- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:285-286
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评柏拉图在对话录中不顾亲属关系与年轻人的傲慢本性而攻击伯里克利,并将其与苏格拉底派埃斯基涅斯启发阿尔西比亚德的高明手法相对比;随后指出柏拉图作品中的年代错乱,以《美涅克塞努篇》中的历史事件为例加以论证。
τοῦτο πεπονθέναι, ἀλλὰ καὶ τοὺς πολλοὺς τῶν τὰ τῆς πόλεως πραττόντων, κατασκευάσας κἀνταῦθα ὁδόν τινα αὑτῷ κατὰ τοῦ Περικλέους, πειρᾶται κἀκείνῳ τὴν αὐτὴν αἰτίαν περιάπτειν, οὐδὲν προκαλυπτόμενος, ἀλλʼ ὡς τὸ λεγόμενον δὴ τοῦτο, οὔτε γράμματα οὔτε νεῖν εἰδότα1 ἐλέγχειν ἀξιῶν. καίτοι χωρὶς τοῦ μὴ ὁμολογεῖν ταῦτʼ ἐκείνοις, πότερον κρεῖττον ἦν, εἴπερ καὶ τἀναντία ἔδει λέγειν περὶ τοῦ ἀνδρὸς, πρὸς μὲν τὸν Φαῖδρον τὸν Μυρρινούσιον καὶ μηδὲν προσήκοντα τὰ δυσχερέστατα εἰπεῖν, πρὸς δὲ τὸν Ἀλκιβιάδην ἐκεῖνα τὰ ἐπιεικέστερα, ἢ πρὸς τὸν Φαῖδρον ἐπαινέσαντα κακῶς λέγειν πρὸς ἐκεῖνον; ἐγὼ μὲν ἐκεῖνο οἶμαι. ἐλέγχειν μὲν γὰρ δή που καὶ τοῦτον κἀκεῖνον βούλεται καὶ οὐκ ἔνεστʼ εἰπεῖν ὡς τὸν Ἀλκιβιάδην μὲν, τὸν Φαῖδρον δὲ οὔ. ὥστʼ εἰ πρὸς τοῦτον διὰ τοῦτο κατηγόρηκε τοῦ Περικλέους, εἰκὸς ἦν καὶ πρὸς ἐκεῖνον. τὸ διάφορον δὲ οὐ μικρόν. πρῶτον μὲν γὰρ περὶ συγγενοῦς πρὸς τοῦτον ἐβλασφήμει καὶ ἐπιτρόπου, καίτοι ὥσπερ οὐκ ἦν εἰκὸς τὸν πατέρα αὐτοῦ πρὸς αὐτὸν ψέγειν, οὐδʼ εἰ φαυλότατος τῶν πολιτῶν ἦν, οὕτως οὐδὲ τὸν θεῖον κακίζειν, οὐδʼ εἰ συνῄδει τι τοιοῦτον, εἰς καιρὸν ἐγίγνετο. οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατʼ ἐκείνου λόγων ἀκούειν προσῆκεν. ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθʼ οἱ λόγοι μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα,2 ἀλλὰ τοιοῦτον ὥσθʼ ὅ γʼ Αἰσχίνης φησὶ περὶ αὐτοῦ ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν. διόπερ καὶ ὅ γʼ ἐκείνου Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί; γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα ἔπειτʼ ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους. καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναι τοιούτους ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλʼ ἀναγκάζει κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδʼ ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν· καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδʼ ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλʼ ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δʼ ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρʼ ἀμφοῖν ἐνεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοῦ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ. οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν. ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων κάκιστος ἂν εἴη καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις, οἷόν ἐστιν ἐν τῷ λόγῳ οὗ μικρῷ πρόσθεν ἐμεμνήμεθα. ὑπόκειται μὲν γὰρ αὐτῷ δή που Σωκράτης τὸν ἐπιτάφιον διεξιὼν,3 μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτηκότων καὶ τῶν ἐν Λεχαίῳ καὶ τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου κληθείσης. καίτοι ἐτελεύτησε μὲν Σωκράτης ἐπὶ Λάχητος ἄρχοντος, τῆς δʼ ἐν Κορίνθῳ μάχης καὶ τῆς ἐν Λεχαίῳ μέσος ἄρχων Εὐβουλίδης. ἀπὸ δὲ Λάχητος εἰς Εὐβουλίδην ἕβδομος ἄρχων Εὐβουλίδης αὐτὸς, ἀπὸ δὲ Εὐβουλίδου πάλιν ἄρχων ὄγδοος Θεόδοτος, ἐφʼ οὗ ἡ εἰρήνη ἐγένετο. ὁμοῦ τετταρεσκαίδεκα οἱ σύμπαντες ἄρχοντες εἰς τὴν εἰρήνην ἀπὸ Λάχητος ἄρχοντος. ὥστε οὐ μόνον Σωκράτης οὐδὲν ἑοράκει τούτων, ἀλλʼ οὐδʼ ἠπίστατο δήπουθεν εἰ γενήσεται· οὐδʼ ἂν τὸ δαιμόνιον προὔλεγεν αὐτῷ περὶ τῶν τοσοῦτον μετʼ αὐτόν. ἕτερον τοίνυν. ἐν γὰρ τῷ Συμποσίῳ συνάγει μὲν εἰς ταυτὸν Ἀριστοφάνη καὶ Σωκράτη καὶ Ἀγάθωνα, ἔτι μειράκιον ὄντα, ὥς
……遭遇了这种情形,而且绝大多数处理城邦政务的人亦是如此;他在这里也为自己铺设了一条反对伯里克利的道路,试图将同样的罪责加在他身上,毫无遮掩,而是正如常言所说的那样,自以为是在驳斥一个既不识字又不会游泳的人。然而,姑且不论这些话与那些话自相矛盾,假若真的一定要对这个人说出相反的话,那么究竟哪一种做法更好呢:是对毫无亲属关系的密利努斯的斐德罗说出最严厉的话,而对阿尔西比亚德说出那些较为温和的话;还是在对斐德罗称赞了他之后,又对阿尔西比亚德恶言相向?我个人认为是前者。因为他无疑既想驳斥这个人,也想驳斥那个人,绝不能说他想驳斥阿尔西比亚德,却不想驳斥斐德罗。因此,如果他为了这个原因对阿尔西比亚德谴责伯里克利,按理他也当对斐德罗如此。然而两者之间的差异非同小可。 首先,他是当着阿尔西比亚德的面诽谤其亲属兼监护人;然而,正如当着一个人的面指责其父亲是不合情理的——哪怕其父是公民中最卑劣的人——同样地,贬损其舅父,纵使知悉有此等劣迹,也绝非合宜之举。因为伯里克利承受恶名,与阿尔西比亚德听闻攻击他的言论,绝非同样是适宜的。其次,这些言论是针对一个不仅容易蔑视伯里克利、甚至正如埃斯基涅斯谈及他时所说的那样、哪怕面对十二主神也乐于挑剔挑刺的人。他身上有着如此过剩的傲慢,以至于认为没有任何人配得上任何尊重。正因如此,埃斯基涅斯笔下的苏格拉底并未走上同一条道路。然而他是怎么说的呢? “因此,当我发觉他对地米斯托克利心怀嫉妒……” 紧接着是对地米斯托克利的赞扬,我认为这在两方面都是正当的:既合乎事实真相,又对这个年轻人合乎时宜。他并未在年轻人面前贬损地米斯托克利,以免对方听了之后更加堕落;他也并未以不仅他一人与无知同处、而是所有操持城邦事务的人皆是如此来作为他的安慰;绝非如此;反而使他在沮丧中将头埋在双膝上痛哭,意识到自己在素养上与地米斯托克利相去甚远。不仅如此,他还适度地加强了言论的力度。因为他在谈论过程中某处曾说,即使对于那个人而言,知识虽然如此博大,却仍不足够,尚有欠缺;从而消除了诽谤,并将有助于激励的因素从两方面加以展现——既来自赞美,也来自宣称即使这一切对地米斯托克利而言也仍显不足。 因此,尽管埃斯基涅斯在其他方面逊色于柏拉图,但在处理这件事情上却不知怎地更为出色。不过,若有人不愿承认柏拉图是希腊人中最优秀者,那么即便在野蛮人中他也算得上是最卑劣的了。然而他似乎也任性地挥洒自己的天赋,犹如君王任意行使权力一般,正如在文风本身上他在某些地方显出这般作为、运用了更大的言论特权一样,在题材本身上亦是如此,就像我们刚才提到的那篇演说中的情形。因为在他笔下,苏格拉底被预设为在发表阵亡将士葬礼演说,却提到了在科林斯阵亡的人、在勒开翁阵亡的人,以及被称为安塔尔基达斯和约的和平。然而,苏格拉底是在拉凯斯任执政官时去世的,而在科林斯战役与勒开翁战役之间,欧布利得斯担任执政官。从拉凯斯到欧布利得斯,欧布利得斯本人是第七任执政官;从欧布利得斯算起,达成和约时任执政官的狄奥多托斯又是第八任。从执政官拉凯斯到该和约,总共相历十四任执政官。因此,苏格拉底不仅未曾亲眼目睹其中任何一事,而且无疑根本不可能知道它们是否会发生;即便是他的神灵凭附,也不会向他预言在他死后如此久远的事情。再看另一个例子:在《会饮篇》中,他将阿里斯托芬、苏格拉底和当时尚为少年的阿伽通聚在同一场合,正如……
- 285οὔτε γράμματα οὔτε νεῖν εἰδότα
“既不识字又不会游泳的人”是希腊著名的熟语(μήτε νεῖν μήτε γράμματα),用以形容毫无基本素养或一窍不通之人。此处由插入语 ὡς τὸ λεγόμενον δὴ τοῦτο(正如常言所说的那样)引出,充当不定式 ἐλέγχειν 的语义宾语。
- 285μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα
短语 μὴ ὅτι 为惯用省略表达,意为“不仅不……/何止……/且不说……”。在此处表示“不仅容易蔑视伯里克利,甚至……”,带有 ἄν 的潜在分词 ὑπερφρονήσαντα 修饰前文的 ἄνθρωπον。
- 286ὑπόκειται μὲν γὰρ αὐτῷ δή που Σωκράτης τὸν ἐπιτάφιον διεξιὼν
动词 ὑπόκειται 在修辞学和戏剧设定中具有专业术语用法,意为“被假定/被设定为”。句中与与格 αὐτῷ(对柏拉图而言)连用,主语 Σωκράτης 与分词 διεξιὼν 搭配,表示在柏拉图的设定中苏格拉底正在宣讲葬礼演说(指《美涅克塞努篇》)。
