← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§289-290

体操对医学的从属与对政治术划分的批判

作者借助御者、水手与庖人的比喻,论证了体操不过是服从于判断全局健康的医学的附庸技艺;继而批判《高尔吉亚篇》中关于灵魂技艺的划分,斥责其将立法置于司法(正义)之上,并排除了明智、节制与勇敢等其余枢要德性的荒谬之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§289

ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν.1 οὐ γὰρ ἄλλου μέν ἐστι τοὺς ὄντας ἀθλητὰς δή που γυμνάσαι, ἑτέρου δὲ τοὺς μέλλοντας ἔσεσθαι παρασκευάσαι, ἀλλʼ ἑνὸς ἀνδρὸς καὶ τῆς αὐτῆς τέχνης. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ῥᾴδιον ἤδη καταμαθεῖν ὅτι δευτέρα τῆς ἰατρικῆς ἡ γυμναστικὴ καὶ παντελῶς ὑπʼ αὐτὴν γίγνεται. καὶ γὰρ αὐτὸ τὸ γνῶναι τίνι δεῖ γυμνασίων καὶ πότε καὶ πόσων καὶ ποίων τινῶν ἑκάστῳ λέγω τῶν ἰδιωτῶν τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται,2 καὶ οὗτός ἐστιν ὁ πέμπων παρὰ τὸν γυμναστὴν, ἂν δέῃ. παραλαβὼν δὲ ἐκεῖνος τὸ τοῦ διακόνου πράξει, καὶ οὐ φιλοτιμήσεται πρὸς τὸν ἰατρὸν, ἀλλʼ ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ. καὶ γὰρ ἐκεῖνος παραλαβὼν παρὰ τοῦ ἰατροῦ τὸν μέλλοντα αἰωρήσεσθαι παρέχει τὴν διακονίαν καὶ γυμνάζει τὸν αὑτοῦ τρόπον. εἰ δʼ αἰωρεῖσθαι βέλτιον ἢ μὴ, τὸν ἰατρὸν ἤδη δεῖ τοῦτο ἐσκέφθαι. καὶ νὴ Δίʼ ὁ μὲν ναύτης εἰς τὸ πλοῖον ἐνθέμενος κομιεῖ παρὰ τὰς ἀκτὰς ἢ καὶ μέσον πόρον, εἰ βούλοιτο, καὶ κινήσει διὰ τῆς εἰρεσίας ἄνω καὶ κάτω περιάγων, ἢ καὶ τοῖς ἱστίοις προσχρώμενος, καὶ καθεδεῖται, καθάπερ τις αὐτοκράτωρ ποιῶν ὅ τι βούλεται. εἰ δʼ ἄμεινόν τῳ πλεῦσαι τὸ παράπαν καὶ ὑγιεινότερον αὐτὸν τοῦτο ποιήσει, τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλʼ οὐ τῆς ναυτικῆς.3 καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη καὶ τὰ τοιαῦτα ὤνησε καὶ οὐδὲν ἔλαττον ἢ τὰ ἐν ταῖς παλαίστραις γυμνάσια πάντες ὡς ἔπος εἰπεῖν σύνισμεν, ἀλλʼ οὐ διὰ τοῦτο οἱ ἡνίοχοι τοῖς ἰατροῖς ἀμφισβητοῦσιν, οὐδὲ οἱ ναῦται λέγουσιν ὡς αὐτοὶ μὲν φύλακες τῆς ὑγιείας θαυμαστοί τινες εἶεν καὶ γυμνάζοιεν ἅπαντας τοὺς βουλομένους, ἐκεῖνοι δʼ οὐδὲν ἄρα εἰδεῖεν πλὴν καθείρξαντες ἀπολλύναι. καίτοι εἰ βελτίων ἡ γυμναστικὴ τῆς ἰατρικῆς, τί κωλύει καὶ τούτους ἐκ τῶν αὐτῶν ἀμείνους εἶναι τῶν ἰατρῶν, ἐπειδή γε καὶ αὐτοῖς μέτεστιν ἀμηγέπη τῆς γυμναστικῆς; ἢ κατὰ πασῶν τούτων τῶν τεχνῶν ἓν τοῦτʼ ἰσχυρὸν τῆς ἰατρικῆς, καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἑξῆς ὑπάρξει λέγειν, ὅτι εἰ μὴ αὕτη ἦν, οὐδʼ ἂν τούτων οὐδεμία ἦν χρησίμη, ἀλλὰ αὐτὸ τὸ τούτων τινὶ χρήσασθαι καὶ πάλιν μὴ δεῖν ἐπʼ αὐτὴν ἔρχεται; ὥσπερ οἶμαι κἀν τοῖς σιτίοις· κρίνει μὲν τὰ δέοντα ὁ ἰατρὸς, παρασκευάζει δὲ ὁ μάγειρος, ἀλλʼ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας, οὐ μᾶλλόν γε ἢ καὶ τῷ δεσπότῃ. τοιοῦτόν τι καὶ τὸ τῆς γυμναστικῆς φαίη τις ἂν εἶναι πρὸς τὴν ἰατρικὴν, δεύτερον καὶ ὑπακοῦον καὶ πάντα μᾶλλον ὡς ἔπος εἰπεῖν ἢ κρεῖττον. ἀλλʼ ὑπὲρ μὲν τούτων τοῖς ἰατροῖς ὑπέρ τε σφῶν αὐτῶν ὅ τι γιγνώσκουσί τε καὶ βούλονται παρείσθω λέγειν. ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικήν. καίτοι πότερον κρεῖττον ἡ νομοθετικὴ τῆς δικαιοσύνης, ἢ μέρος; ἐγὼ γὰρ οἶμαι πάντας ἂν ὡς ἔπος εἰπεῖν συμφῆσαι ὅτι καὶ νόμους θεῖναι καὶ ψήφους ἐνεγκεῖν καὶ συνειπεῖν τὰ δίκαια καὶ συμβουλεῦσαι καὶ χειροτονῆσαι, καὶ νὴ Δία περὶ αὐτοὺς τοὺς θεοὺς ἃ χρὴ πράττειν καὶ πάντα τὰ τοιαῦτα εἰς ἓν κεφάλαιον κοινὸν τὴν δικαιοσύνην ἀναφέρει. ὁ δὲ τοῦ μείζονος τοὔλαττον καὶ τοῦ παντὸς τὸ μέρος πρότερον καὶ κρεῖττον εἶναί φησι. καὶ εἰ μέν γε τὴν εὐσέβειαν τῆς δικαιοσύνης ἔφασκεν εἶναι κρεῖττον, ἐξῆν ἂν ἐπαινεῖν, ὡς δυοῖν μὲν τῆς δικαιοσύνης μερῶν ὄντων τῶν ἀνωτάτω, πρεσβυτέρου δὲ καὶ κρείττονος τοῦ περὶ τοὺς θεούς· νῦν δʼ οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἁπλῶς καὶ καθάπερ νόμον ὡς ἀληθῶς τιθεὶς ἀνεξέταστον γνώμην ἀποφαίνεται. ἔπειτα τίθησι δύο μὲν τὰς τοῦ σώματος εἶναι θεραπείας, τὴν γυμναστικὴν καὶ τὴν ἰατρικὴν, δύο δʼ αὖ τὰς ἐπὶ τῆς ψυχῆς, τήν τε νομοθετικὴν καὶ τὴν δικαιοσύνην. αὐτὴ δʼ ἡ φρόνησις ἡμῖν ποῦ πρὸς θεῶν; ποῦ δʼ ἡ σωφροσύνη; ποῦ δʼ ἡ ἀνδρεία; ταυτὶ γὰρ δή που τέτταρα μέρη τῆς ἀρετῆς ἔστιν ἀκούειν ἀεὶ θρυλούντων, τὴν φρόνησιν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν· ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικὴν,4 τὰ δὲ λοιπὰ πάντα παρῆκε. πῶς οὖν ὀρθῶς ἢ δικαίως ταῦτα ὑπόκειται κατʼ αὐτὸν τὸν περὶ τῆς δικαιοσύνης λόγον; εἶτα καὶ ποῦ

……正如体育教练既要保全现存的体力,又要促生尚不存在的体力。因为训练现有的运动员与培养将要成为运动员的人,断非两个不同之人的职责,而是属于同一个人以及同一种技艺。假若此理成立,那么现今便很容易看出:体操次于医学,且完全隶属于医学之下。因为究竟何人需要锻炼、何时锻炼、需要多少锻炼,以及对于每个人——我是说外行人——需要何种锻炼,单是知晓这些本身便已属于医者的智慧;若有必要,也正是医者将其打发到体育教练那里。而教练接纳此人后,所行不过是仆从之职,绝不会与医者相争,反而会甘居于御者的地位。因为御者在从医者手中接下需要乘车兜风之人后,亦是提供侍奉,并以自己的方式使其得到锻炼;但兜风究竟是有益还是无益,则必须早已由医者考量完毕。再者,凭宙斯起誓,水手将人送上船只后,若愿意,便会将其载往沿岸或穿行于海面中央,通过划桨引领其来回摇荡,抑或借助帆力,随后安然而坐,宛如专权之主般随心所欲。但究竟航海总体而言是否对某人更有益,以及这是否会使其更健康,这本属于医学技艺的固有领分,而非航海技艺的固有领分。再者,此类做法业已使许多人获益,其收效绝不下于角力学校中的锻炼,这几乎是我们众所周知的;然而,御者们并未因此便与医者相争,水手们亦未声称自己乃是惊人的健康守护者、锻炼着所有自愿之人,而医者除了将人关禁致死外一无所知。然而,如果体操优于医学,那么又有什么能阻止这些人凭着同样的理由也优于医者呢?毕竟他们也在某种程度上分享了体操的分额。抑或面对所有这些技艺,医学握有这唯一有力的凭据,以至于接下来可以说出伊索寓言中那条狗的故事:倘若没有医学,这些技艺中便没有一种能派上用场,反而究竟该使用其中某一种、抑或不该使用,本身都要归结到医学上来?我想正如在饮食方面一样:医者裁定所需之物,庖人则负责备办,但庖人绝不会与医者争夺支配地位,正如他绝不会与主人相争一样。有人可以说,体操相对于医学也是如此:位居第二,听从差遣,简而言之是除‘更优越’之外的任何地位。不过关于这些事,就任由医者们为了自身利益去陈述他们所知晓和意愿的一切吧。  此外,他还认定立法术优于司法术。然而,立法术究竟是优于司法术,还是仅仅为其一部分呢?因为我想几乎所有人都会赞同:制定法律、投掷选票、为正义之举辩护、提出建议、举手表决,以及凭宙斯起誓,关于神明自身所应行之事,乃至所有诸如此类的事,皆归属于一个共同的总目——正义。然而他却宣称较小者先于且优于较大者,部分先于且优于整体。假使他说的是虔敬优于正义,人们尚且可以赞许,因为正义有两个最高的部分,而关乎神明的部分更为古老且更优越;然而如今并非如此,他仅仅是轻率地、仿佛当真在立法一般,发表着一种未经审验的主张。接着,他又设定肉体的调理有两种,即体操与医学;关乎灵魂的调理亦有两种,即立法术与司法术。然而,凭诸神起誓,对我们而言,明智本身究竟在何处?节制在何处?勇敢又在何处?因为人们确实总能听到世人絮絮不休地谈论德性的这四个部分:明智、节制、正义、勇敢。而在这些之中,他将正义这一项设为双重的,把立法术作为其一部分纳入其中,却将所有其余的德性全然弃置不顾。那么,按照他自己关于正义的论述,这些前提又怎能称得上是正确或公正地确立的呢?再者,又在何处……

语法注4 条
  1. 289ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν.

    此处承接上一段落末尾的间接引语结构(δεῖν γὰρ τὸν ἰατρὸν...),延续了“对格加不定词”(διασώζειν / ἐμποιεῖν)的句式。在由 ὥσπερ 引导的比较从句中,不定词的逻辑主语 τὸν γυμναστὴν 作对格,主句中表示“应当”的 δεῖν 之义被省略并延续至此。

  2. 289τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται

    属格 τῆς ... σοφίας 与动词 γίγνεται 连用,构成表示所属或管辖范围的述语属格(“属于/归入医者的智慧之领分”)。句子的语法主语是带中性冠词的不定词短语 αὐτὸ τὸ γνῶναι...

  3. 289τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλʼ οὐ τῆς ναυτικῆς.

    未完成过去时 ἦν 并非指过去的具体历史事实,而是表示本质上的理所当然或事物本性固有的归属(所谓的哲学性或常理未完成过去时,“理应属于/本是……的固有领分”)。

  4. 290ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικήν

    关系代词 ὧν 的先行词是前文提及的德性的四个部分(τέτταρα μέρη τῆς ἀρετῆς)。ἓν μὲν 与 τὴν δικαιοσύνην 构成同格。αὐτοῦ 为中性单数属格,在此指代作为整体的正义这一概念本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:289-290