← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§293-294

公正赞扬的准则与柏拉图讽刺戏剧的矛盾

作者援引荷马诗句论证应当公正评价各人而不贬抑他人,并揭露柏拉图谴责诗歌戏剧却自身在对话中极尽嘲弄、甚至将自身著作标榜为最优悲剧的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§293

ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι1 πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλʼ ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων "πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων·" καὶ πάλιν "ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτερος ἦεν." καὶ ἑτέρωθι "Κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο, θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν·" οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν ᾖ δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλʼ ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδʼ οὓς ἀδικεῖσθαι νομίζοι,2 πραΰνειν δʼ ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, ὦ Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε ἃ προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδʼ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, ὃ τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτʼ ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλʼ ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλʼ οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδʼ Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰ Λυκάμβην καὶ Χειδὸν καὶ τὸν δεῖνα τὸν μάντιν, καὶ τὸν Περικλέα τὸν καθʼ αὑτὸν, οὐ τὸν πάνυ, καὶ τοιούτους ἀνθρώπους ἔλεγε κακῶς. μὴ τοίνυν ἡμεῖς ἐκεῖνον ὑπερβαλώμεθα, μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν, ἀλλʼ εἰδῶμεν εὐφημεῖν τὰ γιγνόμενα, καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι, καὶ τὸ τοῦ Ὁμήρου νομίζωμεν εὖ ἔχειν "οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται οὐδʼ ἠβαιόν." ἀλλὰ κἂν ἄλλο τι τοιοῦτον εἴη. διὸ τῆς ἐπιβαλλούσης μερίδος δικαίως ἂν μεταλαμβάνοι. εἰ δʼ ἄρʼ ἐπαινεῖν μὴ ἔχοιμεν, ἀλλὰ σιωπᾶν γε δήπουθεν ἔξεστιν. εἰ δʼ οὖν καὶ τἄλλα πάντα ἀτιμάζομεν, ἀλλʼ οὐ πρὸς ῥητορικὴν εἰκὸς ἦν οὕτω φιλονείκως οὐδὲ πικρῶς ἔχειν· εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλʼ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων, οὐδʼ οἷς μέγιστα ἀντὶ μεγίστων ὀφείλεται, καὶ οὐ μόνον παρὰ τῶν κατʼ ἐκείνους ἢ μετʼ ἐκείνους εὐθὺς γενομένων, ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων. ἔπειτα τῆς μὲν κωμῳδίας κατηγορεῖς, αὐτὸς δὲ κωμῳδεῖς Ἱππίαν, Πρόδικον, Πρωταγόραν, Γοργίαν, Εὐθύδημον, Διονυσόδωρον, Ἀγάθωνα, Κινησίαν, πάντας ἀνθρώπους. καὶ τὸ μὲν τοὺς ἄλλους ἔλαττον· ἀλλʼ αὐτὸν τὸν Ἀριστοφάνη τίς ἔσθʼ ὁ κωμῳδῶν; ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι.3 καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς, πάλιν δʼ ἐπαινῶν τι τῶν συγγραμμάτων τῶν σαυτοῦ, τοὺς Νόμους οἶμαι, τραγῳδίαν προσείρηκας, καὶ ἀρίστην τῶν τραγῳδιῶν ἐτίθεις, καὶ αὐτὸς ὁμολογεῖς τραγῳδίας εἶναι ποιητής· ἀληθῆ λέγων, ὡς ἐγὼ φαίην ἄν. ἀλλʼ εἴ τι φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλόν. καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους οὐδʼ ἀφομοιοῦν

……认为倘若另一人被判定为贤良,此人便无法被视作更有价值,这怎能不属于贬损呢?倒不如正如荷马赞美时所言: “前面逃跑的是位勇士,但追赶他的却是远为更强的人”;又如: “在众人中最为杰出的当属忒拉蒙之子大埃阿斯, 只要阿喀琉斯仍在发怒;因为阿喀琉斯实要强健得多”;在别处亦云: “他们是最强悍的勇士,与最强悍的敌手战斗, 同山林中的野兽搏杀,并以惊人之势将之歼灭。” 同样,我们在面对赞美时亦理当持有如此态度:敬奉我们所意愿之人以及理当受敬奉之人,却不去诋毁那些不该被贬低的人,也不将对一方的憎恶视作对另一方信赖的凭借;反而应当认为,我们如今所为,恰似有人在共同的朋友于宴席上发生争执时,决意不偏袒任何一方,哪怕是他认为蒙受不义的那一方也不偏袒,而是竭力安抚挑起争端的人,并尽可能使双方和解。因为倘若我们克制自己不对柏拉图恶语相向,而是将应有的尊严归还给那些先贤,我认为我们并无不义;因为自古以来,此举皆符合公民之道,合乎人之常情,且为神明所悦纳。柏拉图啊,人们理当懂得去赞赏悲剧,懂得在适度之处赞赏喜剧,赞赏狄苏朗波斯与合唱队;倘若合唱队彻底一无是处,阿波罗便绝不会吩咐设立它们;不仅如此,更重要的一点是,对于杀害阿尔基罗科斯之人——阿尔基罗科斯所操持的乃是所有诗歌中最杰出也是最艰难的体裁,即抑扬格诗——神明也绝不会将那凶手逐出庙宇,斥其不洁,尽管这桩杀戮发生在战乱之中。然而神明依然尊崇阿尔基罗科斯,称他为缪斯的侍者,而非凡俗之辈的奴仆。因此,阿尔基罗科斯纵使如此沉溺于诋毁谩骂,却也并未恶语中伤希腊人中最优秀、最负盛名之辈,而是辱骂了吕坎伯斯、凯多斯、某位预言家,以及与他同时代的伯里克利——而非那位赫赫有名的人物——以及诸如此类的人。因此,我们切不可超越于他,亦不可效尤可怜的提摩克瑞翁之行径,而当懂得对美好的事物称颂嘉许,况且我们比任何人都更有能力做到这一点;我们当认定荷马之言是正确的: “因为所得的荣耀绝非千篇一律,丝毫不是如此”,而是其他某种事物也可能是这一类的。因此,〔它〕理当公正地领受属于自己的份额。倘若我们实在无法称赞,那么保持缄默总归是允许的。即便我们轻视所有其余的事物,也本不该对修辞术怀有如此好勇斗狠与刻薄的心态;即便对其他修辞家如此,也绝不该对希腊人中最优秀的人士、对因最伟大的功勋而应得最大回报的人士如此,并且这回报不仅来自与他们同时代或紧随其后的人,更可以说来自后世的所有人。 此外,你一方面控诉喜剧,自己却把希庇阿斯、普罗狄科、普罗泰戈拉、高尔吉亚、欧梯德谟、狄奥尼索多洛、阿伽通、基涅西亚斯,乃至所有人,全都编排成了喜剧的笑柄。嘲弄其他人尚属次要;但将阿里斯托芬本人编排进喜剧的又是谁呢?可以说,此人身上喜剧的成分实在太充沛了。你一方面辱骂悲剧,另一方面在赞美自己的某部著作时——我想当是《法篇》——却称其为悲剧,并将其列为悲剧之首,自己承认是一位悲剧诗人;依我看,这话倒说了实情。然而,倘若悲剧确属卑劣之物且出自卑劣之人之手,我们又怎能说你在作悲剧呢?因为根本上丑陋的事物绝无可能被造就为美好的。并且你口口声声说不应当模仿卑劣之人,也不应当将自己等同于……

语法注3 条
  1. 293ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι

    承接上一文本末尾的 τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος,此处插入了属格独立结构 χρηστοῦ τινος ἄλλου κριθέντος(“倘若判定另一人为贤良”),表条件。带否定词 μὴ 的不定式 μὴ εἶναι(意为“不可能”,相当于 μὴ ἐξεῖναι)作 ἡγεῖσθαι 的宾语,支配与格 τούτῳ、补足不定式 δόξαι 以及受吸引变为与格的表语补足语 πλείονος ἀξίῳ(“此人被视作更有价值”)。

  2. 293μηδʼ οὓς ἀδικεῖσθαι νομίζοι

    与前文的 συστασιάζειν μὲν μηδετέροις ἀξιοίη 相呼应,此处省略了先行词(如 τούτοις),关系代词 οὕς 引导宾格关系分句(“哪怕是他认为蒙受不义的那些人[也不偏袒]”),用以生动展现宴席调解人彻底中立的超脱立场。

  3. 294ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι

    与格关系代词 ὅτῳ 指向前文 τίς ἔσθʼ ὁ κωμῳδῶν(“是谁在嘲弄……”)中所蕴含的主语(即柏拉图)。动词 περίεστι 支配此所有者与格,并带部分属格结构 πολὺ τῆς κωμῳδίας(“充沛的喜剧成分”),整句意为“人们可以说,此人身上拥有极其充沛的喜剧伎俩”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:293-294