- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:305-306
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者严厉批评柏拉图将显赫的前贤贬低为厨役并抹杀其令名,痛斥此举不仅剥夺了城邦未来的庇护与善意,更是对已故前贤名誉的极不公正的过度中伤。
Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν,1 ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθʼ ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατʼ ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτʼ ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γʼ ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδʼ ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου. οὐκοῦν ἀλγεινὸν εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τῆς πόλεως κρατήσαντες ἐφείσαντο τῆς ἐκείνων πολιτείας μνησθέντες, σὺ δὲ ταῦτα πάντʼ ἀναιρεῖς τοῖς λόγοις. καὶ μὴν εἰ μηδὲ τείχη μηδὲ νεώρια μηδὲ συμμάχους αὐτοῖς ἐξεπόρισας, τὸ δοκεῖν διακονεῖν αἰσχυνθεὶς, ἀλλʼ ὑπερεῖδες πάντων ὡς ἐλαττόνων σαυτοῦ, τοῦτό γε δή που προσῆκεν ἀφεῖναι τῇ πατρίδι ἀφορμὴν τοῦ μέλλοντος χρόνου, καὶ τὸ δοκεῖν ἐπιεικείας τινὸς ἀξίαν εἶναι. ἢ παρὼν μὲν ἂν αὐτοῖς ἀτυχήσασί που καὶ μέλλουσι διαφθαρήσεσθαι, εἰ κύριος ἦσθα, παραιτήσασθαι οὐκ ἂν ὤκνησας, ἀλλὰ καὶ πρὸς τῶν ἱερῶν καὶ πρὸς τῶν τάφων καὶ πρὸς αὐτοῦ τοῦ ἐδάφους συνέπραττες ἂν ὅ τι οἷός τʼ ἦσθα, κἂν εἴ τι κατηγορεῖν εἶχες, τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν,2 τοῦτʼ ἐκεῖνο ὃ σπουδάζεις τῇ πολιτικῇ τί προσῆκον πράττειν δοκεῖς; εἶεν. ἄνευ δὲ τῆς τοιαύτης χρείας εἰς τὴν συνεχῆ παρὰ πάντων εὐμένειαν καὶ τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει, πόσον τι δοκεῖν χρὴ συντελεῖν τὴν τῶν ἀνδρῶν τούτων μνήμην φυλαττομένην ἐφʼ οἷσπερ καὶ παρεδόθη τὸ ἐξ ἀρχῆς; οὐκοῦν τοῦτό γε παντὶ προσῆκε φάσκοντί γʼ εἶναι χρηστῷ, ἐάν τʼ ἰδιωτεύῃ ἐάν τε δημοσιεύῃ λέγω, παρασκευάζειν ὡς δυνατὸν πλείστην εὔνοιαν παρὰ πάντων τῇ πατρίδι· εἰ δὲ μὴ, τήν γʼ ὑπάρχουσαν μὴ διαφθείρειν. οὐ γάρ πω καὶ τούτῳ διακονία τις πρόσεστιν ἀγεννὴς οὐδʼ ἀνελεύθερος. θαυμάζω δὲ Πλάτωνος εἰ χοὰς μὲν ἀποστερῆσαι τοὺς ἄνδρας οὐκ ἄν ποτʼ ἠξίωσεν ἑκὼν εἶναι,3 τὴν δὲ μνήμην καὶ τὴν ὑπὸ πάντων εὐφημίαν συγκεχωρημένην αὐτοῖς ἀφανίζων ἑαυτοῦ τὸ ἕρμαιον ἡγήσατο. καὶ μὴν εἰ τὸ συμμέτρους τὰς τιμωρίας ποιεῖσθαι πολιτικὸν, ἥ γʼ ἀτιμία τοῖς ἀνδράσιν αὐτὴ τὸ σύμμετρον παρελήλυθεν. οἶμαι γὰρ, εἴ τις ἐστὶν αἴσθησις τοῖς τελευτήσασι, μὴ ὅτι τῶν νομιζομένων, ἀλλὰ μηδʼ αὐτῶν τῶν μνημάτων ἀποστερηθέντας ἂν αὐτοὺς μηδʼ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας τοσαύτην ἂν ποιήσασθαι τὴν συμφορὰν, ὅσην περ εἰ κολακείαν αὐτῶν οἱ Ἕλληνες καταγνοῖεν, καὶ ἃ ζῶντες ἔφυγον καὶ ὑπὲρ ὧν ὅπως αὐτοῖς μὴ ἔνοχοι γένοιντο πάντα καὶ λέγειν καὶ πράττειν ὑπέστησαν, ταῦτα τεθνηκότες καὶ ἐπʼ ἐξειργασμένοις οἷς διενοήθησαν φέροιντο τὰ τῆς δουλείας ὀνείδη, ὁ δὲ ταῦτα πείθων εἴη Πλάτων, ὁ μόνος κοσμῆσαι τὰς ἐκείνων ἀρετὰς κατʼ ἀξίαν δυνάμενος, καὶ μέντοι καὶ κεκοσμηκώς. ἀλλὰ μὴν εἴ γε τοῦθʼ ἕπεται φύσει τοῖς ἀγαθοῖς ἀνδράσι, τὴν ἀγαθὴν δόξαν διώκειν, πῶς οὐκ ἀδικεῖσθαι φαίη τις ἂν αὐτοὺς, εἰ κινδυνεύειν μὲν καὶ πάσχειν ὁτιοῦν ᾤοντο δεῖν ἐπὶ τῷ καλλίονι τῶν λόγων, εἰ δὲ μὴ, μέρος γέ τι καὶ διὰ τοῦτο, ἐχόντων δὲ πέρας καὶ τῶν λόγων καὶ τῶν ἔργων αὐτοῖς καὶ προσέτι καὶ τοῦ βίου, τὴν ἐναντίαν δόξαν οἴσονται, καὶ πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς, ὃς μόνος τοῖς ἐπιεικέσι παρὰ τῆς φύσεως ὑπάρχει, καὶ ταῦτα συμφάσκοντες εἶναι δεῖν τοῖς ἀγαθοῖς καὶ ζῶσι καὶ τελευτήσασιν. ἐξῆν γὰρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντʼ ἀποδοῦναι. καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτοὺς, ἀλλʼ ἐξῆν γε δή που παρελθεῖν σιωπῇ, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου.4 ἀλλὰ γὰρ οὐκ εἰ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ
既然他们是雅典人的冠冕,却绝不比做菜的厨子或烤面包的面点师傅更好;不仅如此,“我自己的家奴中亦有天性如此之人,他们侍奉我的方式,正如同那些人当年侍奉雅典民众一样,他们与那些人的差别仅仅在于,那些人拥有许多主人,而他们只有一个”——倘若人们对那些前贤抱有这种看法,而不去考虑这不过是空谈,是彼时的一时争胜与夸大之词,他们就绝不会对其他任何人抱有敬意,亦不会因着那些前贤而在公共场合给予任何人荣誉,因为按照你的言论,那些前贤自身甚至连一丝一毫的敬重都不配得到。那么,如果斯巴达人在攻克城邦之时尚且顾忌米勒梯阿德与地米斯托克利,因念及他们的政制功绩而予以宽恕,你却用言辞将这一切全盘废除,岂非令人痛心吗?况且,即使你耻于表现出从事侍奉,因而未曾为他们筹措城墙、船坞或盟友,而是将这一切视作低于自身之物而加以蔑视,难道你不是无论如何也应当为祖国留下这一项应对未来的依托,以及使城邦被认为配享某种宽宥的名声吗?难道说,倘若你身在其境,在他们遭遇不幸且面临毁灭之际,你若拥有权柄,定会毫不犹豫地为之求情,甚至凭着圣所、坟墓以及这片土地本身,倾尽全力施以援手,哪怕你原本有何可指责之处;然而在摧毁最适合求情之人的名望之时,你以为自己所行的,真与你所追求的政治术相称吗?罢了。即便抛开此种急难之用,单就普天下之人的持久善意以及使众人心意与城邦相合而言,若将这些人的记忆按其最初流传下来的面貌予以保全,我们又当认为这能产生何等巨大的助益呢?因此,任何自称良善之人——我是指无论他是作为一介平民抑或从事公共事务——理应为祖国尽可能多地博取来自所有人的善意;若做不到,至少不应败坏现有的善意。因为在此事之中,断无任何卑劣或不合自由人身份的奴颜婢膝可言。但我对柏拉图深感惊异:倘若叫他自愿剥夺这些人的祭酒奠仪,他是绝不肯答应的,但他抹杀举世公认属于他们的记忆与赞誉,却视之为自己偶得的飞来之财。再者,若使惩罚适度是政治家的品格,那么降于这些人的耻辱显然已然越过了适度的界限。因为依我看来,倘若逝者尚有知觉,休说是被剥夺通常的仪轨,哪怕是他们的坟墓本身被剥夺,或是其子孙遭遇了最极端的厄运,他们亦绝不会认为这是如此沉重的灾难,若比起希腊人竟判定他们犯有阿谀之罪:他们在世时唯恐避之不及,为了不陷入其中而甘冒一切危险去言去行,如今在身故之后,在成就了毕生抱负之时,反倒要承受奴役的骂名,而让众人相信此事的,竟是那位唯一能当之无愧地光耀其美德、且事实上亦曾光耀过其美德的柏拉图!然而,倘若追求美名确实是善人的天性所在,那么当人们看到,他们本以为应当为了追求更崇高的声誉——若不然,至少亦有部分是为此缘故——而去冒险、去承受任何痛苦,如今言论、功业乃至生命皆已告终,换来的却是截然相反的恶名,谁又能说他们未受不公呢?我们又怎能更彻底地剥夺他们那唯一由天性赋予贤良之人的报偿呢?更何况我们还一致认同,无论生前死后,善人都应当享有这份报偿。因为,尊贵的朋友啊,勉励年轻人追求公义,与向长辈奉上应有的敬意,这两者本可并行不悖。纵使我们毫无赞美他们的由头,但保持沉默略过不提终归是可行的,你亦绝不至于因此而被控无端失语。然而,并非若在希腊人中如此远超众人的柏拉图,而且……
- 305οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν
此句承接前一语段末尾的条件从句(εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη ...)。推论小辞 ἄρα(“原来、终究”)在此引出对柏拉图在《高尔吉亚篇》中观点的再现,以内化言语的形式指出那些政治家与厨役、面包师无异。
- 305τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν
不定词 παραιτήσασθαι 充当最高级形容词 τῶν ἐπιτηδειοτάτων 的补足成分(ἐπιτήδειος + 不定词,意为“最适合求情、斡旋之人”),整个属格短语修饰 τὴν ... δόξαν,整句意为“在摧毁最适合求情之人的名望之时”。
- 306ἑκὼν εἶναι
带有规约性不定词的习语(绝对用法),常用于否定句或条件句中,意为“自愿地”、“就其意愿而言”。
- 306οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου
借用了雅典法律术语 ἀλογίου δίκη(针对公职人员不作解释或未交代理由所提起的诉讼)的比喻用法。属格 ἀλογίου 是表示罪由的属格,由 ὀφλήσειν 支配,意为“你亦绝不会因此而被控无故失语(承担不作解释的过责)”。
