← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§295-296

柏拉图模仿的矛盾与为品达辩护

辩者指出柏拉图在自身著作中模仿他人、运用狄苏朗波斯手法并带来悦乐的自相矛盾之处,进而为品达辩护,阐明修辞与诗歌中悦乐的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§295

αὑτὸν τοῖς χείροσιν, αὐτὸς δʼ οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμεῖ σοφιστὰς, μιμεῖ συκοφάντας, μιμεῖ Θρασύμαχον τὸν οὐδεπώποτε ἐρυθριάσαντα, θυρωροὺς, παιδία, μυρίους. ἀλλʼ οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον ἐφʼ ἅπαντα ταῦτʼ ἄγον σε ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ. ὁρῶ δʼ ὅτι κἀν τῇ σεμνοτάτῃ τῶν πολιτειῶν μνησθείς τι καὶ περὶ τούτου Ἑλληνίδα τὴν πόλιν ἀξιοῖς εἶναι. δεῖν γὰρ αὐτὴν φῂς ὥς τι διάφορον δηλονότι. οὐκοῦν ταῦτά γε τῶν Ἑλλήνων ἐπιχώρια. καίτοι πῶς εἰκὸς ὑπὲρ μὲν τῶν ἀδήλων τὴν Πυθίαν κελεύειν ἐπερωτᾶν, ἃ δʼ ἡ Πυθία πολλάκις ἤδη καὶ πολλοῖς ἀνεῖλεν ὑπερβαίνειν ἑκόντα καὶ μὴ ἐθέλειν λογίζεσθαι; τί οὖν ἀνεῖλεν ἐκείνη πολλάκις ἤδη καὶ πολλοῖς; νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν.1 μὴ τοίνυν ἡμεῖς κινῶμεν τὰ περὶ ταῦτα νόμιμα, ἄλλως τε καὶ αὐτοὶ πολλάκις αὐτοῖς χρώμενοι καί τινʼ εὐδοκιμοῦντες τρόπον καὶ τούτων ἕνεκα· ἐπεὶ καὶ τὸν διθύραμβον δόξειε μὲν ἄν τῳ ψέγειν, φαίνεται δʼ οὕτω τιμῶν ὥστε καὶ χρῆσθαι, καὶ ὅ γʼ ἔτι τούτου κάλλιόν ἐστιν, ὅτι καὶ αὐτὸς ὁμολογεῖ. φησὶ γάρ που λέγων οὐ πόρρω διθυράμβων φθέγγεσθαι. καίτοι εἰ καθάπαξ αἰσχρὸν ὁ διθύραμβος καὶ ἀγεννὲς καὶ ἀνελεύθερον, τί σὺ ποιεῖς διθυράμβους, εἰ δὲ μὴ, μιμεῖ γε, καὶ ταῦτʼ εἰς τοὺς πεζοὺς τελεῖν ταχθείς; ἢ τί σοι βούλεται τὸ μὴ πόρρω διθυράμβων φθέγγεσθαι; οὐ γὰρ δὴ τοῦτο λέγεις, μὴ πόρρω τῶν κολάκων καὶ τῶν διακόνων φθέγγεσθαι, οὔτε σὺ φαίης ἂν τοῦτό γε οὔθʼ ἡμεῖς κατὰ σοῦ πιστεύσομεν, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γίγνοιτʼ ἄν. ἡγοῦμαι μὲν τοίνυν καὶ διθυράμβων εἶναι Πλάτωνα ποιητὴν ἄριστον· πῶς γὰρ οὔ; οὐ μὴν οὐδὲ τῶν Πινδάρου διθυράμβων ὅτι χρὴ καταγνῶναι τοιοῦτον οἷον Πλάτων ἐπῃτιάσατο ἔγωγʼ ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν,2 ἀλλʼ ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δʼ ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δʼ ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτʼ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθʼ ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτʼ εἴρηκας. ὅτι δʼ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθʼ ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτʼ εἶπας οὔτʼ ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλʼ ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ Σκυθῶν3 ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτʼ αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις ἢ σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τʼ ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.4

口口声声说不应当模仿卑劣之人,也不应当将自己等同于更差的人,然而你自己却绝未将这一准则贯彻到底,反而模仿智者,模仿告密者,模仿从未脸红过的色拉叙马霍斯,模仿看门人、孩童以及无数的人。但我认为,你那希腊式的、随和的、优雅的、多姿多彩且神圣的天性引导你走向这一切,使你证明即便对于这些事物中的每一项,也皆有切合时宜且合乎音律之优美的运用。我且看到,即便在那部最庄严的理想国政中,你也提及了此点,并要求这城邦应当是一座希腊城邦;因为你声称它必须〔如此〕,显然是将此视为某种卓越之事。由此可见,这些事物正是希腊人本乡本土的风尚。然而,在暧昧不明之事上吩咐人们去求问皮堤亚神谕,却对皮堤亚屡次向众人颁布的神谕蓄意越矩且不愿予以考量,这怎能合乎情理呢?那么,神谕屡次向众人颁布了什么呢?那便是凡依照城邦法律行事之人,其行事必为端正。因此,我们切不可动摇关于这些事物的传统成规,特别是我们自己亦时常运用它们,并且在某种程度上亦因此而享有盛名。因为虽然有人可能会认为他〔柏拉图〕谴责狄苏朗波斯,但显然他对它是如此尊崇以致亲身践行,并且比这更妙的是,他自己也坦承了这一点。因为他曾在某处讲论时说过,自己的言辞听来与狄苏朗波斯相差无几。然而,倘若狄苏朗波斯彻底是丑恶、卑贱且非自由人所当为的,你又为何要创作狄苏朗波斯,即便不作,又为何要模仿它,更何况你还是被列入散文作家的行列?抑或你所谓言辞与狄苏朗波斯相差无几究竟何意?因为你肯定不是说言辞与阿谀奉承之徒和奴仆相差无几;你既不会这样说,我们也不会对你作如此揣测,否则一切就彻底天翻地覆了。因此,我认为柏拉图也是最优秀的狄苏朗波斯诗人;怎能不是呢?然而,我绝无理由对品达的狄苏朗波斯作出如柏拉图所指控的那种判定,这不仅是因为考察这些狄苏朗波斯本身,它们显然过于刚健沉稳,绝不会在任何人看来他〔品达〕是在卑躬屈膝地迎合,而且还因为品达在颂诗中叙及贯穿一切时代降临于人类的苦难与变迁时,说卡德摩斯听到了阿波罗展现真正的音乐。由此可见,品达亦是真正音乐的爱慕者。而作为其爱慕者,便意味着他践行着真正的音乐。因为他绝不可能一方面将此音乐归于阿波罗,另一方面自己却舍弃它而追求另一种音乐,尤其是他始终在祈求阿波罗与缪斯诸神。继而你又说,所有这些诗人都依附于求取悦乐。那么,我们究竟该说你说得少于应有的分寸,还是多于应有的分寸呢?因为他们亦顾及悦乐,这是无可争议的;因此,你在本应予以增添之处作了扣除,在这个意义上你说得少于应有的分寸。但你借此指控他们阿谀逢迎,这岂非说得超出了应有的界限,或者说你的言论在这一点上岂非又多于应有的分寸?罢了吧。以宙斯之名起誓,你自己难道从未为了我们的悦乐而说过任何话或做过任何事,从未构思或布局过言论,从未给过喘息,从未穿插过情节,而只是如此简单粗暴地用斯基泰人式的话语与我们交谈吗?就我而言,直到今天我也未曾遇见过比此人〔柏拉图〕更令人愉悦的人;并且倘若狄苏朗波斯诗人和悲剧诗人们当中有谁发问,我甚至会对他们本人也如此言说。既然你自己发出的声音犹如涅斯托尔——倘若确实应当认为他也是如此发声的话,因为在我看来甚至塞壬亦当向你退让——你又怎能指责他人所言哪怕稍稍带有悦乐的成分?当心别人视你为戏谑弄巧,而非严肃论辩,因为即便在那些贬损这些门类的言论中,你也在这篇在我看来全然不快而粗砺的话题中,倾注了竭尽所能的最充沛的优雅与悦乐。

语法注4 条
  1. 295νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν

    通过宾格加不定式结构转述德尔斐神谕的间接引语。分词 πράττοντας 带有条件意味(“若依……行事”),与带有 ἄν 的不定式 πράττειν 相应,构成了潜势条件句(原话为 εἰ πράττοιεν... ὀρθῶς ἂν πράττοιεν)在间接引语中的转换形态。

  2. 296ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν

    由比较级与 ἤ ὡς 加不定式构成的比较结构(意为“过于刚健坚实,以至于绝不会在任何人看来他是在卑躬屈膝地迎合”)。不定式 δοκεῖν 的宾格逻辑主语是指代品达的 ἐκεῖνον,ὑποπίπτειν 意为“卑躬屈膝、阿谀迎合”(与 ἀνδρειότερον…καὶ στερεώτερον 相对)。

  3. 296τὴν ἀπὸ Σκυθῶν

    省略了阴性名词(如 ῥῆσιν 或 λέξιν)的惯用成语,意指以粗砺、直白或毫无文饰的“斯基泰人式的方式”说话。

  4. 296ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ

    带有限制性与插入语性质的 ὡς 短语,内嵌 λέγω(“我所谓”)。形容词 ἀηδεῖ 与 καὶ τραχεῖ 环抱带冠词的名词词组 τῷ παντὶ λόγῳ,修饰论题背景,意为“在就我所言全然不快且粗砺的话题之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:295-296