- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:291-292
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者揭示了柏拉图在肉体与灵魂的调理技艺划分上的漏洞,指出将智者术置于修辞术之上的论断荒谬地将雅典伟大的政治家与诗人们贬低至受刑罪犯与庖人之下。
παραπλήσιον; ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλʼ ἐπιστῆμαι περὶ τὴν τοῦ σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται1 κατʼ ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτʼ ἐστὶ τὰ κάλλιστα, ἀλλʼ ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφʼ ἅπασι λόγον, τὸ δʼ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι,2 χρῶμαι δʼ αὐτοῦ Πλάτωνος τῷ παραδείγματι· καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δʼ αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν. ἀλλʼ ἵνα μὴ πάντα ἀκριβολογεῖσθαι δοκῶ, συγχωρήσωμεν τὸ αὐτὸ λέγειν αὐτὸν ἀεὶ, κρεῖττον τὴν σοφιστικὴν εἶναι. σκεψώμεθα δὴ πρὸς τί ποθʼ ἡμᾶς οὗτος ὁ λόγος προάγει. φανήσεται γὰρ ἐνταῦθα δὴ καὶ καθαρῶς πᾶσα ἡ ὕβρις, εἰ οἷόν τε εἰπεῖν. οὐκοῦν σοφισταὶ μὲν Πρωταγόρας καὶ Ἱππίας καὶ Πρόδικος καὶ οἱ περὶ τούτους, ῥήτορες δʼ αὖ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς καὶ Θεμιστοκλῆς. φαίνεται δʼ αὖ τοὺς σοφιστὰς κατὰ τοὺς ἐν Ἅιδου κολαζομένους τιθεὶς καὶ καταλέγων, Καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ τὸν δὲ μετʼ εἰσενόησα τοῖς ἐκ Νεκυίας αὐτοὺς κόσμοις τιμῶν, Πρόδικον μὲν ὡς Τάνταλον ὄντα, Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους. Πρωταγόρας δʼ αὖ μετὰ τούτων διαιτᾶται, μέρος τι τῆς οἰκίας κατειληφὼς καὶ τούτοις ἐνδείκνυσθαι βούλεται, καὶ ἔστι θαυμαστὸς καὶ οὗτος τὴν φρόνησιν. ἐρωτᾷ δὲ Σωκράτης Ἀπολλόδωρον εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας. καὶ τί ἄν τις ἀγωνίζοιτο; ῥᾴδιον γὰρ καὶ τῷ τυχόντι γνῶναι τοῦτό γε, ὁπόσον τι Πλάτων ἀεὶ τῶν σοφιστῶν καταγελᾷ καὶ ὁπόσου τινὸς ἀξίους αὐτοὺς ἡγεῖται. ὅτε τοίνυν κρείττων μὲν ἡ σοφιστικὴ τῆς ῥητορικῆς, σοφισταὶ δὲ οὓς εἶπον οὗτοί εἰσι κατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται; ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι,3 καὶ τίς ταῦτα ἀνέξεται; καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν, οἱ δὲ ῥήτορες χείρους ἔτι τούτων ὦσι, καὶ μηδὲν αὖ τῶν μαγείρων οὗτοι σεμνότεροι, κωμῳδίαν δὲ καὶ τραγῳδίαν μὴ οὐδὲ διδάσκειν δέῃ τὸ παράπαν, ἀλλʼ ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως, ὁ δὲ διθύραμβος κολακεία τις ᾖ, φαῦλον δʼ οἱ χοροὶ, κἂν παιᾶνας ᾁδωσιν, Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς οὐκ ἐπιτήδειον συνεῖναι τοῖς νέοις, ἀλλὰ ὄντα γόητα καὶ τοῦ πρὸς ἡδονὴν θηρευτὴν, πάντες δʼ ὦσι τοῦ μηδενὸς ἄξιοι, οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα;4 ἢ πῶς οὐκ εἰς πονηρὸν κάτεισι τοῖς Ἕλλησι τὰ πράγματα; ἢ τοῦ ποτε λοιπὸν ἡμῖν ὁ Σωκράτης ἔσται βελτίων, εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν καὶ ξενηλασίαν τοσαύτην τῶν Ἑλλήνων ποιησόμεθα, ὅσην οὐδʼ ἐν Λακεδαίμονί πω συμβᾶσαν ἀκούομεν; οὐ οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων, ὥς φασιν οἱ πρῶτοι τῶν Ἑλλήνων Ὅμηρος καὶ Πλάτων. καὶ ταῦτʼ οὐχὶ Πλάτωνος λέγω καθαπτόμενος. πόθεν; μὴ μὲν οὖν ἔμοιγε κατʼ Αἰσχύλον μήτε παρασπιστὴς μήτʼ ἐγγὺς εἴη5 ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα· ἀλλʼ ὥσπερ ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως, οὕτως καὶ περὶ ἡμῶν χρὴ διανοεῖσθαι κοινούς τινας εἶναι τοῖς Ἕλλησι φίλους, καὶ νῦν ὑπὲρ τῶν κοινῶν δικαίων ἀγωνίζεσθαι. οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην ἀσπάζεσθαι τῆς Ἀττικῆς, τὴν δʼ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν· οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμὴ, ἀλλʼ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος
……有什么相似之处呢?因为体操和医学固然绝非肉体的德性,而是关乎肉体所需的专门知识,司法术与正义则是径直属于关乎灵魂的德性的一部分。因此苏格拉底无非是在名称上玩弄诡辩,把波罗斯当成孩童对待。而这还不是最荒谬之处,更在于他还宣称智者术优于修辞术,犹如体操优于医学、立法术优于司法术一样;我想,他是在一切事情上固守着同一个论证模式,却也在一切事情上犯下同样的失误,正如那些在几何图形中走错第一步的人一样——此处我借用的是柏拉图自己的譬喻——他有时说:“我亲爱的朋友,修辞家与智者是同一回事”,有时却又说智者术优于修辞术且与它不同。 但为了不显得我在所有琐碎之处吹毛求疵,我们姑且承认他始终主张同一件事,即智者术更为优越。那么让我们审视一下,这一论证究竟会将我们引向何方。因为在此处,可以说其全部的僭妄都将彻底暴露无遗。那么,智者乃是普罗泰戈拉、希庇阿斯、普罗狄科以及围绕他们的人,而修辞家则是米勒提阿得斯、客蒙、伯里克利和地米斯托克利。然而柏拉图却似乎将智者们与那些在哈得斯受刑之人归为一类并一一列举,用《冥府行》中的词句来款待他们:“我确实看见了坦塔罗斯”,以及“继他之后我又注意到了”,把普罗狄科比作坦塔罗斯,把希庇阿斯比作赫拉克勒斯的幻影。普罗泰戈拉则与他们同住,占居房屋的一角,渴望在他们面前自我炫示,而此人也被称作在明智上令人惊叹。苏格拉底还询问阿波罗多洛,若愿意在希腊人面前自荐为智者,难道不感到羞耻吗?那么人们又何须多费唇舌呢?因为即便是寻常之人也容易知晓这一点:柏拉图平日里对智者们有多么冷嘲热讽,又认为他们究竟有何等微不足道的价值。既然智者术优于修辞术,而智者们就是我所提到的那些犹如坦塔罗斯般的人,成为他们之一并冠以他们的名号乃是显而易见的羞耻,那么修辞术的处境究竟会沦落何地?米勒提阿得斯、客蒙、伯里克利和地米斯托克利又还剩下什么呢?难道不正是真切地如同幻影一般落得下风,而又有谁能忍受这一点呢? 况且,当智者们与那些在哈得斯受刑之人毫无二致,而修辞家们比他们还要低劣,并且比起庖人来丝毫不显得尊贵;当喜剧和悲剧根本就不该上演,而应被逐出良善之城;当狄苏朗波斯乃是一种谄媚,歌队纵然唱着赞歌也属低劣;当我们膏抹荷马后将其打发驱逐,视其为不适合陪伴年轻人、反而是个术士与追逐享乐之徒;当所有人都不值一文时,希腊人的基业难道不是荡然无存了吗?抑或希腊人的命运怎能不堕入悲惨境地?或者说,倘若我们如此这般将所有人一笔抹杀,在希腊人中间实施连在拉刻代蒙都未曾听闻过的如此大规模的逐客令,那么苏格拉底今后于我们而言究竟还能比谁更优越?不,绝不,正如希腊人的翘楚荷马与柏拉图所言,这绝非温和与公正之士的行径。我说这些绝非出于攻击柏拉图。怎么会呢!但愿正如埃斯库罗斯所言,凡不爱戴此人、不给予其应有尊重的人,既不做我的并肩盾手,也不靠近我的身旁;然而正如吕西亚斯所言,他自己是城邦共同的朋友,人们也应当这样看待我们,即我们乃是希腊人共同的朋友,如今正为共同的权利而抗争。在阿提卡之中单单拥抱学园,而将所有其余部分视作仇敌和对手,这绝非热爱雅典之人的品格;因为也绝不应当等到把所有其他人都贬为笑柄之后,才以此方式在那时赞美柏拉图。因为这绝非柏拉图的荣耀,反而更是对其他人的贬损,甚至几乎也是对柏拉图自身的贬损。因为认定某个有价值之人……
- 291οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται
成语性结构 οὐδὲν ἄλλο ἤ(“无非是……”、“只不过做……”),在此充当副词性修饰,直接后接限定动词 σοφίζεται,省略了系动词或一般动词 ποιεί。
- 291ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι
源自几何证明的传统比喻(参见柏拉图《克拉底鲁篇》436d)。τὸ πρῶτον 作状语性宾格(“起初”、“在第一步”),修饰分词 σφαλέντες(“失足者”)。
- 292ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι
固定句式 ἆρα ἄλλο τι ἤ 用以引出期待肯定回答的反问句(“难道不正是……”、“除了……难道还有别的吗”)。此外,ἔλαττον φέρεσθαι 是表示“处于下风”、“吃亏/居于劣势”的固定短语,以不定式形式构成谓语核心。
- 292καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν... οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα;
长句的核心骨架。由 ὅταν 引导的虚拟语气从句群通过多重 μέν...δέ 及 καί 形成一系列平行从属(διαφέρωσιν、ὦσι、δέῃ、ᾖ、ἐκπέμπωμεν、ὦσι),最终收束于主句的反问句:οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα;(“希腊人的大业难道不是付诸东流了吗?”)。
- 292μὴ μὲν οὖν ἔμοιγε κατʼ Αἰσχύλον μήτε παρασπιστὴς μήτʼ ἐγγὺς εἴη
带有否定词 μή 的祈愿希求法(εἴη)结构,化用了埃斯库罗斯散佚悲剧残篇中的诗句。ἔμοιγε 为利益/领有与格(“愿我绝没有……”)。
