← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§299-300

修辞学的二重性与对政治家批判的恣意

作者论证道,只要承认修辞学的二重性,便在逻辑上完全无需诋毁地米斯托克利等往昔政治家,并指出柏拉图对这些人的抨击纯属恣意之举,与他对阿里斯泰德的破格赞誉自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§299

τῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λόγος καὶ ὁ Καλλικλῆς ἐξεπίτηδες ἐμνήσθη περὶ τῶν ἀνδρῶν ἐπʼ ἐλέγχῳ τοῦ Σωκράτους, ἐξῆν ὡδὶ δέχεσθαι καὶ μηδὲν βλάσφημον λέγειν· ἄξιον δʼ εἴπερ τῳ καὶ τούτῳ προσέχειν. οὑτωσὶ γὰρ ἐγίγνετό που τὰ δεύτερα, ὥς γέ μοι φαίνεται, οὐκοῦν εἰ μὲν καὶ τούτους, ὦ φίλε Καλλίκλεις, κόλακάς τινας εἶναι λέγεις καὶ τῶν πρὸς ἡδονὴν δημηγορούντων, τίθει μοι καὶ κατὰ τούτων ταῦτʼ εἰρῆσθαι. οὐδὲν γὰρ βέλτιον ἥ γε δή που κολακεία διὰ Μιλτιάδην καὶ Περικλέα καὶ ὃν ἂν εἴπῃς· πῶς γὰρ ὅ γʼ ἐστὶ φαῦλον φύσει; ὥστε τὸ Εὐριπίδου γίγνεται, σὺ λέγεις ταῦτʼ, οὐκ ἐγὼ, ὡς ἄρα οὐδὲν οὗτοι βελτίους τῶν νῦν. εἰ δὲ τῆς ἑτέρας ἦσαν μερίδος καὶ τὸ βέλτιστον ἀντὶ τοῦ πρὸς ἡδονὴν ᾑροῦντο, καὶ οὗτοι κατηγοροῦσιν, ὡς ἔοικε, φαύλους εἶναι περὶ ὧν διειλέγμεθα, καὶ οὐδὲν βελτίων ἡ ῥητορικὴ διὰ τούτους, ἣν σὺ μέχρι τούτου ἐπῄνεσας καὶ ἣν ἐμοὶ προξενεῖς, ἀλλὰ καὶ παρὰ τούτοις κριταῖς αἰσχρὸν, καὶ φαίνει δὴ τούτοις κατʼ ἐμοῦ μάρτυσι χρώμενος, οἷς ταὐτὰ δοκοῦντα ἅπερ κἀμοὶ φαίνεται. οὕτως ἐξῆν οἶμαι διαλύειν τὸν λόγον, βλασφημίας δʼ οὐδὲν προσέδει. οὐδὲν γὰρ ἐξωτέρω προὔβαινεν ὁ λόγος, ἀλλʼ ἐπὶ τῶν αὐτῶν εἱστήκει. τί γάρ φησι πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας; ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον αὐτοῦ κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλόν· περὶ τῆς ῥητορικῆς δή που λέγων. καίτοι ὅτε τοῦτʼ ἐξήρκει, ἐξήρκει καὶ περὶ τούτων σιωπᾶν. οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι,1 ἀλλὰ καὶ σφόδρʼ ἐκείνῳ τῷ λόγῳ συνέβαινεν. οἱ μὲν γὰρ ἦσαν κόλακες, οἱ δʼ οὔ. εἰ μὲν γὰρ οὐ διπλοῦν ἡ ῥητορικὴ, τί διῃροῦ; εἰ δὲ τοιοῦτον, τί πλέον τούτους ἐλέγχειν; ἀλλὰ μὴν ὅτε καὶ τούτων κατηγορήσας ἄλλον αὖθις ἐπῄνει, οὐδὲν τῷ λόγῳ προσελάμβανεν. ὥστʼ εἶχεν ἂν πάλιν ὁ Καλλικλῆς εἰς τὰς αὐτὰς λαβὰς ἐπανελθεῖν, τί λέγων; ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν, καὶ τοὺς μὲν ἐπαινεῖς, τοὺς δὲ ψέγεις, τί σοι προκέκοπται, πλὴν εἰ τούτοις ἄλλως ἀηδῶς εἶχες. φέρε γὰρ πρὸς θεῶν, εἰ ὁ Καλλικλῆς εὐθὺς ἐν ἀρχῇ τὸν Ἀριστείδην προὐτείνατο, ἤτοι μόνον εἰπὼν ἢ καὶ μετʼ ἐκείνων, ἡνίκʼ αὐτὸν ἤρετο Σωκράτης εἴ τινα τῶν παλαιῶν εἰπεῖν ἔχει, πῶς ἂν αὐτὸν ἐδέξατο, ἢ τί τὸ συμβαῖνον ἔμελλεν ἔσεσθαι περὶ τὸν λόγον; εἰ μὲν γὰρ κἀκεῖνον ἂν ὥσπερ καὶ τούτους εἶπε κακῶς, οὕτω καὶ τούτων ἕκαστον, ὡς ἔοικεν, εἴρηκεν. ὥσθʼ ὃν ἐπῄνεσεν, εἶπεν ἂν, εἰ συνέβη, κακῶς.2 εἰ δʼ οὐχ οἷόν τʼ ἦν αἰτιάσασθαι, τί ταύτης ἔδει τῆς φιλονεικίας, εἴ τινα τῶν παλαιῶν ἔχεις εἰπεῖν; ὁπότε γὰρ μὴ ἐνῆν ἅπαντας ἐλέγχειν, τί χρῆν κατὰ πάντων προκαλεῖσθαι; καὶ μὴν εἴ γε μηδὲν βλάβος ἦν τῷ λόγῳ μὴ ἐλέγξαι τὸν Ἀριστείδην, οὐδὲ τούτους ἐπάναγκες ἦν κακῶς εἰπεῖν. εἰ τοίνυν τὸν μὲν ἐπῄνεσε, τὸν δʼ ἔψεξεν αὐτῶν, τί πλέον προσεγίγνετʼ ἂν αὐτῷ; τὸ γὰρ ἀρχαῖον ἐκεῖνο ἔμενε, τὸ ἐξαρκεῖ καὶ τὸ διπλοῦν ἐστιν. οὐ γὰρ δὴ προῄδει γʼ ὁ Σωκράτης ὅτι πάντων μᾶλλον ἢ ʼκείνου μνησθήσοιτο ὁ Καλλικλῆς· καὶ διὰ τοῦτʼ ἠρώτα θαρρῶν, ἀλλʼ ἐξῆν καὶ μόνον εἰπεῖν καὶ μετὰ τῶν ἄλλων κἀκείνου μνησθῆναι, καὶ οὕτως ἐξεχεῖτʼ ἂν ἅπασα ἡ περιβολή. τί δὴ φήσομεν διαφέρειν ἢ μετʼ ἐκείνων ἀναμὶξ αὐτὸν ἐπαινεῖσθαι κακῶς ἀκουόντων καὶ τοῦ Καλλικλέους εἰς μέσον ἐξ ἀρχῆς ἐνεγκόντος, ἢ μετὰ τὴν ἐκείνων κατηγορίαν τοῦτόν γʼ ἐπαινεῖσθαι καὶ τὸν μεμνημένον αὐτοῦ Σωκράτη αὐτὸν εἶναι;3 ἐγὼ μὲν οὐδὲν φήσαιμʼ ἂν διαφέρειν πρός γε τὸ συγχεῖσθαι τὸν λόγον. καὶ μὴν εἴ γε μόνου τις ἐμνημόνευσεν, οὐκ ἂν εἶχεν οὔτʼ ἐκεῖνον δή που οὔτε τούτους εἰπεῖν κακῶς. οὕτως οὐκ ἀνάγκη τούτους εἰπεῖν κακῶς. ἀλλʼ οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλιστα δῆλός ἐστι τῶν ἀνδρῶν κατηγορῆσαι προθυμηθεὶς ἤδη Πλάτων καὶ πρῶτον εἰπεῖν τὸν Ἀριστείδην καὶ μόνον, καὶ προεώρα τὸν ἄνδρα ἐξ ἀρχῆς, καὶ οὐδεὶς

事实上,倘若论辩确乎是由此而起,且卡利克勒斯是有意提及那些伟人以驳难苏格拉底,那么本可以采取如下方式应对,而无需口出任何诋毁之言;若有什么值得注意的话,这一点尤当予以关注。因为依我之见,接下来的情形大致应当是这样的:“那么,亲爱的卡利克勒斯,如果你说这些人亦不过是某种奉承者,属于那些为了迎合民众的享乐而发表讲说之流,那么请替我假定,这些话同样亦是针对他们而发的。因为奉承绝不会因米太亚德、伯里克利或任何你所提及的人而变得更好;本性卑劣之物,又怎能变好呢?于是欧里庇得斯的名言在此应验:‘说这些话的是你,而不是我’——意即他们绝不比当今之人更好。但倘若他们属于另一派,选择最善之道而非迎合享乐,那么正如所见,他们自己亦指责我们刚才所论及的人是卑劣的,而你迄今所赞美且推荐给我的修辞学,绝未因他们而变得更好,反而在这些评判者面前亦是可耻的;这样看来,你显然是在用那些见解与我相同的人,来作为不利于我的证人。” 我想,以这种方式本可以化解这场论辩,而丝毫无需诋毁之言。因为论辩并未因此向前推进,而是停留在原地。因为在触及那些伟人之前,他说了什么呢? “这就够了。因为倘若这(修辞学)亦是二重的,其中一部分是奉承和可耻的民众煽动,而另一部分是高尚的”——毫无疑问,他指的是修辞学。然而,既然这就足够了,那么对这些人保持沉默亦同样足够了。因为承认这些人是贤良的,绝不妨碍修辞学是二重的,反而与那个论点极其吻合。因为有些人是奉承者,而另一些人不是。若修辞学不是二重的,你为何要对它进行划分?若它是二重的,驳难这些人又能多得什么呢?再者,当他在指责了这些人之后又转而赞美另一个人时,他并未为自己的论辩增添任何新的东西。因此卡利克勒斯本可以再次抓住同样的把柄反击道:“这就够了。因为倘若它是二重的,你既赞美某些人又贬低另一些人,那么除了你本就对这些人怀有莫名的反感之外,你到底取得了什么进展?”以诸神之名告诉我吧:当苏格拉底询问卡利克勒斯是否能举出古人中的某位时,倘若卡利克勒斯一开始就提出阿里斯泰德,无论是单独提及还是与那些人一同提及,苏格拉底会如何接纳他,或者这场论辩将会产生怎样的结果呢?因为倘若他亦会像对待这些人一样辱骂他,那么正如所见,他亦是以同样的心态对待这些人中的每一个;从而对于他所赞美的人,若碰巧如此,他亦会加以辱骂。但倘若不可能对他加以指责,那么何须如此好胜争强地问“你是否能举出古人中的某位”呢?因为既然不可能驳难所有人,何必向所有人发起挑战呢?况且,如果不驳难阿里斯泰德对论辩毫无损害,那么亦毫无必要辱骂这些人。既然如此,假若他在他们之中赞美一人而贬斥他人,又能为他多带来什么呢?因为那个最初的原则依旧保留着,即“这就够了”以及“它是二重的”。 苏格拉底绝不可能预先料定卡利克勒斯会提及任何人而唯独不会提及阿里斯泰德,并因此而胸有成竹地发问;相反,卡利克勒斯本可以单独提及他,亦可以与其他所有人一同提及他,那样的话,整套精心布置的构陷就会全盘崩溃。在那些人蒙受辱骂之际,是由卡利克勒斯一开始便引入阿里斯泰德并将其与他们混在一起予以赞美,还是在对那些人进行控诉之后再赞美他、且由苏格拉底亲自提及他,我们能说这两者之间有何分别呢?依我之见,就扰乱整个论辩而言,绝无任何分别。再者,倘若有人仅仅提及了阿里斯泰德,想必苏格拉底既无法辱骂他,亦无法辱骂这些人。如此看来,根本毫无辱骂这些人的必然性。但我认为事实恰恰如此:柏拉图早已热切想要指责那些伟人并首先且单独提及阿里斯泰德,而且从一开始就预先盯上了他,这一点正是在此暴露得最为彻底,而且没有人……

语法注3 条
  1. 299οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι

    带冠词的不定式短语 τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι(“承认这些人是贤良的”)充当主句的主语,动词 ἐκώλυε(“妨碍”)支配宾格加不定式结构 διπλοῦν εἶναι τὴν ῥητορικὴν(“修辞学是二重的”)作为宾语。此处语序发生倒装,主语被置于句末。

  2. 300ὥσθʼ ὃν ἐπῄνεσεν, εἶπεν ἂν, εἰ συνέβη, κακῶς.

    关系从句 ὃν ἐπῄνεσεν(“他所赞美的人”)的先行词(阿里斯泰德)被省略,充当主句谓语 εἶπεν ἂν ... κακῶς(“恶言相向/辱骂”)的宾语。直陈式不定过去时 ἐπῄνεσεν 表示实际发生的事实(赞美了他),而主句通过 ἄν 加上不定过去时直陈式(εἶπεν ἄν)与条件从句 εἰ συνέβη 构成了与过去事实相反的虚拟语气。

  3. 300τί δὴ φήσομεν διαφέρειν ἢ μετʼ ἐκείνων ἀναμὶξ αὐτὸν ἐπαινεῖσθαι κακῶς ἀκουόντων καὶ τοῦ Καλλικλέους εἰς μέσον ἐξ ἀρχῆς ἐνεγκόντος, ἢ μετὰ τὴν ἐκείνων κατηγορίαν τοῦτόν γʼ ἐπαινεῖσθαι καὶ τὸν μεμνημένον αὐτοῦ Σωκράτη αὐτὸν εἶναι;

    这是一个由 ἢ ... ἢ ...(“是……还是……”)引导的长大比较结构,两个平行选项取决于动词 διαφέρειν(“不同/有何区别”)。在第一个选项中,嵌套了独立属格 κακῶς ἀκουόντων(与 ἐκείνων 一致)以及 καὶ τοῦ Καλλικλέους ... ἐνεγκόντος;在第二个选项中,则并列了两个不定式短语 τοῦτόν γʼ ἐπαινεῖσθαι 与 τὸν μεμνημένον ... εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:299-300