- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:297-298
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德并不怪罪柏拉图本人的自傲,却严厉批评他针对他人的肆意攻讦,并援引苏格拉底的受审与荷马的训诫来戒绝过度的争竞。接着他谴责柏拉图在对话录中指名道姓地贬损米太亚德与地米斯托克利等希腊伟人,指出对话中的所有人物不过都是柏拉图自编自导的传声筒。
τὸ μὲν οὖν μείζω τῶν ἄλλων Πλάτωνα φρονεῖν οὐ νεμεσῶ, τὸ δὲ τοὺς ἄλλους, εἰ μὴ πικρὸν εἰπεῖν, προπηλακίζειν, κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι.1 οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γʼ ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δʼ ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγε τοῦτο μάλιστʼ αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται,2 ἀλλʼ οὐδέν γʼ ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθʼ ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γʼ αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτʼ οὐδʼ ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δʼ οὐκ ἂν ἀηδέστερον ἀπέφυγε, τοῦτʼ ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι. ἔοικε δὲ καὶ Ὅμηρος ἐκ πολλοῦ ταῦτα χρησμῳδεῖν καὶ προλέγειν, ἅτε τοῦ Ἀπόλλωνος θεράπων οἶμαι καὶ πάρεδρος ὤν. ἃ γὰρ ἐν λιταῖς Ὀδυσσεὺς λέγει πρὸς Ἀχιλλέα, Πηλέως τοῦ πατρὸς αὐτοῦ φάσκων παραίνεσιν εἶναι, ταῦθʼ Ὁμήρου παράκλησιν εἶναι πᾶσιν ὡς κοινοῦ πατρὸς ἡγεῖσθαι προσήκει, "ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες." δεινὴ γὰρ ἡ σφόδρα ἔρις καὶ τὴν ὑπάρχουσαν εὔνοιαν μεταστῆσαι καὶ τοὺς οὐκ ὄντας ἀγῶνας ἐπισπάσασθαι. ἐγὼ μὲν οὖν ὡς μέχρι τῆς ῥητορικῆς κατέθει καὶ τοὺς τυράννους ἤλεγχε καὶ τἄλλα διεξήρχετο, εἱπόμην ὥσπερ εἰκὸς ἦν, εἰδὼς μὲν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς, ἀλλʼ ἔχων τὸν δικαιότατον λόγον ἀντιθεῖναι, ὅμως τῆς γε τόλμης ἠγασάμην καὶ τὴν δεινότητα καὶ τὴν εὐπορίαν ἐθαύμασα, καὶ εἰ χρὴ κατʼ αὐτὸν εἰπεῖν οἷον λέοντος σκιρτῶντος ἔννοιάν τινʼ ἐλάμβανον καὶ μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λόγοις. εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ ὁ Μέλης οὐκ ἀηδής μοι καὶ ὁ Κινησίας, ἀλλʼ ἀπέλαυον τοῦ γελοίου καὶ συνεχώρουν ἄχρι τούτου καὶ ὀνομαστὶ κωμῳδῆσαι. πάντως οὐχ οὗτοί μοι τὰ φίλτατα. ἐπεὶ δὲ καὶ ἐπὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς περὶ τούτους ἀφίκετο καὶ τὸ χαίρειν ἀφεὶς τούτους ἔκρουε τὴν αὐτὴν ἁρμονίαν, καὶ τὸν Θεαρίωνα προσῆπτε, καὶ πάντα ἐμίγνυ καὶ γελοῖα καὶ σπουδαῖα ὑπὲρ τοῦ τοὺς ἄνδρας ἐλέγχειν, καὶ οὐδʼ ὁτιοῦν ὑπεστέλλετο, ἀλλʼ ἀνέδην ἔλεγε κακῶς, ἐνταῦθʼ ἤδη τι προσίστατό μοι καὶ ὡσπερεὶ προδοσία τις ἐφαίνετο τοὺς ἄνδρας προλιπεῖν. τί λέγεις; οὐ περαίνεις αὐτὸν ἐφʼ αὑτοῦ τὸν λόγον, ἀλλʼ ὀνόμαθʼ ἡμῖν εἰς τὸ μέσον φέρεις καὶ τὸ πρᾶγμʼ ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα λέγεις κακῶς; καὶ ὁ μὲν τοῦ Σόλωνος νόμος οὐδὲ νόμον ἐπʼ ἀνδρὶ γράφειν ἐᾷ, σὺ δʼ ἐπʼ ἀνδράσι βίβλον ποιεῖς; καὶ Σωκράτης μὲν καὶ Πυθαγόρας οὐδʼ αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συνέγραψαν, ἀλλʼ ἐφʼ αὑτῶν ἐφιλοσόφουν, σὺ δὲ τῶν Ἑλλήνων κωμῳδεῖς τὰ ἀγάλματʼ ἐν μέσῳ; καὶ κωμῳδίας μὲν ἤδη ποιηταὶ τῶν ὀνομάτων ἀπέσχοντο καὶ ἠδυνήθησαν ἄνευ τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ δρᾶμα ἀπεργάσασθαι, σὺ δὲ τῶν Ἑλλήνων τοὺς ἄκρους τὸν Ἀριστοφάνους ἀλλαντοπώλην πεποίηκας,3 καὶ ταῦτα εἰκῆ καὶ πρὸς οὐδεμίαν χρείαν ἔτι τοῦ λόγου. ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους καὶ συγχωροῦντος τῷ Σωκράτει τί πρᾶγμʼ ἦν ἔτι τούτων μεμνῆσθαι, ὅπου γʼ εἰ καὶ ὁ Καλλικλῆς ἔτυχε περὶ αὐτῶν ὑπολαβὼν, *** ἔστι μὲν οἶμαι γέλως πᾶν τοῦτο. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης καὶ ὁ Καλλικλῆς καὶ ὁ Γοργίας καὶ ὁ Πῶλος πάντα ταῦτʼ ἐστὶ Πλάτων, πρὸς τὸ δοκοῦν αὑτῷ τρέπων τοὺς λόγους; εἰ δʼ οὖν καὶ
因此,对于柏拉图自视甚高于他人,我并不心怀怨责;然而对于他践踏羞辱他人——若允许我不用过于尖刻的词句——我认为,即便我常伴其身侧并奉劝他戒除此习,亦不算有失公允。并且我认为,阿波罗吩咐苏格拉底创作音乐时,向他发出的亦正是此项吩咐:戒除在言辞中好树仇怨的性情;因为就他而言,在其他方面人们不易找到任何可资指责之处。而这一点早已有若干人予以指摘,诚然,在他所受的那场审判中,亦正是此点似乎对他构成了最大的损害。且切莫有任何智者向我反驳道:“然而苏格拉底根本未受任何损害!”——因为其他人亦可对此反驳道,若那些投赞成票定罪的审判官们未能断定公正之事,他至少成为了使他们蒙受损害的罪魁祸首。撇开这些不谈,倘若他原本就一心求死,首先,这对他是何等重大的事情?其次,他根本连申辩亦不应当。但若他免于定罪亦绝非不乐意,那么阻碍此事的正是这一点:因口出恶言而触怒众人。荷马似乎很久以前便如同传达神谕般预言了这些事,我想这是因为他是阿波罗的侍从与同席伴侣。因为奥德修斯在《请愿》之篇中对阿基琉斯所言、声称是其父珀琉斯之训诫的话语,正应当被视作荷马作为众人的共同之父对所有人的规劝: “止息生祸的争端吧,好让阿尔戈斯人的 年轻人与老者都更加敬重于你。” 因为过度的争端具有可怕的力量,既能颠覆既有的善意,又能招致原本不存在的对抗。因此就我而言,只要他驰骋至修辞学的疆界,驳斥僭主们,并历数其余诸事,我便合乎情理地一路相随,尽管明知这些皆算不上对修辞学的有效驳难,且自知握有最公允的论辩足以与他对立,然而我仍旧赞赏他的胆识,惊异于他的机敏与才思泉涌;若借用他自己的话来说,我仿佛领会到一只扑跃之狮的意象,几乎在言辞中亲眼目睹了那个人。若必须把这一点亦加上:梅莱斯与基内西亚斯对我而言亦不令人不悦,相反我享受其中的滑稽,并允准至此甚至指名道姓地予以戏谑嘲讽。无论如何,他们并非我最珍爱之人。然而,当他进而波及米太亚德、地米斯托克利及其周围诸人,抛开客套,以同样的调式对他们穷追猛打,甚至扯上塞阿里翁,为驳难那些伟人而将滑稽与严肃混为一谈,毫无收敛之意,反而肆无忌惮地恶语相向——至此我心头已涌起某种抗拒,抛弃那些伟人仿佛成了一种背叛。你在说什么呢?你难道不在议题本身的范畴内完结言论,却将人名带入我们之间,弃置事理而毁谤某某与某某吗?梭伦的法律甚至不允许针对个人立定法案,你却针对个人撰写整部著作?苏格拉底与毕达哥拉斯甚至连自己置身其中的言论都未曾形诸笔墨,而只是在自己人之间切磋哲理,你却要在大庭广众之下戏弄希腊人的荣耀雕像?甚至连喜剧诗人们如今都已避讳姓名,能够做到无需指名道姓地嘲讽而完成戏剧,你却将希腊最崇高的人物塑造成阿里斯托芬笔下的卖香肠者,而且如此随意妄为,对论述已然毫无必要?因为在卡利克勒斯业已放弃争辩并向苏格拉底认输之际,何苦还要重提这些人,既然即便卡利克勒斯曾碰巧就他们作出过反驳,……我想这整件事都是一场笑话。因为谁不知道苏格拉底、卡利克勒斯、高尔吉亚与波罗斯,这一切全都是柏拉图,全由他按照自己的心意驾驭言辞?然而即便
- 297κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι
句首的 κἂν 系 καὶ ἄν 之合字,此处的 ἄν 乃是对后文 οὐκ ἀδικεῖν ἄν(受 ἡγοῦμαι 支配的潜在或非真实语气不定词短语:“自己亦不算有失公允”)中语气助词 ἄν 的先移预示(anticipation)。不定词 ἀφαιρεῖν 在语境中承接前文,以辱骂他人的行径(προπηλακίζειν / 好争好恶之习)为隐含宾语,意为“除去”或“戒除”。
- 297ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται
此为省略了主句动词(如 ὅρα 或 φυλάττου)的独立从句结构,以 ὅπως μή 搭配将来时直陈语气(ὑπολήψεται)表达戒止或警诫(“切莫有人……向我反驳”)。与格 μοι 为伦理与格(ethical dative),体现说话者在情感上的介入与关切。
- 298τῶν Ἑλλήνων τοὺς ἄκρους τὸν Ἀριστοφάνους ἀλλαντοπώλην πεποίηκας
动词 ποιέω 带直接宾语与谓语补足语的双重宾格结构。直接宾语为 τῶν Ἑλλήνων τοὺς ἄκρους(“希腊最崇高的人物”),谓语宾格为 τὸν Ἀριστοφάνους ἀλλαντοπώλην(“阿里斯托芬[《骑士》中]的卖香肠者”),全句意为“把希腊最杰出的人物塑造成了阿里斯托芬笔下的卖香肠者”。
