← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§301-302

对已故政治家的诋毁与梭伦之法

作者指出,柏拉图在《高尔吉亚篇》中既已驳倒卡利克勒斯而达到论辩目的,却仍在伟大政治家们故去且无法自辩的情况下单方面对他们进行诋毁,践踏其崇高声誉,这不仅毫无必要,亦违背了梭伦禁止辱骂死者的法律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§301

αὐτὸν Καλλικλῆς παρὼν ἐτάραττεν, οὐδʼ ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον.1 εἰ μὲν οὖν, οἶμαι, κατʼ ἀρχὰς εὐθὺς ἐμνήσθη τοῦ Ἀριστείδου, οὐκ ἂν εἶχεν ἀφορμὴν τοῦ κατὰ τούτων λέγειν, ἀλλʼ ἅμα τʼ ἀπώλλυε τοὺς λόγους τούτους καὶ τὸ πρᾶγμα εἰς τοὐναντίον αὐτῷ περιίστατο, πρὸς τὸ μηδʼ ὁτιοῦν ἀνύτειν πλέον. νῦν δʼ ἵνα τούτων κατηγορήσειε, τὸν Ἀριστείδην ὑπεξείλετο. εἶθʼ ὅτε δὴ διεξῆλθεν ἃ ἐβούλετο, ἵνα μὴ δοκῇ παντελῶς φιλονείκως ἔχειν, ὃν οὐχ οἷόν τʼ ἦν ἐν ἀρχῇ κακῶς εἰπεῖν, τοῦτον ἐν τοῖς τελευταίοις ἐπῄνεσεν, ὡς ἐξὸν ἤδη, μάλʼ ἀρχαίως καὶ ἀφελῶς, ὡς ἄν τῳ δόξαι. καὶ τὸ δὴ στερεώτατον,2 ὅτε γὰρ διεξῆλθε τὴν ἐκείνων κατηγορίαν, ἐπὶ τελευτῇ πάλιν νεανιευσάμενος καὶ ἐπειπὼν ὅτι ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει. ταῦτʼ εἰπὼν καὶ προσεπισφραγισάμενος μετὰ πολλοὺς ἔτι τῶν λόγων μέσους τὸν Ἀριστείδην ἐπέθηκεν ἐπαινῶν. τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτη, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότʼ εἶναι περὶ αὐτοῦ. οὐκοῦν οὔτʼ ἐξ ἀνάγκης ἦν αὐτῷ κακῶς λέγειν τοὺς ἄνδρας οὔθʼ ὅ τι ἄν τις φήσειεν ἐκ περιουσίας εἶναι σώσας φαίνεται, τὸ μηδʼ ἀγαθὸν τῶν παλαιῶν γεγενῆσθαι μηδένα. ἀλλὰ μὴν ὅτε καὶ αὐτὸν τὸν Καλλικλέα, πρὸς ὃν ἦσαν οἱ λόγοι, τοῦ μηδενὸς ἄξιον ὄντα ἤλεγξε τὰ πολιτικὰ, ἀνερωτῶν ἅπαντα ἐκεῖνα ἃ ἤρετο, ὅτε ταῦτʼ ἐλήλεγκτο, τί τῶν παλαιῶν προσέδει κατηγορίας; εἰς γὰρ τὸ κάλλιστον δή που καὶ ὃ μάλιστα προσῆκεν ὁ λόγος ἐτελεύτα, τὸ τὸν ἀντιλέγοντα καὶ τὸν προτρέποντα εἰς τὴν πολιτείαν ἢ διακονίαν ἀποφῆναι φαῦλον ὄντα καὶ μὴ γιγνώσκοντα ὑπὲρ ὧν λέγει· καὶ τοῦτο δʼ αὐτὸ δή που σὺ φῂς ἐξαρκεῖν αὐτὸν πρὸς ὃν ἂν ποιῇ τοὺς λόγους ὁμολογοῦντα παρέχεσθαι. ἐκεῖνος τοίνυν, ὡς ἔοικεν, οὐ μόνον συνεχώρει τῷ λόγῳ, ἀλλὰ καὶ ἐκ τῶν ἑαυτῷ προσόντων ἠναγκάζετο· ὥστʼ εἶχε τελευτὴν προσήκουσαν ὁ λόγος, καὶ οὐκ ἦν ἴσον Καλλικλέα ταῦτʼ ἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτʼ ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστʼ εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθʼ οἱ λόγοι, τάχʼ ἄν τις ἔφησε νουθεσίας ἕνεκʼ αὐτοὺς λέγεσθαι· τεθνεῶσι δʼ ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι3 ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε διʼ ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν; ἐνθυμηθῶμεν δὴ καὶ τὸν τοῦ Σόλωνος νόμον ὡς ἥμερος, μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδʼ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων. οὐκοῦν τό γε μήθʼ ὑπὸ παίδων, φαίη τις ἂν, μήθʼ ὑπʼ ἄλλου του τῶν ἐκείνοις προσηκόντων προακούσαντα τοσαύτην σπουδὴν ποιήσασθαι κακοὺς ἀποφῆναι πολὺ τοῦ νόμου τούτου κεχώρισται. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰκὸς ἐναντίον μὲν ἂν τῶν παίδων ὀκνεῖν αὐτοὺς λοιδορεῖν, ἐν ἅπασι δὲ καὶ ἐκγόνοις καὶ πολίταις καὶ ξένοις τοιαῦτα ψέγειν, καὶ τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τοὺς παῖδας αἰδεῖσθαι καὶ περὶ δωρεῶν αὐτοῖς πολιτεύεσθαι, τῶν δʼ εἰς τὰ μέγιστα τῇ πόλει καὶ τοῖς Ἕλλησιν ὑπαρξάντων μηδὲ τῶν ὀνομάτων φείσασθαι, καὶ εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἐκίνει, πᾶς ἄν τις ἔφη νεμεσητὸν εἶναι, ἐπεὶ δʼ ὃ τοῦ πλέονος ἄξιον ἦν αὐτοῖς, τὴν δόξαν τὴν ἀγαθὴν ἀναιρεῖ, τί χρὴ φῆσαι; καὶ ζωγράφος μὲν ἂν ὢν ἐπὶ τὰ αἰσχίω καὶ γελοιότερʼ αὐτοὺς μιμούμενος οὐ καλῶς ἂν ἐδόκει τὴν τέχνην δεικνύναι· ἐπεὶ δʼ ἐν τοῖς λόγοις ἐπὶ τὰ φαυλότατʼ ἐξηγεῖται καὶ τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας διαφθείρει καὶ τοῖς μηδὲν προσήκουσιν ὁμοιοῖ, πῶς εἰκός ἐστι συνήδεσθαι; καὶ εἰ μὲν ἐπʼ εἰκόνων ἢ

身旁的卡利克勒斯既没有打扰他,也没有阻止他按照自己的意愿结束论辩。因此,依我之见,倘若他在一开始就立即提及阿里斯泰德,他就没有借口来指责这些人;相反,他不仅会立刻丧失这些论辩,而且事情对他而言将适得其反,以至于丝毫不能取得任何进展。然而事实上,为了指责这些人,他悄悄扣下了阿里斯泰德。随后,当他谈尽了自己想要表达的意思之后,为了不显得过于好胜争强,他在最初无法加以贬损的那个人,却在最后的篇幅中予以赞美,仿佛此刻已然获准一般,在某些人看来,这显得极其质朴而单纯。而且最顽固的是:当他彻底陈述了对那些人的指责之后,在结尾处再次趾高气扬地补充道,先前的言论看来确实是真的,即在这个城邦中我们不知道有任何人曾在政务上成为贤良之人——在说了这些话并加以确认之后,又隔了许许多多的论辞,他最终以赞美阿里斯泰德作为收尾。由苏格拉底而非卡利克勒斯来提及他,竟有如此之大的差别!由此可见,他贬损那些伟人既非出于必然,亦未见得保住了某种所谓的盈余之论,即古人中无一人成为贤良之人。再者,当他就所询问的一切问题进行质问,驳难了与其论辩的卡利克勒斯本人在政务上一无是处时——既然这些都已被驳倒,何须再去指责古人呢?因为论辩本已走向了最美好且最恰当的结局,即将那位提出反驳、劝导人们从政或供职的人,表明为一个卑劣且对自己所谈论之事一无所知的人;而你自己无疑亦说过,只要让与自己论辩的人表示赞同就足够了。由此看来,卡利克勒斯不仅赞同了这番论辩,而且被他自身的境况所逼迫;因此论辩本有一个恰当的终结,卡利克勒斯听到这些话,绝不能与伯里克利或地米斯托克利听到这些话等量齐观。绝不可能!然而苏格拉底却极力将此人与那些伟人相提并论。但是,朋友啊,伊菲克勒斯与赫拉克勒斯可不是同一回事!更何况我认为,卡利克勒斯与那些人之间的差距还要更大;因此,至少理应对他们留有余地。因为倘若这些话是在他们生前说的,或许有人会说这是为了规劝他们;但责难死者,又算是什么适宜的时刻呢?因为即使有人想要驳难活人,在他们缺席时进行指责、或者对着其他人指责而不是当面同他们陈说,本就是不合情理的,那么像这样完全打一场缺席之战,无疑是极不合时宜的。既然因那些伟人的缘故尚且应当尊重他们的亲属,又怎能不尊重他们本人呢? 让我们亦思考一下梭伦的法律是何等宽厚温和吧:该法规定不得说死者的坏话,即便自己遭受了死者子女的恶言相向亦不可如此。由此,人们或可以说,在既未先受到其子女的辱骂、亦未受到其任何其他亲属辱骂的情况下,竟施展如此巨大的热情来证明他们是卑劣之辈,这与梭伦之法相去甚远。再者,此事亦绝不合情理:当着子女的面本会畏惧辱骂他们,却在所有子孙、公民与外邦人面前施加此等责难;对在西西里丧生者的子女心存敬畏并在政务中为他们争取赏赐,却对为城邦和希腊人立下至伟功勋之人的名誉亦毫不留情——若有人移走民众为他们树立的肖像雕塑,所有人都会说这是触犯神明之举,而如今他剥夺了对他们而言价值远甚于此的善名,我们又该作何评论呢?倘若他身为画家却把他们描摹得更加丑陋且滑稽,绝不会被认为是在出色地展示技艺;然而当他在言辞中将他们阐释为极尽卑劣之人,摧毁了他们心灵的真实肖像,并将他们比作毫无相干之流时,人们怎能理所当然地同他一起欢欣雀跃呢?再者,倘若在画像或……

语法注3 条
  1. 301οὐδʼ ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον

    表示阻碍的动词 ἐκώλυε 接带有否定词 μή 的冠词不定词宾格短语 τὸ μὴ περαίνειν(“阻止……完成”)。在表示阻碍的否定主句后习惯性地添加 μὴ。ὅπως βούλεται 作状语修饰 περαίνειν(“按照他所希望的那样”)。

  2. 301καὶ τὸ δὴ στερεώτατον

    中性单数形容词短语,用作对后文的同格说明或感叹性的过渡标题(“而确实最顽固/强词夺理的是”)。后接的 ὅτε γὰρ ... 展开解释该标题所指的具体内容。

  3. 302ἐρήμην ἀγωνίσασθαι

    源自法庭术语的习语表达,省略了阴性名词 δίκην(诉讼),与 ἀγωνίσασθαι 连用,意为“进行缺席诉讼/缺席审判”。此处借用法律比喻,斥责柏拉图在古人已逝、无法自辩的情况下进行单方面的缺席论驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:301-302