢ τοῖς δεσπόταις αὐτῶν, ἀναιδείᾳ τὴν κολακείαν ἐπανορθούμενοι, ἓν τοῦτο σύμβολον κεκτημένοι τοῦ μὴ πρὸς χάριν τοῖς ἀνθρώποις ὁμιλεῖν, ὅτι πάντʼ ἀποκναίουσιν ἀηδίᾳ λιπαροῦντες, ὁρώμενοι πρῶτον ῥᾷον αἰτοῦντες τὰ μὴ προσήκοντα ἢ ἕτεροι τὰ γιγνόμενʼ αὑτοῖς ἀπαιτοῦντες. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δʼ ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. εἰς τοῦθʼ ἥκουσι τῆς σοφίας ὥστʼ ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δʼ ἀξίως λαμβάνειν ἐπίστανται· κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι, ἂν δὲ ἁδρότερον τὸ σακκίον αὐτοῖς φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. καὶ ἡ πρόφασις πάνσοφος· τὰ γὰρ παιδία καὶ ἡ γυνή. ὦ δυστυχέστατε τῆς οἰκίας. εἶτα καπηλεύεις τούτων ἕνεκα; τί οὖν οὐ καὶ τῇ γυναικὶ συγχωρεῖς λαμβάνειν ὅθεν ἂν δύνηται ῥᾷόν γε θρέψεσθαι; καινότατον δέ μοι δοκοῦσι τρόπον

既然柏拉图如此超绝于希腊人之上,且理所当然地自负极高,凭借某种伟大与天生的权能而认为有必要指责某些人,人们最不应为此感到愤慨,而应愤慨于:某些完全微不足道之徒竟以此为借口,如今已将此事当作惯技,甚至竟敢对德摩斯梯尼——我敢说他是作为雄辩之神赫尔墨斯的化身降临人间之人——信口开河地加以诽谤。然而,凡是属于活人之列的人,谁能忍受这些人呢?他们所犯的文法错误比说出的词句还要多;他们蔑视他人,其程度恰与他们自身应当被蔑视的程度相当;他们审视别人,却从未屈尊自省;他们口头上极力推崇美德,实际上却全然不加践行;他们徒然游荡,仿若死去的凡人幽灵、赫西俄德笔下的雄蜂、阿耳基洛科斯笔下的猕猴;他们拥有双重形态而非三重形态,与悲剧母牛那缝缝补补的衣裳毫无二致;他们外表道貌岸然,内心则另有旁人知晓;正如德摩斯梯尼所言,他们甚至在白昼都不知自省节制,只要有了能力,白昼与黑夜对他们而言毫无分别。他们自称绝不下于宙斯,却在区区一枚钱币面前溃不成军;他们斥责他人,并非真看不起那些行径,而是嫉妒自己没有能力去行那些事。若是有人在他们高谈阔论节制之时,站在他们对面端出酥饼和扭结面包,他们便像墨涅拉俄斯扔下利剑那样吐出舌头来。因为他们若真见到了海伦本人——海伦,我这是说什么呢?哪怕只是米南德剧中描绘的仆女弗律吉亚,他们也真会叫索福克勒斯的萨堤罗斯剧显得宛如儿戏! 再者,根本无须通过托付钱物来探知他们的背信弃义与贪得无厌,因为他们只要力所能及,便会自行攫取一切。他们把掠夺巧立名目为‘共享’,把嫉妒冠以‘哲学’之名,把一贫如洗唤作‘鄙弃金钱’。他们标榜博爱,却从未造福过任何人,反而欺凌与他们结交之人。至于其他人,哪怕迎面走来他们亦视若无睹,但为了富人,他们却远走异乡,恰如弗律吉亚人为采摘橄榄四处奔波;富人方一靠近,他们便立刻嗅出气味,将其迎入左右并随行引路,许诺传授美德。若换作旁人向他们致意,他们绝不肯善意回话,但对富人的厨子、面点师以及其他仆役,尚未看清对方面目,他们便从老远处就主动上前问候,仿佛起床就是专为了此事一般;他们在门廊前打滚流连,与门房相伴的时间甚至超过了其主人,以厚颜无耻来修饰其阿谀逢迎,而他们自持没有阿谀奉承众人的唯一标记,无非是用令人作呕的纠缠把所有人都折磨殆尽,让人一眼看去,他们索取不应得之物竟比旁人讨要应得之物还要随意。因为正是这些人,将不知羞耻视作自由,将招人厌恶视作直言不讳,将收取财物视作行仁行义。他们在智慧上已达到了这般境界:虽然不直接索取银钱,却深谙如何收受等值于金银之物;若是有人恰好送得太少,他们便坚守教义;但若装钱的袋子在他们看来显得丰厚沉甸,那便是珀耳修斯降伏了戈耳工!其借口更是绝顶高明:‘因为还有妻儿要养啊。’哎,你这全家最可悲的家伙!难道你为了他们就去干这等小贩营生吗?那你为何不同样准许你的妻子无论从何处只要能更容易养活自己就去收受钱财呢?依我看,他们正以最离奇的方式……

语法注3 条
  1. 307ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων

    承接上一语言块结尾的 οὐκ εἰ Πλάτων...。其核心句式为对比假设的愤慨理由与真正的理由:“人们并非最当因柏拉图指责他人一事感到愤慨(οὐκ... τοῦτο καὶ μάλιστʼ ἄν τις ἀγανακτήσειεν),而应当愤慨于那些毫无价值之徒竟然……(ἀλλʼ ὅτι...)”。

  2. 307εἰς ζῶντας τελῶν

    短语 τελέω εἰς 搭配宾格,意为“被列入……之中、属于……阶层”。分词 τελῶν 修饰疑问代词 τίς,构成修辞反问句:“凡属活人之列者,有谁能忍受……”。

  3. 308τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται

    带冠词的不定式 τῷ ἀποστερεῖν 作中动相动词 τέθεινται(“命名、赋予名称”)的与格补足成分,ὄνομα 为直接宾语,不定式 κοινωνεῖν 作为同格名辞表名称,意即“他们将剥夺名之曰‘共享’”。后随的两个分句亦严格重复相同的并列构词法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:307-308