- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:303-304
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者强烈谴责柏拉图在著作中毁谤历史伟人的名誉,并指出轻侮先贤与长者的言辞会对青年及民众的道德秩序造成深远的危害。
μνημάτων αὐτοῖς ἐπόντα ἐπιγράμματα ἐξεκόλαπτεν ἢ μετεποίει βλάσφημʼ ἀντʼ εὐφημιῶν, ὅτι τούτους ὁ δῆμος κολακείας ἕνεκα καὶ κακίας ἐκβάλλει, πολλὴν ἄν τις ἔφη τὴν ὕβριν καὶ τὴν ἀτιμίαν εἶναι· εἰς σύγγραμμα δʼ οὕτω σπουδαῖον τοιαῦτʼ ὀνείδη κατακλείσας, καὶ ταῦτʼ ἀντὶ τῆς πρόσθεν ὑπαρχούσης εὐφημίας αὐτοῖς ἀντιγραψάμενος, καὶ παραδοὺς ἅπασιν ἀκούειν, μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι;1 καὶ Θεμιστοκλῆς μὲν Ἄρθμιον ἐστηλίτευσεν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤνεγκε, Πλάτων δὲ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ οὓς μετʼ αὐτῶν ἠξίωσε καταλέξαι στηλίτας οὑτωσὶ πεποίηκε. καίτοι τὴν μὲν κατʼ ἐκείνου στήλην τοῖς προσοικοῦσι μόνοις ὁρᾶν ἦν καὶ τοῖς εἰσαφικνουμένοις, σὺ δʼ εἰς ἅπαντας ἀνθρώπους καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὰς κατὰ τούτων βλασφημίας ἐκδέδωκας. καὶ τῶν μὲν οἰκετῶν οὐδένα πώποτʼ ἔστιξας τῶν σαυτοῦ, τῶν δʼ Ἑλλήνων τοὺς ἐντιμοτάτους καὶ τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένους ἴσα καὶ στίξας γεγένησαι,2 καὶ Γοργίου μὲν ἐφείσω, καὶ λέγει που Σωκράτης ὀκνῶ Γοργίου ἕνεκα λέγειν, ἵνα μή με ὑπολάβῃ διακωμῳδεῖν αὐτοῦ τὴν τέχνην, Περικλέους δὲ οὐκ ἐφείσω τεθνηκότος καὶ ταῦτα· ἀλλὰ τῷ μὲν Γοργίᾳ νέμεις αἰδῶ παρὰ τὸν Καλλικλέα, τῷ δὲ Θεμιστοκλεῖ καὶ τοῖς ἄλλοις οὐ νέμεις, ἀλλʼ ἐξ ἴσου πάντας αὐτοὺς ποιεῖς, μᾶλλον δὲ καὶ πλείω κακὰ τούτους ἢ ʼκεῖνον εἴρηκας, καὶ ταῦτʼ εἰδὼς ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ, κυλινδεῖται, μεταχειρίζεται δʼ αὐτὸν ὁ βουλόμενος ὁμοίως ἐπαΐων καὶ μὴ, ἂν δέ τις μὴ καλῶς ἀκούειν ἐπίστηται, δέος ἐστὶ διαφθαρῆναι· οἷον καὶ περὶ τούτους ἄν τις συνίδοι τοὺς λόγους ὄν. εἰ γὰρ καὶ τὰ μάλιστα Πλάτων αὐτοῖς ἐπὶ πᾶσι δικαίοις κέχρηται, ὃ πολλοῦ δεῖν εἴποι τις ἂν οὕτως ἔχειν, ἀλλʼ οὖν ἀνάγκη γʼ ἀπʼ αὐτῶν θρασυτέρους καὶ τραχυτέρους γίγνεσθαι καὶ ἰταμωτέρους καὶ τοιούτους, οἵους ῥᾳδίως ἐπιπηδᾶν καὶ ἄρχουσι καὶ πρεσβυτέροις καὶ οἷστισι δεῖ συγκεχωρῆσθαι. εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθʼ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστʼ οὐδὲν ὠφελοῦνται τοσοῦτον ὅσον βλάπτονται. καὶ μὴν σύ γʼ ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδʼ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλʼ ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γʼ ἐνίων ἀκούειν, οὐδʼ ἂν κατʼ ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα· ἡμεῖς δʼ ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν,3 εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα· οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς. καὶ μὴν οὐδʼ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τινʼ εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθʼ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν
倘若有人凿毁他们肖像或纪念碑上的铭文,或是将赞美之辞窜改成侮辱之语,声称民众是因阿谀与卑劣而将这些人驱逐,任何人都会说这是极大的狂妄与侮辱。然而,将此等谴责禁锢在如此严肃的著作中,用以取代他们原先享有的赞誉,并将其公之于众供所有人聆听,难道有人会认为这极为合乎他自身的教养吗?地米斯托克利因阿尔特米奥斯将波斯的黄金带入伯罗奔尼撒而立柱铭刻其罪行,柏拉图却将地米斯托克利、米勒梯阿德以及那些他认为应与他们并列之人,就这样制成了耻辱柱上的罪人。尽管针对那人的石柱仅供邻人和外来之人观看,你却将针对这些人的毁谤散布给普天下之人,遍及每一寸土地与海洋。你从未给自己的任何家奴烙过印,却把希腊人中最尊贵、为共同自由而奋斗的人,等同于施加了烙刑一般对待;你宽容了高尔吉亚——苏格拉底在某处亦说过:“我因高尔吉亚的缘故而迟疑不敢言,免得他以为我在讽刺他的技艺”——但对于伯里克利,即使他已然逝世,你却毫不宽容!相反,你给予高尔吉亚超过卡利克勒斯的敬意,对地米斯托克利等人却毫无敬意,而是将他们一视同仁,甚至对他们说出的恶言比对那个人还要多;不仅如此,你明知一切言论一旦诉诸文字便会四处流传,无论懂与不懂之人,但凡有意者皆可翻阅,而若有人不知如何正确听取,便有遭受败坏的危险。人们在这些言辞中亦能察觉出正是此种情形。因为哪怕柏拉图在一切方面都出于公义而运用这些言论——虽然有人会说事实绝非如此——然而人们必然会由此变得更加专横、粗暴、鲁莽,并变成动辄跳起来侵犯统治者、年长者以及理应服从之人的一类人。斯巴达人的法律正是优良且有益的,它规定对长者一律退让,这绝非认定所有长者必然更为优秀、更为公义,而是为了教导之故,以免秩序遭到扰乱。在言辞中,尽可能适度宽贷杰出之人亦是崇高的,以免轻率之气以及辱骂其理应尊敬之人的恶习渗入大众之中。因为当最伟大、最尊严的人轻易遭受恶名,且这又是出自被认为最智慧之人之手时,卑鄙之辈的心中便会滋生对法律的蔑视,以致他们所受的损害远胜于所获的益处。再者,你放逐了荷马,绝非因他处处言说不善,亦非因他整体上犯有错误,而是因为让年轻人听取其中某些内容并不安全,哪怕所言在其他方面表现得颇为巧妙;然而我们绝不想放逐你——若你愿意,我们甚至可以将你奉上宝座——只是我们要剔除这类的言论;因为我们绝不会声称要抹去这些,我们并非如此轻率妄为。此外,柏拉图既不可能注意不到,其他人无疑亦都知晓:显赫伟大之人的令名与记忆,除了眼前的荣光之外,还能为各城邦积蓄应对未来命运的庇护之所;历史上已有不少人在遭遇灾祸时,因着古时的某某人而获得了某种宽恕,这种情况看来在雅典人自己身上亦屡屡出现。然而就他自身而言,他看来把城邦的这一依托也剥夺了。因为若这种想法在每个人的灵魂中确立,所有人都对此深信不疑,即米勒梯阿德、地米斯托克利、伯里克利与客蒙,尽管作为那群……的顶峰,
- 303μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι;
语气词μή在此引导期待否定回答的修辞性疑问句(“难道会有人认为……吗?”)。属格τῆς αὑτοῦ μουσικῆς与完成时不定词εἰργάσθαι连用,充当特征属格或价值属格,表示“与其自身教养相称地行事”。
- 303ἴσα καὶ στίξας γεγένησαι
短语ἴσα καί(“等同于、如同”)连接不定过去时分词στίξας,并与连系动词γεγένησαι(γίγνομαι的完成时第二人称单数)构成迂回表达,意为“你最终落得如同对他们施加了烙刑一般”。
- 304ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν
成语短语ὅτι μή意为“除了……之外,甚至反倒”。它引出带有κἂν(καὶ ἄν)与希求式ἐγκαθίζοιμεν的潜势从句(“我们甚至可以将你奉上宝座”),与前半句的强烈否定πολλοῦ τινος δέομεν(“我们绝不想放逐你”)构成鲜明对比。
