← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§287-288

对话录中的年代倒错与体术医学优劣之辩

作者指出了柏拉图《会饮篇》等著作中的年代与历史倒错(如曼提尼亚解体村落事件以及苏格拉底与阿尔西比亚德的寿数矛盾),指出这些源于对话录特有的虚构自由,并援引医家观点反驳了柏拉图关于体操全方位优于医学的论调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§287

φησι. προάγει δὲ εἰς τοσοῦτον τοὺς χρόνους, ὥστε λέγων ὁ Ἀριστοφάνης, ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο, τὸν προβληθέντα λόγον μέμνηται καὶ οὗτος αὖ πάλιν Ἀρκάδων ὑπὸ Λακεδαιμονίων διῳκισμένων.1 διῳκίσθησαν δὲ Μαντινεῖς ὑπὸ Λακεδαιμονίων ἤδη τῆς εἰρήνης ὀμωμοσμένης. οὕτως ἐστὶ ταῦτʼ ἐκείνων ἔτι νεώτερα. πῶς οὖν ἢ Ἀριστοφάνης ἂν εἴη λέγων ταῦτα, ἢ Σωκράτης ἀκούων ἢ Ἀγάθων ἔτι μειράκιον περὶ τούτους τοὺς χρόνους; πῶς δʼ ἂν καὶ Ἀλκιβιάδης κωμάζοι παρʼ αὐτοὺς, καὶ οὗτος νέος τε ὢν ἔτι καὶ καλὸς, ὃς πρότερος τοῦ Σωκράτους ἐτεθνήκει, βιοὺς τόσα καὶ τόσα ἔτη τὰ σύμπαντα; εἰ μὴ ἄρα ἐν τῷ Ἠλυσίῳ πεδίῳ τὸ συμπόσιον συνεκροτεῖτο. τίς δὲ καὶ ἡ λὺγξ ἡ τοῦ Ἀριστοφάνους; καὶ ποῦ σὺ τοῦτʼ ἐτήρησας; ἀλλʼ οἶμαι λύζειν αὐτὸν ἔδει, ἵνα εἰς ἀπληστίαν σκωφθῇ. εἰ δέ τις τῇ Πλάτωνος δόξῃ περὶ πάντων ἰσχυρίζοιτο, καὶ φάσκοι μὲν ζῆν Σωκράτη, ὅτε ὁ τῶν ἐν Κορίνθῳ καὶ Λεχαίῳ τετελευτηκότων ἐλέγετο ἐπιτάφιος, πίνειν δʼ ἐν Ἀγάθωνος μετὰ τὴν εἰρήνην, λύζειν δʼ Ἀριστοφάνη ἐν τῷ συμποσίῳ, κωμάζειν δὲ Ἀλκιβιάδην, μειράκια δʼ εἶναι τηνικαῦτα Ἀγάθωνα καὶ Ἀλκιβιάδην, ὁμοῦ δʼ εἶναι πάντα χρήματα, πῶς οὐχὶ ληρήσει μὴ προσεξετάζων, εἴ τι καὶ κατʼ ἐξουσίαν ἁνὴρ λέγοι,2 ἀλλʼ ὥσπερ παῖς ἔμβραχυ τοῦτʼ ἀρκεῖν ὑπολαμβάνων ὅ τι φαίη Πλάτων; ἢ εἴ τις αὖ πείθοιτο τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦθ, οὕτω γὰρ αὐτὸς εἴρηκε τοὔνομα αὐτοῦ, τοῦτον περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι, καὶ μὴ ἐθέλοι συγχωρεῖν ὅτι ἐστὶ μὲν Ἑλλήνων Ἑρμῆς φωνὴ, ἀπὸ δὲ Ναυκράτιδος εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ καὶ οὗ πάντες αὐτὸν ὁμολογοῦσιν Αἰγύπτιοι γενέσθαι ἀνάπλους ἡμερῶν ἐστιν οὐκ ὀλίγων;3 οὐ τοίνυν εἰ Πλάτων πολὺ πρῶτος τῶν Ἑλλήνων, ταυτόν ἐστι Ναύκρατίς τε καὶ Ἑρμοῦ πόλις, οὐδʼ αὖ περὶ Ναύκρατιν, ἀλλʼ οὐκ ἐν τῇ ἑαυτοῦ πόλει δεῖ δὴ τὸν Ἑρμῆν γεγενῆσθαι δοκεῖν· οὐδέ γε Εὐριπίδου φήσομεν οἶμαι τὸ ἰαμβεῖον εἶναι τὸ "σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ," οὐδʼ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. ἀλλʼ ἐστὶ ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. τῷ γὰρ ἅπαντας αὐτοὺς ἐπιεικῶς εἶναι πλάσματα καὶ πλέκειν ἐξεῖναι διʼ ὧν ἄν τις βούληται,4 ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν. καὶ ἅμα μοι δοκεῖν ἐφέλκεταί τι τῆς ἐλευθερίας καὶ τῆς μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλʼ, ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. ἔπειτα ταῦθʼ ἡμεῖς ἁπλῶς οὕτως παραδεξόμεθα; οὐκ ἄρʼ εἰδέναι τἀκείνου δόξομεν. οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν οὐδὲ ἔσται· πόθεν; ἀλλὰ ταῦτʼ ἐστὶ Σωκράτους νέου καὶ καλοῦ γεγονότος, εἶθʼ ὁ μὲν γράψας οὐ γέγραφε ** λοιπὸν οὖν αὐτῷ καὶ τοὔνομα ἐξαρνουμένῳ πείθειν οὐχ ἡμᾶς γε, ἐὰν σωφρονῶμεν, ἀλλʼ εἰσόμεθα αὐτοῦ τὰς παιδιὰς—εἰρήσθω γὰρ ὃ κἂν αὐτὸς εἶπε περὶ αὑτοῦ—οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις, ἵνα μὴ τὰ πόρρω λέγωμεν, ἢ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις, ὡς ῥᾳδίως καὶ ἁπλῶς ἔχουσα, τῷ παντὶ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰατρῶν ὅτι ἡ μὲν γυμναστικὴ τοῖς ἀθληταῖς ἐπίπαν διαλέγεται καὶ περὶ τοῦτό ἐστιν, ἡ δʼ ἰατρικὴ συλλήβδην ἅπασιν ἐπιστατεῖ, καὶ πολὺ τοὐμμέσῳ. ὅπου γὰρ οὐδʼ αὐτοῖς τοῖς ἀθληταῖς οἷόν τε τῇ ῥώμῃ χρήσασθαι, μὴ τοῦ ὑγιαίνειν ὑπάρχοντος, πῶς οἷόν τε ἡττᾶσθαι τὴν ἅπασι τοῦτο παρασκευάζουσαν τέχνην τῆς τοῖς ὀλίγοις ἐκεῖνο ὃ μηδέποτʼ ἔστι χωρὶς τούτου λαβεῖν;5 τό τε σύμπαν οὐ συνεχώρει τοσοῦτον εἶναι τὴν ἰατρικὴν, ὅσον τοὺς κάμνοντας ἐπισκοπεῖν, ἀλλʼ εἶναι διττόν. δεῖν γὰρ τὸν ἰατρὸν τὴν μὲν ὑπάρχουσαν ὑγίειαν διασώζειν, τὴν δʼ οὔπω παροῦσαν ἐμποιεῖν,

……他[柏拉图]如此说道。然而他把年代推移得如此靠后,以至于阿里斯托芬在呃逆停止后发表既定演说时,也再次提到了阿卡迪亚人被拉刻代蒙人拆散为村落之事。然而曼提尼亚人被拉刻代蒙人拆散为村落,是在[大王]和约已经立誓缔结之后的事。如此看来,这些事比起那些事还要更晚。那么,这些事怎能由阿里斯托芬说出,苏格拉底又怎能在一旁倾听,阿伽通在这些时期又怎能仍是个年轻小伙子呢?而阿尔西比亚德又怎能到他们那里狂欢作乐,且自己当时亦依然年轻貌美呢——要知道他一共只活了那么些岁月,在苏格拉底之前便已去世了?除非那场宴会是在极乐净土举行的!再者,阿里斯托芬的呃逆又是怎么回事?你又是在哪里观察到此事的?但我猜想,他必须呃逆,以便因贪吃而遭讥诮。但若有人在一切事上固执地迷信柏拉图的威望,声称在科林斯与勒开翁战死者的阵亡演说发表之时苏格拉底尚在人世,并在和约签订之后到阿伽通家饮酒,阿里斯托芬在会饮中打嗝,阿尔西比亚德闯入狂欢,彼时阿伽通与阿尔西比亚德皆为少年,一切事物浑然并存;那么,若他不进一步审查作者是否凭特权任意而言,反而像个小儿一般,简而言之以为凡柏拉图所言皆已足够,他怎能不是在胡说八道?或者,假若又有人相信埃及神明修斯——因为柏拉图本人便是如此称呼其名的——乃是诞生于埃及的瑙克拉提斯附近,而不肯承认:尽管希腊语中称其为赫尔墨斯,但从瑙克拉提斯乘船溯流至以其命名的城邦(即所有埃及人一致公认其降生地),需要为数不少的时日?因此,纵使柏拉图远居希腊人之首,瑙克拉提斯与赫尔墨斯城也绝非同一地点,赫尔墨斯亦不当被认为诞生于瑙克拉提斯附近,而非他自己的城邦。此外,我想我们也绝不会说以下这句抑扬格诗句: “僭主因结交智者而明智”,乃是欧里庇得斯所作,哪怕智者中有人曾如此声称;因为此句实出自索福克勒斯的《埃阿斯》,即关于洛克里斯人埃阿斯的那部悲剧。然而,这些皆是源于对话录的特权与惯例。盖因它们〔对话录〕大致皆为虚构,作者亦被允许通过其所意愿的任何人来编织文思,故而在言辞本身之中,也含有某种并非严格恪守真相的成分。同时在我看来,他亦沾染了某种自由与宏阔的气度,并不全然斤斤计较于细节,而是如我所言,任凭其天性驰骋。那么,难道我们就要如此轻率地全盘接受这些吗?若是如此,我们便不会被认为洞悉了他的本意。再者,“柏拉图的著作中现在没有、将来也不会有任何一篇属于柏拉图本人——哪里会有呢?相反,这些皆属于焕发青春与美貌的苏格拉底”,随后写下这些的人却否认是他写的……因此,既然他连著作署名都加以否认,那么倘若我们头脑清醒,剩下的路便绝非任由他来说服我们,而是应当洞察其戏谑之笔——姑且用他自己谈论自身时会说的话来表述——正如在这些作品中(免得我们去引述更远的事例),关于体操与医学便有着一个随意且草率的论题,认为体操在各方面都优于医学。然而,我早已听某位医家说过,体操大体上只是与运动员打交道,其关注点仅在于此;而医学则统领一切人群,二者悬殊极大。因为如果连运动员自身若无健康便无法施展其体力,那么向众人提供健康的技艺,怎会逊色于仅向少数人提供那若无健康便绝不可能获得的力量的技艺呢?总之,那位医家绝不赞同医学仅仅是照看病人,而是认为其具有双重功用:因为医者既要保全现存的健康,又要促生尚不存在的健康。

语法注5 条
  1. 287Ἀρκάδων ὑπὸ Λακεδαιμονίων διῳκισμένων

    由动词 μέμνηται(提及)所支配的属格结构。动词 μέμνημαι 支配属格宾语,此处由“名词属格 + 完成被动分词”(阿卡迪亚人被拆散为村落之事)充当其内容。

  2. 287πῶς οὐχὶ ληρήσει μὴ προσεξετάζων, εἴ τι καὶ κατʼ ἐξουσίαν ἁνὴρ λέγοι

    条件分词 μὴ προσεξετάζων(若不进一步核查)修饰主要动词 ληρήσει(怎能不胡说八道)。其后的间接疑问从句 εἴ τι... λέγοι(是否因特权任意而言)使用希求法,表达说话者的潜在疑问。

  3. 287ἀπὸ δὲ Ναυκράτιδος εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ ... ἀνάπλους ἡμερῶν ἐστιν οὐκ ὀλίγων

    倒装与离隔构文(hyperbaton):主语 ἀνάπλους(溯流航行)置于介词短语 ἀπὸ... εἰς... 及关系从句 οὗ πάντες... 之后,其后接表性质/时间的属格 ἡμερῶν ... οὐκ ὀλίγων(为期不少日子的)。

  4. 288τῷ γὰρ ἅπαντας αὐτοὺς ἐπιεικῶς εἶναι πλάσματα καὶ πλέκειν ἐξεῖναι διʼ ὧν ἄν τις βούληται

    带冠词的不定式与格表原因:τῷ 引领不定式 εἶναι(以 ἅπαντας αὐτοὺς 为宾格主语)与 ἐξεῖναι,意为“因为它们大致皆为虚构,且作者获准通过任何想要的人来编织文思”。

  5. 288πῶς οἷόν τε ἡττᾶσθαι τὴν ἅπασι τοῦτο παρασκευάζουσαν τέχνην τῆς τοῖς ὀλίγοις ἐκεῖνο ὃ μηδέποτʼ ἔστι χωρὶς τούτου λαβεῖν;

    由 ἡττᾶσθαι(逊色于)支配的比较结构:不定式的主语(由宾格表示)为 τὴν ... παρασκευάζουσαν τέχνην(向众人提供此物[健康]的技艺),其比较对象为属格 τῆς [τέχνης](向少数人提供彼物[体力]的技艺),τοῦτο 与 ἐκεῖνο 形成严密的代词对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:287-288